§28Ἐγὼ γοῦν ἤκουσά τινος τὴν μὲν ἐπ' Εὐρώπῳ μάχην ἐν οὐδ’ ὅλοις ἑπτὰ ἔπεσι παραδραμόντος, εἴκοσι δὲ μέτρα ἢ ἔτι πλείω ὕδατος ἀναλωκότος ἐς ψυχρὰν καὶ οὐδὲν ἡμῖν προσήκουσαν διήγησιν ὡς Μαῦρός τις ἱππεὺς Μαυσάκας τοὔνομα ὑπὸ δίψους πλανώμενος ἀνὰ τὰ ὄρη καταλάβοι Σύρους τινὰς τῶν ἀγροίκων ἄριστον παρατιθεμένους καὶ ὅτι τὰ μὲν πρῶτα ἐκεῖνοι φοβηθεῖεν αὐτόν, εἶτα μέντοι μαθόντες ὡς τῶν φίλων εἴη κατεδέξαντο καὶ εἱστίασαν·
总之,我曾听过一个人朗读,他只用了不到整整七行字就带过了在欧罗波斯的战斗,却把二十个水表(甚至更多)的水量,耗费在一个寒碜且与我们毫无关系的叙述上:即一个名叫茂萨卡斯的大马士革(毛里塔尼亚)骑兵,因口渴而在山中徘徊时,遇到了几个正在准备午餐的叙利亚乡下人;起初他们害怕他,但后来得知他是朋友,便接纳并款待了他。
καὶ γάρ τινα τυχεῖν αὐτῶν ἀποδεδημηκότα καὶ αὐτὸν ἐς τὴν τῶν Μαύρων, ἀδελφοῦ αὐτῷ ἐν τῇ γῇ στρατευομένου.
因为他们中恰好有一个人自己也曾去过毛里塔尼亚人的土地,他的兄弟就在那片土地上服役。
μῦθοι τὸ μετὰ τοῦτο μακροὶ καὶ διηγήσεις ὡς θηράσειεν αὐτὸς ἐν τῇ Μαυρουσίᾳ καὶ ὡς ἴδοι τοὺς ἐλέφαντας πολλοὺς ἐν τῷ αὐτῷ συννεμομένους καὶ ὡς ὑπὸ λέοντος ὀλίγου δεῖν καταβρωθείη καὶ ἡλίκους ἰχθῦς ἐπρίατο ἐν Καισαρείᾳ.
在这之后是长篇大论的神话和叙述,讲他自己如何在茂鲁西亚狩猎,如何看到许多大象在同一个地方一起吃草,如何几乎被狮子吞食,以及他在凯撒里亚买了多大的鱼。
καὶ ὁ θαυμαστὸς συγγραφεὺς ἀφεὶς τὰς ἐν Εὐρώπῳ γιγνομένας σφαγὰς τοσαύτας καὶ ἐπελάσεις καὶ σπονδὰς ἀναγκαίας καὶ φυλακὰς καὶ ἀντιφυλακὰς ἄχρι βαθείας ἑσπέρας ἐφειστήκει ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείᾳ σκάρους παμμεγέθεις ἀξίους ὠνούμενον.
那个奇妙的历史学家,放着欧罗波斯发生的那许多屠杀、冲锋、必要的休战、以及直到深夜的警卫和反警戒不顾,却站在那里看着叙利亚人马尔基翁在凯撒里亚购买值大钱的极巨大鹦嘴鱼(鹦哥鱼)。
εἰ δὲ μὴ νὺξ κατέλαβεν, τάχ' ἂν καὶ συνεδείπνει μετ' αὐτοῦ ἤδη τῶν σκάρων ἐσκευασμένων.
如果不是夜幕降临,他可能已经和马尔基翁一起享用那已经烹调好的鹦嘴鱼了。
ἅπερ εἰ μὴ ἐνεγέγραπτο ἐπιμελῶς τῇ ἱστορίᾳ, μεγάλα ἂν ἡμεῖς ἠγνοηκότες ἦμεν, καὶ ἡ ζημία Ῥωμαίοις ἀφόρητος εἰ Μαυσάκας ὁ Μαῦρος διψῶν μὴ εὗρεν πιεῖν ἀλλ’ ἄδειπνος ἐπανῆλθεν ἐπὶ τὸ στρατόπεδον.
如果这些事情没有被精心地写进历史,我们就会对重大的事情一无所知,而如果毛里塔尼亚人茂萨卡斯口渴时没有找到喝的东西,而是饿着肚子回到军营,罗马人的损失将是无法容忍的。
καίτοι πόσα ἄλλα μακρῷ ἀναγκαιότερα ἑκὼν ἐγὼ νῦν παρίημι.
然而,还有多少其他远为必要的事情,我现在自愿略过了。
ὡς καὶ αὐλητρὶς ἧκεν ἐκ τῆς πλησίον κώμης αὐτοῖς καὶ ὡς δῶρα ἀλλήλοις ἀντέδοσαν, ὁ Μαῦρος μὲν τῷ Μαλχίωνι λόγχην, ὁ δὲ τῷ Μαυσάκᾳ πόρπην, καὶ ἄλλα πολλὰ τοιαῦτα τῆς ἐπ' Εὐρώπῳ μάχης αὐτὰ δὴ τὰ κεφάλαια.
比如,一个女笛手如何从附近的村庄来到他们那里,以及他们如何互相赠送礼物,毛里塔尼亚人送给马尔基翁一柄矛,而马尔基翁送给茂萨卡斯一枚胸针,还有许多其他类似的事情,这些简直就是欧罗波斯战役的“核心要点”!
τοιγάρτοι εἰκότως ἄν τις εἴποι τοὺς τοιούτους τὸ μὲν ῥόδον αὐτὸ μὴ βλέπειν, τὰς ἀκάνθας δὲ αὐτοῦ τὰς παρὰ τὴν ῥίζαν ἀκριβῶς ἐπισκοπεῖν.
因此,有人自然会说,这类人看不到玫瑰本身,却在仔细观察它根部的刺。
§29Ἄλλος, ὦ Φίλων, μάλα καὶ οὗτος γελοῖος, οὐδὲ τὸν ἕτερον πόδα ἐκ Κορίνθου πώποτε προβεβηκὼς οὐδ’ ἄχρι Κεγχρεῶν ἀποδημήσας, οὔτι γε Συρίαν ἢ Ἀρμενίαν ἰδών, ὧδε ἤρξατο—μέμνημαι γάρ—“Ὦτα ὀφθαλμῶν ἀπιστότερα.
亲爱的菲隆,另一个人也极其滑稽,他甚至从未将另一只脚迈出过哥林多,也没有旅行到过肯克里埃,更不用说见过叙利亚或亚美尼亚了,他却这样开头——因为我记得——:“耳朵不如眼睛可靠。
γράφω τοίνυν ἃ εἶδον, οὐχ ἃ ἤκουσα.
因此,我写我所看见的,而不写我所听到的。
” καὶ οὕτως ἀκριβῶς ἅπαντα ἑωράκει ὥστε τοὺς δράκοντας ἔφη τῶν Παρθυαίων (σημεῖον δὲ πλήθους τοῦτο αὐτοῖς—χιλίους γὰρ οἶμαι ὁ δράκων ἄγει) ζῶντας δράκοντας παμμεγέθεις εἶναι γεννωμένους ἐν τῇ Περσίδι μικρὸν ὑπὲρ τὴν Ἰβηρίαν, τούτους δὲ τέως μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένους ὑψηλοὺς αἰωρεῖσθαι καὶ πόρρωθεν ἐπελαυνόντων δέος ἐμποιεῖν, ἐν αὐτῷ δὲ τῷ ἔργῳ ἐπειδὰν ὁμοῦ ὦσι λύσαντες αὐτοὺς ἐπαφιᾶσι τοῖς πολεμίοις·
”他把一切都看得如此精确,以至于他说帕提亚人的龙旗(这是他们的人数标记,因为我想一个“龙”率领着一千人)是活生生的、在伊比利亚稍上方的波斯生长的极巨大的龙;这些龙起初被系在大杆子上高高悬挂,在远处冲锋时能引起恐惧,但在战斗实际发生、双方接近时,他们便解开绳子,把龙放出来咬敌人。
ἀμέλει πολλοὺς τῶν ἡμετέρων οὕτω καταποθῆναι καὶ ἄλλους περισπειραθέντων αὐτοῖς ἀποπνιγῆναι καὶ συγκλασθῆναι·
确实,我们有许多人就是这样被吞噬的,还有一些人因龙缠绕在他们身上而被勒死并压碎。
ταῦτα δὲ ἐφεστὼς ὁρᾶν αὐτός, ἐν ἀσφαλεῖ μέντοι ἀπὸ δένδρου ὑψηλοῦ ποιούμενος τὴν σκοπήν.
他说自己就站在旁边看着这些,不过为了安全,他是在一棵高树上进行观察的。
καὶ εὖ γε ἐποίησε μὴ ὁμόσε χωρήσας τοῖς θηρίοις, ἐπεὶ οὐκ ἂν ἡμεῖς οὕτω θαυμαστὸν συγγραφέα νῦν εἴχομεν καὶ ἀπὸ χειρὸς αὐτὸν μεγάλα καὶ λαμπρὰ ἐν τῷ πολέμῳ τούτῳ ἐργασάμενον·
幸好他没有接近那些野兽,否则我们现在就不会有这样一个奇妙的历史学家,并在这次战争中亲手建立了伟大而辉煌的功绩。
καὶ γὰρ ἐκινδύνευσε πολλὰ καὶ ἐτρώθη περὶ Σοῦραν, ἀπὸ τοῦ Κρανείου δῆλον ὅτι βαδίζων ἐπὶ τὴν Λέρναν.
因为他据说在苏拉附近冒了很大的危险并受了伤,显然他是从克拉内翁走向勒尔纳!
καὶ ταῦτα Κορινθίων ἀκουόντων ἀνεγίγνωσκεν τῶν ἀκριβῶς εἰδότων ὅτι μηδὲ κατὰ τοίχου γεγραμμένον πόλεμον ἑωράκει.
而他在听众是哥林多人的情况下朗读这些,哥林多人都确切地知道他连墙上画的战争都没见过。
ἀλλ’ οὐδὲ ὅπλα ἐκεῖνός γε ᾔδει οὐδὲ μηχανήματα οἷά ἐστιν οὐδὲ τάξεων ἢ καταλοχισμῶν ὀνόματα.
不过,他甚至不知道武器或机械是什么样子的,也不知道阵列或分队的名称。
πάνυ γοῦν ἔμελεν αὐτῷ πλαγίαν μὲν φάλαγγα τὴν ἐπὶ κέρως, ἐπὶ κέρως δὲ λέγειν τὸ ἐπὶ μετώπου ἄγειν.
总之,他竟然把“斜线阵”称为“纵队”,又说“纵队”就是以“横队”前进。