Humanitext Reader

琉善 · 如何撰写历史 §14-15

拙劣历史学家的实例与生搬硬套的模仿

第 5 段,共 15 段 · 希腊语

内容简介

作者举出他最近在伊奥尼亚和阿开亚听到的不合格历史学家的实例。第一位作家以向缪斯祈祷开始,夹杂自吹自擂,并以荒谬的比喻和粗俗的咒骂开始历史。第二位则是修昔底德的极端模仿者,他生搬硬套修昔底德的句式和事件(如瘟疫),甚至在阿提卡希腊语中夹杂拉丁语词汇,显得极其滑稽。

§14Ἐγὼ δ’ οὖν καὶ διηγήσομαι ὁπόσα μέμνημαι ἔναγχος ἐν Ἰωνίᾳ συγγραφέων τινῶν, καὶ νὴ Δία ἐν Ἀχαΐᾳ πρῴην ἀκούσας τὸν αὐτὸν τοῦτον πόλεμον διηγουμένων.
无论如何,我将叙述我所记得的事情,这是我最近在伊奥尼亚听一些历史学家,以及(誓以宙斯)日前在阿开亚听他们叙述这同一场战争时所听到的。
καὶ πρὸς Χαρίτων μηδεὶς ἀπιστήσῃ τοῖς λεχθησομένοις· ὅτι γὰρ ἀληθῆ ἐστιν κἂν ἐπωμοσάμην, εἰ ἀστεῖον ἦν ὅρκον ἐντιθέναι συγγράμματι.
看在美惠三女神的分上,请不要有人不相信我将要说的话;因为如果将誓言写入历史著作中是得体的话,我甚至可以发誓那是真实的。
εἷς μέν τις αὐτῶν ἀπὸ Μουσῶν εὐθὺς ἤρξατο παρακαλῶν τὰς θεὰς συνεφάψασθαι τοῦ συγγράμματος.
他们中的一个人直接从缪斯女神开始,祈求女神们共同协助这篇著作。
ὁρᾷς ὡς ἐμμελὴς ἡ ἀρχὴ καὶ περὶ πόδα τῇ ἱστορίᾳ καὶ τῷ τοιούτῳ εἴδει τῶν λόγων πρέπουσα;
你看到了吗,这个开篇是多么协调,又是多么一步一个脚印地适合于历史和这类言论?
εἶτα μικρὸν ὑποβὰς Ἀχιλλεῖ μὲν τὸν ἡμέτερον ἄρχοντα εἴκαζε, Θερσίτῃ δὲ τὸν τῶν Περσῶν βασιλέα, οὐκ εἰδὼς ὅτι ὁ Ἀχιλλεὺς ἀμείνων ἦν αὐτῷ, εἰ Ἕκτορα μᾶλλον ἢ Θερσίτην καθῄρει, καὶ εἰ πρόσθε μὲν ἔφευγεν ἐσθλός τις, " ἐδίωκε δέ μιν μέγ' ἀμείνων.
接着,稍往下读,他将我们的将军比作阿喀琉斯,而将波斯(帕尔蒂亚)的国王比作德尔西忒斯。 他不知道,如果阿喀琉斯打败的是赫克托尔而不是德尔西忒斯,并且如果是“前有勇士逃奔,后有更强者追赶”,那么阿喀琉斯对我方将军来说就会是更好的衬托。
" εἶτ' ἐπῆγεν ὑπὲρ αὑτοῦ τι ἐγκώμιον, καὶ ὡς ἄξιος εἴη συγγράψαι τὰς πράξεις οὕτω λαμπρὰς οὔσας.
接着,他又加上了一段对自己赞美之辞,说明自己多么配得上撰写如此辉煌的伟业。
ἤδη δὲ κατιὼν ἐπῄνει καὶ τὴν πατρίδα τὴν Μίλητον, προστιθεὶς ὡς ἄμεινον ποιοῖ τοῦτο τοῦ Ὁμήρου μηδὲν μνησθέντος τῆς πατρίδος.
在接下来的叙述中,他甚至赞美了自己的家乡米利都,并补充说他比荷马做得更好,因为荷马根本没有提及自己的家乡。
εἶτ' ἐπὶ τέλει τοῦ φροιμίου ὑπισχνεῖτο διαρρήδην καὶ σαφῶς, ἐπὶ μεῖζον μὲν αἴρειν τὰ ἡμέτερα, τοὺς βαρβάρους δὲ καταπολεμήσειν καὶ αὐτός, ὡς ἂν δύνηται.
然后,在序言的结尾,他明示且清晰地承诺,他将把我们的功绩提升到更高的境界,而他自己也将尽其所能,与蛮族战斗到底。
καὶ ἤρξατό γε τῆς ἱστορίας οὕτως, αἴτια ἅμα τῆς τοῦ πολέμου ἀρχῆς διεξιών· “Ὁ γὰρ μιαρώτατος καὶ κάκιστα ἀπολούμενος Οὐολόγεσσος ἤρξατο πολεμεῖν δι’ αἰτίαν τοιάνδε.
而且,他正是这样开始他的历史的,同时详细阐述了战争爆发的原因:“因为那最可憎、注定死得最惨的沃洛吉斯,由于以下原因开始了战争。
§15Οὗτος μὲν τοιαῦτα.
” 这个人就是这样。
ἕτερος δὲ Θουκυδίδου ζηλωτὴς ἄκρος, οἷος εὖ μάλα τῷ ἀρχετύπῳ εἰκασμένος, καὶ τὴν ἀρχὴν ὡς ἐκεῖνος σὺν τῷ ἑαυτοῦ ὀνόματι ἤρξατο, χαριεστάτην ἀρχῶν ἁπασῶν καὶ θύμου τοῦ Ἀττικοῦ ἀποπνέουσαν. ὅρα γάρ·
而另一个人则是修昔底德的极度模仿者,他被塑造得极像那个原型,并且像他一样,以自己的名字开始了他的著作——这是所有开篇中最优雅的,散发着雅典百里香的芬芳。
“Κρεπέρῃος Καλπουρνιανὸς Πομπηϊουπολίτης συνέγραψε τὸν πόλεμον τῶν Παρθυαίων καὶ Ῥωμαίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς συνισταμένου.
请看:“庞培奥波利斯的克雷佩雷乌斯·卡尔普尼亚努斯撰写了帕尔蒂亚人与罗马人的战争,即他们如何互相交战,并在战争刚爆发时便开始记述。
” ὥστε μετά γε τοιαύτην ἀρχὴν τί ἄν σοι τὰ λοιπὰ λέγοιμι—ὁποῖα ἐν Ἀρμενίᾳ ἐδημηγόρησεν τὸν Κερκυραῖον αὐτὸν ῥήτορα παραστησάμενος, ἢ οἷον Νισιβηνοῖς λοιμὸν τοῖς μὴ τὰ Ῥωμαίων αἱρουμένοις ἐπήγαγεν παρὰ Θουκυδίδου χρησάμενος ὅλον ἄρδην πλὴν μόνου τοῦ Πελασγικοῦ καὶ τῶν τειχῶν τῶν μακρῶν, ἐν οἷς οἱ τότε λοιμώξαντες ᾤκησαν;
”因此,在这样的开篇之后,我又何必对你多说其余的事呢? ——比如他在亚美尼亚发表了怎样的演说,把那百里挑一的科尔库拉演说家本人树立在自己身边;或者他给那些不选择罗马人一边的尼西比斯人带来了什么样的瘟疫,那完全是从修昔底德那里抄来的,除了皮拉斯基孔和长墙——当时染上瘟疫的人曾住在那里。
τὰ δ’ ἄλλα καὶ ἀπὸ Αἰθιοπίας ἤρξατο, ὡς τότε, καὶ ἐς Αἴγυπτον κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν, καὶ ἐν ἐκείνῃ γε ἔμεινεν εὖ ποιῶν.
在其他方面,这场瘟疫也是像那时一样从埃塞俄比亚开始,传入埃及并进入大王的广袤土地,而且幸好它留在了那里。
ἐγὼ γοῦν θάπτοντα ἔτι αὐτὸν καταλιπὼν τοὺς ἀθλίους Ἀθηναίους ἐν Νισίβι ἀπῆλθον ἀκριβῶς εἰδὼς καὶ ὅσα ἀπελθόντος ἐρεῖν ἔμελλεν.
至少,当他还在尼西比斯埋葬那些可怜的雅典人时,我便离去了,但我很清楚地知道在我走后他还要说些什么。
καὶ γὰρ αὖ καὶ τοῦτο ἐπιεικῶς πολὺ νῦν ἐστι, τὸ οἴεσθαι τοῦτ' εἶναι τοῖς Θουκυδίδου ἐοικότα λέγειν, εἰ ὀλίγον ἐντρέψας τὰ αὐτοῦ ἐκείνου λέγοι τις.
因为现在极普遍的一种看法是,只要稍微改动修昔底德本人的话来说,就是像修昔底德那样说话了。
νὴ Δία κἀκεῖνο ὀλίγου δεῖν παρέλιπον· ὁ γὰρ αὐτὸς οὗτος συγγραφεὺς πολλὰ καὶ τῶν ὅπλων καὶ τῶν μηχανημάτων ὡς Ῥωμαῖοι αὐτὰ ὀνομάζουσιν οὕτως ἀνέγραψεν, καὶ τάφρον ὡς ἐκεῖνοι καὶ γέφυραν καὶ τὰ τοιαῦτα.
誓以宙斯,我差一点漏掉了那一件事:因为这同一位历史学家把许多武器和攻城器械,都按照罗马人对它们的称呼记录了下来,还有堑壕、桥梁以及诸如此类的东西,都照着他们的叫法。
καί μοι ἐννόησον ἡλίκον τὸ ἀξίωμα τῆς ἱστορίας καὶ ὡς Θουκυδίδῃ πρέπον, μεταξὺ τῶν Ἀττικῶν ὀνομάτων τὰ Ἰταλιωτικὰ ταῦτα ἐγκεῖσθαι, ὥσπερ τὴν πορφύραν ἐπικοσμοῦντα καὶ ἐμπρέποντα καὶ πάντως συνᾴδοντα.
请为我想想,在雅典词汇之中夹杂着这些意大利(拉丁)词汇,这对于历史的尊严是多么巨大的提升,又是多么适合于修昔底德,它们就如同紫色饰边一样点缀着,显得格外醒目,且完全协调。

词汇与语法注释

  1. 14ἀμείνων ἦν αὐτῷ — 主句动词 ἦν 对应的是反事实条件从句(εἰ... καθῄρει “如果他打败了……”)。此处的比较级形容词 ἀμείνων(意为“本会更好、更合适”)因其自身含有可能性或合适性的含义,因而在没有语气助词 ἄν 的情况下亦可表达虚拟语气。与格 αὐτῷ 指代“他”(即我方的将军或罗马司令官),指阿喀琉斯作为其参照物时的合适程度。
  2. 14τοῦ Ὁμήρου μηδὲν μνησθέντος — 此处的 τοῦ Ὁμήρου 是相对于比较级 ἄμεινον 的比较属格,并伴有表示伴随情况的分词 μνησθέντος,意为“比未曾提及(自己家乡)的荷马”。分词的否定词使用的是 μηδέν 而非 οὐδέν,是因为这在夸口的历史学家眼中,是被当作一种主观对比或一般属性来陈述的。
  3. 15ὅλον ἄρδην — 副词 ἄρδην(根本上、完全地)与形容词 ὅλον(整个的、全部的)结合使用,强调了极端的抄袭行为(“彻底地整套搬来”)。这里极其辛辣地讽刺了该历史学家将修昔底德第二卷中关于瘟疫的描写(47-54节)一字不落地照搬过来的行径。
  4. 15εὐ Doing (εὖ ποιῶν) — 原文为 εὖ ποιῶν。字面意思是“做得好”,但在此处作为惯用表达,意为“幸好”、“谢天谢地”。它表达了(或是该历史学家笔下、或是路基阿诺斯带有讽刺意味的)一种庆幸,即瘟疫极为方便地留在波斯(帕尔蒂亚)境内。

引用这一段

琉善, 如何撰写历史 §14-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:14-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。