§30Εἷς δέ τις βέλτιστος ἅπαντα ἐξ ἀρχῆς ἐς τέλος τὰ πεπραγμένα ὅσα ἐν Ἀρμενίᾳ, ὅσα ἐν Συρίᾳ, ὅσα ἐν Μεσοποταμίᾳ, τὰ ἐπὶ τῷ Τίγρητι, τὰ ἐν Μηδίᾳ, πεντακοσίοις οὐδ’ ὅλοις ἔπεσι περιλαβὼν συνέτριψε καὶ τοῦτο ποιήσας ἱστορίαν συγγεγραφέναι φησί.
而其中一个最‘优秀’的人,把在亚美尼亚、在叙利亚、在美索不达米亚、在底格里斯河畔、在米底亚所发生的所有事情,从头到尾,用不到整整五百行字概括并压缩了,做完这些后,他竟声称自己写了一部历史。
τὴν μέντοι ἐπιγραφὴν ὀλίγου δεῖν μακροτέραν τοῦ βιβλίου ἐπέγραψεν, “Ἀντιοχιανοῦ τοῦ Ἀπόλλωνος ἱερονίκου”—δόλιχον γάρ που οἶμαι ἐν παισὶ νενίκηκεν—“τῶν ἐν Ἀρμενίᾳ καὶ Μεσοποταμίᾳ καὶ ἐν Μηδίᾳ νῦν Ῥωμαίοις πραχθέντων ἀφήγησις.
然而,他写的标题几乎比书本身还要长:‘阿波罗祭典圣胜者、安条克人安条克亚努斯关于罗马人目前在亚美尼亚、美索不达米亚和米底亚所立功绩的叙述’——因为我想他曾在少年组中获得过长跑冠军。
” §31Ἤδη δ’ ἐγώ τινος καὶ τὰ μέλλοντα συγγεγραφότος ἤκουσα, καὶ τὴν λῆψιν τὴν Οὐολογέσσου καὶ τὴν Ὀσρόου σφαγήν—ὡς παραβληθήσεται τῷ λέοντι, καὶ ἐπὶ πᾶσι τὸν τριπόθητον ἡμῖν θρίαμβον.
而且我已经听过一个人,他甚至把未来的事情都写好了:沃洛加塞斯的被捕、奥斯罗埃斯的被杀——他将如何被扔给狮子——以及在这一切之上的、我们渴望已久的凯旋式。
οὕτω μαντικῶς ἅμα ἔχων ἔσπευδεν ἤδη πρὸς τὸ τέλος τῆς γραφῆς.
他就这样同时具备了预言能力,急切地奔向写作的终点。
ἀλλὰ καὶ πόλιν ἤδη ἐν τῇ Μεσοποταμίᾳ ᾤκισε μεγέθει τε μεγίστην καὶ κάλλει καλλίστην.
此外,他已经在美索不达米亚建立了一座规模最大、美丽至极的城市。
ἔτι μέντοι ἐπισκοπεῖ καὶ διαβουλεύεται εἴτε Νίκαιαν αὐτὴν ἀπὸ τῆς νίκης χρὴ ὀνομάζεσθαι εἴτε Ὁμόνοιαν εἴτε Εἰρηνίαν.
然而,他仍在考察并商议,到底应该因胜利而称其为‘尼凯亚’,还是称其为‘霍莫诺亚(协和)’或‘埃雷尼亚(和平)’。
καὶ τοῦτο μὲν ἔτι ἄκριτον καὶ ἀνώνυμος ἡμῖν ἡ καλὴ πόλις ἐκείνη λήρου πολλοῦ καὶ κορύζης συγγραφικῆς γέμουσα.
而这件事目前仍未决定,我们那座美丽的城市依然没有名字,充满了许多废话和历史学家的鼻涕。
τὰ δ’ ἐν Ἰνδοῖς πραχθησόμενα ὑπέσχετο ἤδη γράψειν καὶ τὸν περίπλουν τῆς ἔξω θαλάττης—καὶ οὐχ ὑπόσχεσις ταῦτα μόνον, ἀλλὰ καὶ τὸ προοίμιον τῆς Ἰνδικῆς ἤδη συντέτακται, καὶ τὸ τρίτον τάγμα καὶ οἱ Κελτοὶ καὶ Μαύρων μοῖρα ὀλίγη σὺν Κασσίῳ πάντες οὗτοι ἐπεραιώθησαν τὸν Ἰνδὸν ποταμόν.
他还承诺要写在印度将要发生的事以及外海的航行记——这不仅是个承诺,印度历史的序言已经写好了,第三军团、凯尔特人以及卡西乌斯率领的少部分毛里塔尼亚部队,所有这些人都已经渡过了印度河。
ὅ τι δὲ καὶ πράξουσιν ἢ πῶς δέξονται τὴν τῶν ἐλεφάντων ἐπέλασιν, οὐκ εἰς μακρὰν ἡμῖν ὁ θαυμαστὸς συγγραφεὺς ἀπὸ Μουζίριδος ἢ ἀπ' Ὀξυδρακῶν ἐπιστελεῖ.
至于他们将做什么,或者他们将如何应对大象的冲锋,那位奇妙的历史学家不久就会从穆齐里斯或奥克西德拉凯写信告诉我们。
§32Τοιαῦτα πολλὰ ὑπὸ ἀπαιδευσίας ληροῦσι, τὰ μὲν ἀξιόρατα οὔτε ὁρῶντες οὔτ' εἰ βλέποιεν κατ' ἀξίαν εἰπεῖν δυνάμενοι, ἐπινοοῦντες δὲ καὶ ἀναπλάττοντες ὅ τι κεν ἐπ' ἀκαιρίμαν γλῶσσαν, φασίν, ἔλθῃ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῶν βιβλίων ἔτι σεμνυνόμενοι καὶ μάλιστα ἐπὶ ταῖς ἐπιγραφαῖς, καὶ γὰρ αὖ καὶ αὗται παγγέλοιοι·
他们因为缺乏教养而说了许多诸如此类的废话,对于值得一看的事物既看不见,即使看到了也无法给予相称的描述,而是捏造和编造任何如人们所说‘落到不合时宜的舌头上’的东西。
“τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε”· καὶ αὖ· “Παρθίδος πρῶτον, δεύτερον”, ὡς Ἀτθίδος δῆλον ὅτι.
他们还为书籍的数量而得意,尤其是为标题,因为这些标题也同样极其滑稽:‘某某关于帕提亚胜利的若干卷’;以及‘《帕提斯》第一卷、第二卷’,这显然是在模仿《阿提斯》。
ἄλλος ἀστειότερον παρὰ πολύ—ἀνέγνων γάρ—“Δημητρίου Σαγαλασσέως Παρθονικικά” ** οὐδ’ ὡς ἐν γέλωτι ποιήσασθαι καὶ ἐπισκῶψαι τὰς ἱστορίας οὕτω καλὰς οὔσας, ἀλλὰ τοῦ χρησίμου ἕνεκα.
另一个人则要优雅得多——因为我读过——:‘萨加拉索斯的德米特里乌斯的《帕托尼基卡》’ ** [我提到这些]并非为了把这些如此‘美好’的历史当作笑柄来嘲弄,而是为了实用。
ὡς ὅστις ἂν ταῦτα καὶ τὰ τοιαῦτα φεύγῃ πολὺ μέρος ἤδη ἐς τὸ ὀρθῶς συγγράφειν οὗτος προείληφεν, μᾶλλον δὲ ὀλίγων ἔτι προσδεῖται, εἴ γε ἀληθὲς ἐκεῖνό φησιν ἡ διαλεκτική ὡς τῶν ἀμέσων ἡ θατέρου ἄρσις τὸ ἕτερον πάντως ἀντεισάγει.
因为任何人只要避免了这些及此类事物,就已经掌握了正确写作的大部分,或者更确切地说,他只需要再增加一点东西,如果辩证法所说的那句话是真的:在没有中间状态的对立物中,排除一方必然引入另一方。
§33Καὶ δὴ τὸ χωρίον σοι, φαίη τις ἄν, ἀκριβῶς ἀνακεκάθαρται καὶ αἵ τε ἄκανθαι ὁπόσαι ἦσαν καὶ βάτοι ἐκκεκομμέναι εἰσί, τὰ δὲ τῶν ἄλλων ἐρείπια ἤδη ἐκπεφόρηται, καὶ εἴ τι τραχύ, ἤδη καὶ τοῦτο λεῖόν ἐστιν, ὥστε οἰκοδόμει τι ἤδη καὶ αὐτός ὡς δείξῃς οὐκ ἀνατρέψαι μόνον τὸ τῶν ἄλλων γεννάδας ὢν ἀλλά τι καὶ αὐτὸς ἐπινοῆσαι δεξιὸν καὶ ὃ οὐδεὶς ἄν, ἀλλ’ οὐδ’ ὁ Μῶμος, μωμήσασθαι δύναιτο.
‘看啊,土地已经为你彻底清理干净了,所有的荆棘和灌木都已被砍除,别人的废墟已被运走,如果有任何崎岖不平的地方,现在也已被整平。 因此,你自己现在就建点什么吧,以便证明你是个高尚的人,不仅能推翻别人的东西,而且自己也能想出一些巧妙的、任何人都无法挑剔——甚至连莫摩斯也无法指责——的东西。 ’也许有人会这样说。
§34Φημὶ τοίνυν τὸν ἄριστα ἱστορίαν συγγράφοντα δύο μὲν ταῦτα κορυφαιότατα οἴκοθεν ἔχοντα ἥκειν, σύνεσίν τε πολιτικὴν καὶ δύναμιν ἑρμηνευτικήν, τὴν μὲν ἀδίδακτόν τι τῆς φύσεως δῶρον, ἡ δύναμις δὲ πολλῇ τῇ ἀσκήσει καὶ συνεχεῖ τῷ πόνῳ καὶ ζήλῳ τῶν ἀρχαίων προσγεγενημένη ἔστω.
因此我说,要想最完美地撰写历史,必须自备这两种最首要的素质:政治洞察力和表现力。 前者是无需传授的天赋,而表现力则应当通过大量的练习、不懈的劳苦以及对古人的效仿来获得。
ταῦτα μὲν οὖν ἄτεχνα καὶ οὐδὲν ἐμοῦ συμβούλου δεόμενα· οὐ γὰρ συνετοὺς καὶ ὀξεῖς ἀποφαίνειν τοὺς μὴ παρὰ τῆς φύσεως τοιούτους φησὶ τοῦτο ἡμῖν τὸ βιβλίον.
这些都是非关技术规则的,完全不需要我的建议;因为我们的这本书并不声称能让那些天生不聪明和不敏锐的人变得聪明和敏锐。
ἐπεὶ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἂν ἦν ἄξιον, εἰ μεταπλάσαι καὶ μετακοσμῆσαι τὰ τηλικαῦτα ἠδύνατο ἢ ἐκ μολύβδου χρυσὸν ἀποφῆναι ἢ ἄργυρον ἐκ κασσιτέρου ἢ ἀπὸ Κόνωνος Τίτορμον ἢ ἀπὸ Λεωτροφίδου Μίλωνα ἐξεργάσασθαι.
因为如果它能重塑和改造如此巨大的事物,或者能化铅为金、化锡为银,或者能从科农中造出蒂托尔莫斯,或者从莱奥特罗菲德斯中造出米隆,那它将具有极大的价值,或者说,具有一切价值。