Humanitext Reader

琉善 · 如何撰写历史 §16-19

大言不惭的医生与拙劣模仿者的恶例

第 6 段,共 15 段 · 希腊语

内容简介

作者讽刺了各种糟糕的历史学家,包括一位用夸张标题和生硬方言写平庸备忘录的医生、一位滥用三段论和阿谀奉承的哲学家、一位拙劣模仿希罗多德的作家,以及一位在琐碎的细节描写上耗费无数篇幅的学者。

§16Ἄλλος δέ τις αὐτῶν ὑπόμνημα τῶν γεγονότων γυμνὸν συναγαγὼν ἐν γραφῇ κομιδῇ πεζὸν καὶ χαμαιπετές, οἷον καὶ στρατιώτης ἄν τις τὰ καθ' ἡμέραν ὑπογραφόμενος συνέθηκεν ἢ τέκτων ἢ κάπηλός τις συμπερινοστῶν τῇ στρατιᾷ.
他们中的另一个人,在写作中收集了关于所发生事件的赤裸裸备忘录,极其散文化和卑俗,就像某个士兵记下日常行踪、或是某个木匠、或是随军巡游的商贩所拼凑出来的一样。
πλὴν ἀλλὰ μετριώτερός γε ὁ ἰδιώτης οὗτος ἦν, αὐτὸς μὲν αὐτίκα δῆλος ὢν οἷος ἦν, ἄλλῳ δέ τινι χαρίεντι καὶ δυνησομένῳ ἱστορίαν μεταχειρίσασθαι προπεπονηκώς.
但不管怎样,这个门外汉至少更谦虚一些,他自己是什么样的人立刻一目了然,而且他是为另一个有文采、有能力驾驭历史的人做了前期的准备工作。
τοῦτο μόνον ᾐτιασάμην αὐτοῦ, ὅτι οὕτως ἐπέγραψε τὰ βιβλία τραγικώτερον ἢ κατὰ τὴν τῶν συγγραμμάτων τύχην—“Καλλιμόρφου ἰατροῦ τῆς τῶν κοντοφόρων ἕκτης ἱστοριῶν Παρθικῶν,” καὶ ὑπεγέγραπτο ἑκάστῃ ὁ ἀριθμός.
我对他唯一的指责,就是他给这些书起的名字太过于戏剧化,不符合这类著作的分量——《长枪兵第六队医生卡利摩福斯的帕提亚历史》,并且在每一卷下面都写着卷数。
καὶ νὴ Δία καὶ τὸ προοίμιον ὑπέρψυχρον ἐποίησεν οὕτως συναγαγών· οἰκεῖον εἶναι ἰατρῷ ἱστορίαν συγγράφειν, εἴ γε ὁ Ἀσκληπιὸς μὲν Ἀπόλλωνος υἱός, Ἀπόλλων δὲ Μουσηγέτης καὶ πάσης παιδείας ἄρχων· καὶ ὅτι ἀρξάμενος ἐν τῇ Ἰάδι γράφειν οὐκ οἶδα ὅ τι δόξαν αὐτίκα μάλα ἐπὶ τὴν κοινὴν μετῆλθεν, ἰητρικὴν μὲν λέγων καὶ πείρην καὶ ὁκόσα καὶ νοῦσοι, τὰ δ’ ἄλλα ὁμοδίαιτα τοῖς πολλοῖς καὶ τὰ πλεῖστα οἷα ἐκ τριόδου.
而且,誓以宙斯,他还通过如下的拼凑,把序言写得极其令人发冷:医生撰写历史是合适的,因为阿斯克勒庇俄斯是阿波罗之子,而阿波罗是缪斯的首领,也是一切教养的主宰;并且,尽管他开始用爱奥尼亚方言写作,但不知怎么想的,他立刻就转到了通用方言,虽然嘴里说着“医术”、“经验”、“凡是”和“疾病”等方言词汇,但其余部分却和普通人的一样,大部分都是十字路口粗鄙无聊的语言。
§17Εἰ δέ με δεῖ καὶ σοφοῦ ἀνδρὸς μνησθῆναι, τὸ μὲν ὄνομα ἐν ἀφανεῖ κείσθω, τὴν γνώμην δὲ ἐρῶ καὶ τὰ πρῴην ἐν Κορίνθῳ συγγράμματα, κρείττω πάσης ἐλπίδος.
如果我也必须提及一位聪明人,那么就让他的名字隐而不彰,但我将说出他的观点以及最近在哥林多听到的著作,它们超出了所有的预期。
ἐν ἀρχῇ μὲν γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τοῦ προοιμίου περιόδῳ συνηρώτησε τοὺς ἀναγινώσκοντας λόγον πάνσοφον δεῖξαι σπεύδων, ὡς μόνῳ ἂν τῷ σοφῷ πρέποι ἱστορίαν συγγράφειν.
因为在开头,也就是在序言的第一个周期句中,他就向读者发问,急于展示一个极具智慧的论点,即只有聪明人才配撰写历史。
εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός, εἶτα ἄλλος· καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῷ τὸ προοίμιον.
然后没过多久,又是一个三段论,接着又是一个;总之,整个序言全是以各种提问的形式构成的。
τὸ τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια φορτικὰ καὶ κομιδῇ βωμολοχικά, οὐκ ἀσυλλόγιστα μέντοι, ἀλλὰ συνηρωτημένα κἀκεῖνα.
谄媚到了令人作呕的地步,赞美之辞也俗不可耐,完全像个小丑,然而并非没有条理,那些赞美也同样是用提问来构建的。
καὶ μὴν κἀκεῖνο φορτικὸν ἔδοξέν μοι καὶ ἥκιστα σοφῷ ἀνδρὶ καὶ πώγωνι πολιῷ καὶ βαθεῖ πρέπον, τὸ ἐν τῷ προοιμίῳ εἰπεῖν, ὡς ἐξαίρετον τοῦτο ἕξει ὁ ἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις καὶ φιλόσοφοι ἤδη συγγράφειν ἀξιοῦσιν.
而且,那件事在我看来也俗不可耐,极不适合一个有着花白浓密胡须的智者:在序言中说,我们的将军将获得这一独特的殊荣,即现在连哲学家们也认为值得撰写他的事迹。
τὸ γὰρ τοιοῦτον, εἴπερ ἄρα, ἡμῖν ἔδει καταλιπεῖν λογίζεσθαι ἢ αὐτὸν εἰπεῖν.
因为这种事情,如果确实如此的话,本该留给我们去思考,而不是由他自己说出来。
§18Καὶ μὴν οὐδ’ ἐκείνου ὅσιον ἀμνημονῆσαι, ὃς τοιάνδε ἀρχὴν ἤρξατο· “Ἔρχομαι ἐρέων περὶ Ῥωμαίων καὶ Περσέων,” καὶ μικρὸν ὕστερον· “ἔδεε γὰρ Πέρσῃσι γενέσθαι κακῶς,” καὶ πάλιν· “ἦν Ὀσρόης, τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσιν,” καὶ ἄλλα πολλὰ τοιαῦτα.
同样,不记住那个人也是不敬的,他以这样的方式开头:“我来是为了讲述罗马人和波斯人的事情”,不久之后又说:“因为波斯人注定要遭殃”,接着又说:“有一个奥斯罗埃斯,希腊人称他为奥克西罗埃斯”,还有许多其他类似的话。
ὁρᾷς;
你看到了吗?
ὅμοιος αὐτὸς ἐκείνῳ παρ' ὅσον ὁ μὲν Θουκυδίδῃ, οὗτος δὲ Ἡροδότῳ εὖ μάλα ἐῴκει.
他与前一个人相似,只不过那个人极像修昔底德,而这个人则非常像希罗多德。
§19Ἄλλος τις ἀοίδιμος ἐπὶ λόγων δυνάμει Θουκυδίδῃ καὶ αὐτὸς ὅμοιος ἢ ὀλίγῳ ἀμείνων αὐτοῦ, πάσας πόλεις καὶ πάντα ὄρη καὶ πεδία καὶ ποταμοὺς ἑρμηνεύσας πρὸς τὸ σαφέστατον καὶ ἰσχυρότατον, ὡς ᾤετο.
另一个因言辞力量而声名远扬的人,他自己也像修昔底德,或者比他稍好一些,他把所有的城市、所有的山脉、平原和河流都描绘得(如他所想的那样)最清晰、最有力。
τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ ἀλεξίκακος τρέψειε·
但愿避邪之神将这些转向我们敌人的头上!
τοσαύτη ψυχρότης ἐνῆν ὑπὲρ τὴν Κασπιακὴν χιόνα καὶ τὸν κρύσταλλον τὸν Κελτικόν.
其中蕴含的冷酷,甚至超过了里海的白雪和凯尔特的冰川。
ἡ γοῦν ἀσπὶς ἡ τοῦ αὐτοκράτορος ὅλῳ βιβλίῳ μόγις ἐξηρμηνεύθη αὐτῷ, καὶ Γοργὼν ἐπὶ τοῦ ὀμφαλοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ἐκ κυανοῦ καὶ λευκοῦ καὶ μέλανος καὶ ζώνη ἰριοειδὴς καὶ δράκοντες ἑλικηδὸν καὶ βοστρυχηδόν.
至少,皇帝的盾牌,他就勉强用了一整卷书来描绘,盾牌中央的戈耳工,她的眼睛呈青色、白色和黑色,还有彩虹般的腰带,以及像螺旋和卷发一样盘旋的龙。
ἡ μὲν γὰρ Οὐολογέσσου ἀναξυρὶς ἢ ὁ χαλινὸς τοῦ ἵππου, Ἡράκλεις, ὅσαι μυριάδες ἐπῶν ἕκαστον τούτων, καὶ οἵα ἦν ἡ Ὀσρόου κόμη, διανέοντος τὸν Τίγρητα, καὶ ἐς οἷον ἄντρον κατέφυγε, κιττοῦ καὶ μυρρίνης καὶ δάφνης ἐς ταὐτὸ συμπεφυκότων καὶ σύσκιον ἀκριβῶς ποιούντων αὐτό.
至于沃洛吉斯的裤子,或者他马匹的缰绳,天哪,这当中的每一件都耗费了成万行的诗句! 还有奥斯罗埃斯游过底格里斯河时的头发是什么样子,他逃进了什么样的洞穴——那里常春藤、香桃木和月桂树长在一起,恰好形成了一片浓密的绿荫。
σκόπει ὡς ἀναγκαῖα τῇ ἱστορίᾳ ταῦτα, καὶ ὧν ἄνευ οὐκ ἂν ᾔδειμέν τι τῶν ἐκεῖ πραχθέντων.
请想想这些对历史来说是多么必要,如果没有这些,我们对那里所发生的事情就一无所知了。

词汇与语法注释

  1. §16ἰητρικὴν μὲν λέγων καὶ πείρην καὶ ὁκόσα καὶ νοῦσοι — 此处讽刺了这位医生在普通的通用希腊语(Koine)中,生硬且不连贯地夹杂爱奥尼亚方言词汇(如 ἰητρική, πείρη, ὁκόσος, νοῦσος 中的 η 和 κ 的使用)的行为。
  2. §17τὸ ἐν τῷ προοιμίῳ εἰπεῖν — 带冠词的不定式 τὸ εἰπεῖν 作前句中 ἔδοξέν μοι 的主语从句,并引导由 ὡς 开始的间接引语。前面的 ἥκιστα σοφῷ ἀνδρὶ ... πρέπον 则用于修饰该动作的属性。
  3. §18Ἔρχομαι ἐρέων — 动作动词 ἔρχομαι 连用将来时分词 ἐρέων(ἐρῶν 的爱奥尼亚方言形式),表示目的(“我来是为了讲述”)。这是对希罗多德式爱奥尼亚方言风格的戏拟。
  4. §19τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ ἀλεξίκακος τρέψειε — 此处使用了不带 ἄν 的独立祈愿法 τρέψειε(τρέπω 的不定过去时主动祈愿法第三人称单数),表示强烈的愿望或祈祷(“愿避邪之神将此转向……”),这是一种传统的避邪用语。

引用这一段

琉善, 如何撰写历史 §16-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:16-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。