Humanitext Reader

琉善 · 杀僭主者 §9-11

为间接诛除僭主索要赏赐的辩护

第 3 段,共 6 段 · 希腊语

内容简介

演说者宣扬自己带来的民主与自由,并要求法定赏赐。针对对手关于“未直接杀死僭主”的异议,他反驳说通过杀死其子间接迫使父亲自杀,与直接刺杀无异。

§9πάρειμι οὖν κομίζων ὑμῖν τὴν δημοκρατίαν καὶ θαρρεῖν ἤδη προκηρύττων ἅπασι καὶ τὴν ἐλευθερίαν εὐαγγελιζόμενος.
因此,我来到这里,为你们带来民主,向所有人宣告从此可以安心,并传达自由的福音。
ἤδη οὖν ἀπολαύετε τῶν ἔργων τῶν ἐμῶν.
那么,现在就请享受我这些功绩的成果吧。
κενὴ μέν, ὡς ὁρᾶτε, πονηρῶν ἡ ἀκρόπολις, ἐπιτάττει δὲ οὐδείς, ἀλλὰ καὶ τιμᾶν ἔξεστι καὶ δικάζειν καὶ ἀντιλέγειν κατὰ τοὺς νόμους, καὶ πάντα ταῦτα γεγένηται διʼ ἐμὲ ὑμῖν καὶ διὰ τὴν τόλμαν τὴν ἐμήν, κἀκ τοῦ ἑνὸς ἐκείνου φόνου, μεθʼ ὃν οὐκέτι ζῆν πατὴρ ἐδύνατο.
如你们所见,卫城已清空了恶人,没有人发号施令,反而可以依法予以奖赏、进行审判和提出异议,这一切都是因为我、因为我的勇气、以及那场唯一的谋杀而带给你们的,在那之后,父亲也无法再活下去了。
ἀξιῶ δʼ οὖν ἐπὶ τούτοις τὴν ὀφειλομένην δοθῆναί μοι παρʼ ὑμῶν δωρεάν, οὐ φιλοκερδὴς οὐδὲ μικρολόγος τις ὢν οὐδὲ ἐπὶ μισθῷ τὴν πατρίδα εὐεργετεῖν προῃρημένος, ἀλλὰ βεβαιωθῆναί μοι βουλόμενος τὰ κατορθώματα τῇ δωρεᾷ καὶ μὴ διαβληθῆναι μηδὲ ἄδοξον γενέσθαι τὴν ἐπιχείρησιν τὴν ἐμὴν ὡς ἀτελῆ καὶ γέρως ἀναξίαν κεκριμένην.
因此,我要求你们为这些事给予我应得的赏赐。 我并非贪图利益或斤斤计较之人,也并非为了酬劳才选择造福祖国,而是希望我的成功通过赏赐得到确认,不至于让我的尝试因被判定为未完成且不配得到荣誉而遭到诽谤或变得毫无光彩。
§10οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν· οὐ γὰρ εἶναι τυραννοκτόνον οὐδὲ πεπρᾶχθαί μοί τι κατὰ τὸν νόμον, ἀλλʼ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς.
然而此人却提出异议,说我希望获得荣誉并接受赏赐是不合理的;因为他说我并非刺杀僭主者,也没有依法完成任何事情,我的行为中还缺少一些东西,不配要求赏赐。
πυνθάνομαι τοίνυν αὐτοῦ, τί λοιπὸν ἀπαιτεῖς παρʼ ἡμῶν;
于是我问他: “那么,你还向我们要求什么?
οὐκ ἠβουλήθην;
难道我没有立志吗?
οὐκ ἀνῆλθον;
难道我没有登上去吗?
οὐκ ἐφόνευσα;
难道我没有杀死人吗?
οὐκ ἠλευθέρωσα;
难道我没有解放大家吗?
μή τις ἐπιτάττει;
难道有谁在发号施令吗?
μή τις κελεύει;
难道有谁在命令吗?
μή τις ἀπειλεῖ δεσπότης;
难道有什么主人在威胁吗?
μή τίς με τῶν κακούργων διέφυγεν;
恶人里难道有谁漏网了吗?
οὐκ ἂν εἴποις.
”你绝不能这样说。
ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις.
相反,一切都充满了和平,所有的法律都在运行,自由是显而易见的,民主是稳固的,婚礼没有受到侮辱,孩子们没有恐惧,处女们是安全的,城市正在庆祝这共同的好运。
τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος;
那么,谁是这一切的源头?
τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος;
是谁终结了那些恶行,带来了这些福祉?
εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦ τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ γέρως, ἐξίσταμαι τῆς δωρεᾶς.
如果在我之前有谁更配获得荣誉,我便让出这份奖赏,放弃这笔谢礼。
εἰ δὲ μόνος ἐγὼ πάντα διεπραξάμην τολμῶν καὶ κινδυνεύων, ἀνιών, ἀναιρῶν, κολάζων, διʼ ἀλλήλων τιμωρούμενος, τί μου διαβάλλεις τὰ κατορθώματα;
但如果是我独自一人通过冒险和面对危险,登上去、杀死、惩罚,让他们互相报应,从而完成了这一切,你为什么要诽谤我的成就?
τί δὲ ἀχάριστον πρός με τὸν δῆμον ποιεῖς εἶναι;
你为什么要让民众对我忘恩负义?
§11οὐ γὰρ αὐτὸν ἐφόνευσας τὸν τύραννον· ὁ δὲ νόμος τυραννοκτόνῳ δίδωσιν τὴν δωρεάν.
“因为你并没有杀死僭主本人;而法律是把赏赐给刺杀僭主之人的。
διαφέρει δέ, εἰπέ μοι, τί ἢ αὐτὸν ἀνελεῖν ἢ τοῦ θανάτου παρασχεῖν τὴν αἰτίαν;
” 请告诉我,亲手杀死他与提供他死亡的原因之间,究竟有什么区别?
ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι·
我个人认为毫无区别。
ἀλλὰ τοῦτο μόνον ὁ νομοθέτης εἶδεν, τὴν ἐλευθερίαν, τὴν δημοκρατίαν, τὴν τῶν δεινῶν ἀπαλλαγήν.
相反,立法者所关注的仅仅是:自由、民主以及从灾难中解脱。
τοῦτʼ ἐτίμησεν, τοῦτʼ ἄξιον ἀμοιβῆς ὑπέλαβεν, ὅπερ οὐκ ἂν εἴποις μὴ διʼ ἐμὲ γεγενῆσθαι.
这正是他所尊重的,是他认为值得回报的,而你不能说这一切不是因我而实现的。
εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο, αὐτὸς εἴργασμαι τὴν σφαγήν.
因为如果我杀死了那个人,由于他的死而导致僭主无法活下去,那么我自己就促成了这次杀害。
ἐμὸς ὁ φόνος, ἡ χεὶρ ἐκείνου.
谋杀属于我,而手则是他的。
μὴ τοίνυν ἀκριβολογοῦ ἔτι περὶ τοῦ τρόπου τῆς τελευτῆς μηδὲ ἐξέταζε ὅπως ἀπέθανεν, ἀλλʼ εἰ μηκέτʼ ἐστίν, εἰ δι’ ἐμὲ τὸ μηκέτʼ εἶναι ἔχει·
因此,不要再对死的方式斤斤计较,也不要查问他是如何死去的,而要看他是否不复存在,以及他的不复存在是否归功于我。
ἐπεὶ κἀκεῖνο προσεξετάσειν μοι δοκεῖς καὶ συκοφαντήσειν τοὺς εὐεργέτας, εἴ τις μὴ ξίφει, ἀλλὰ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τῳ τρόπῳ ἀπέκτεινεν.
否则,在我看来,如果有人不是用剑,而是用石头、木棍或其它某种方式杀死了僭主,你也会去查问,并对恩人指手画脚。
τί δέ, εἰ λιμῷ ἐξεπολιόρκησα τὸν τύραννον τὴν ἀνάγκην τῆς τελευτῆς παρέχων, ἀπῄτεις ἂν καὶ τότε παρʼ ἐμοῦ αὐτόχειρα τὴν σφαγήν, ἢ ἐνδεῖν ἔλεγές μοί τι πρὸς τὸν νόμον, καὶ ταῦτα χαλεπώτερον τοῦ κακούργου πεφονευμένου;
那如果我是用饥饿围困了僭主,迫使他走向死亡呢? 难道那时你也会要求我亲手杀害,或者说我的行为不符合法律,而且恶人死得比被杀还要痛苦?
ἓν μόνον ἐξέταζε, τοῦτο ἀπαίτει, τοῦτο πολυπραγμόνει, τίς τῶν πονηρῶν λείπεται, ἢ τίς ἐλπὶς τοῦ φόβου ἢ τί ὑπόμνημα τῶν συμφορῶν;
你只要审查一件事,要求这一件,查究这一件:那些恶人里还有谁留着,或者还有什么令人恐惧的苗头,或灾难的蛛丝马迹存留?
εἰ δὲ καθαρὰ πάντα καὶ εἰρηνικά, συκοφαντοῦντός ἐστιν τῷ τρόπῳ τῶν πεπραγμένων χρώμενον ἀποστερεῖν ἐθέλειν τὴν ἐπὶ τοῖς πεπονημένοις δωρεάν.
如果一切都已清明而和平,那么利用所做之事的手段为借口,意图剥夺他人因辛劳付出而该得的赏赐,正是诽谤者的所作所为。

词汇与语法注释

  1. 9μεθʼ ὃν — 关系代词 `ὃν` 的先行词既可以解释为紧接其前的名词 `φόνου`(杀害),也可以解释为其属格修饰语 `ἐκείνου` 所指的“那个人(儿子)”。无论哪种情况,在上下文语境中都指“在儿子死后,父亲便无法活下去”这一因果关系。
  2. 10οὐ γὰρ εἶναι τυραννοκτόνον — 这是由动词 `φησὶν`(他说)引导的间接引语中的带对格的不定式(AcI)结构。不定式 `εἶναι` 的逻辑主语因与主句的对格宾语 `με`(我)相同而被省略,而表语 `τυραννοκτόνον` 则与之保持一致,采用对格形式。
  3. 10διʼ ἀλλήλων τιμωρούμενος — 分词 `τιμωρούμενος` 在此处不仅具有“(亲自)复仇”这一直接中动语态的含义,还包含“使他们通过彼此受到惩罚(促使一方导致另一方死亡)”这一使役性或间接性的微妙含义。
  4. 11εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο — 在条件句的从句中,关系从句 `διʼ ὃν...` 中的 `ὃν` 指代儿子(没有他的存在父亲就无法存活),而 `ἐκεῖνος` 指代父亲。`διʼ ὃν` 表示手段(通过他)或原因(因为他,依赖他)。

引用这一段

琉善, 杀僭主者 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg051.humanitext-grc2:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。