Humanitext Reader

琉善 · 杀僭主者 §5-8

诛杀僭主之子与诱使老僭主自尽

第 2 段,共 6 段 · 希腊语

内容简介

叙述者说明了年轻的儿子才是僭主政治的实际统治者和万恶之源,并讲述了自己登上卫城将其刺杀的经过。随后,他透露自己将剑留在了幸存的老僭主身边,从而引导其自杀,完成了这场戏剧。

§5ὁ νεανίας δὲ τῆς μὲν τιμῆς παρεχώρει καθʼ ἡλικίαν ἐκείνῳ καὶ μόνου ἐξίστατο τοῦ τῆς ἀρχῆς ὀνόματος, τὸ δʼ ἔργον τῆς τυραννίδος καὶ τὸ κεφάλαιον αὐτὸς ἦν, καὶ τὸ μὲν πιστὸν καὶ ἀσφαλὲς ἀπʼ αὐτοῦ παρεῖχε τῇ δυναστείᾳ, τὴν δὲ ἀπόλαυσιν μόνος ἐκαρποῦτο τῶν ἀδικημάτων.
青年根据年龄向他让出尊荣,仅避开了统治之名,但僭主政治的实质和核心则是他自己;他从自己这边为这个王朝提供信任和安全,而独自享受罪恶的甘美。
ἐκεῖνος ἦν ὁ τοὺς δορυφόρους συνέχων, ὁ τὴν φρουρὰν κρατύνων, ὁ τοὺς τυραννουμένους φοβῶν, ὁ τοὺς ἐπιβουλεύοντας ἐκκόπτων, ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν, ὁ ἐνυβρίζων τοῖς γάμοις·
正是他维系着卫队,强化着守备,恐吓着受统治的人们,铲除着图谋不轨者;正是他强拉青年,侮辱婚姻。
ἐκείνῳ αἱ παρθένοι ἀνήγοντο, καὶ εἴ τινες σφαγαὶ καὶ εἴ τινες φυγαὶ καὶ χρημάτων ἀφαιρέσεις καὶ βάσανοι καὶ ὕβρεις, πάντα ταῦτα τολμήματα ἦν νεανικά.
处女被带到他面前,若有任何屠杀、流放、没收财产、酷刑和侮辱,这一切都是那个年轻人的暴行。
ὁ γέρων δὲ ἐκείνῳ ἠκολούθει καὶ συνηδίκει καὶ ἐπῄνει μόνον τὰ τοῦ παιδὸς ἀδικήματα, καὶ τὸ πρᾶγμα ἡμῖν ἀφόρητον καθειστήκει·
老人则追随他,协同作恶,仅仅赞许儿子的罪行,而这局面让我们无法忍受。
ὅταν γὰρ αἱ τῆς γνώμης ἐπιθυμίαι τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν προσλάβωσιν, οὐδένα ὅρον ποιοῦνται τῶν ἀδικημάτων.
因为当心灵的欲望获得了来自统治的权力时,他们对罪恶便不设任何界限。
§6μάλιστα δὲ ἐκεῖνο ἐλύπει, τὸ εἰδέναι μακράν, μᾶλλον δὲ ἀΐδιον, τὴν δουλείαν ἐσομένην καὶ ἐκ διαδοχῆς παραδοθησομένην τὴν πόλιν ἄλλοτε ἄλλῳ δεσπότῃ καὶ πονηρῶν κληρονόμημα γενησόμενον τὸν δῆμον·
\n 最令人痛苦的是,人们知道奴役将是长久的,甚至是永恒的,这座城市将通过继承而被相继交给一个又一个主人,而人民将成为恶人们的遗产。
ὡς τοῖς γε ἄλλοις οὐ μικρά τις ἐλπὶς αὕτη, τὸ λογίζεσθαι καὶ πρὸς αὐτοὺς λέγειν, ἀλλʼ ἤδη παύσεται, ἀλλʼ ἤδη τεθνήξετα καὶ μετʼ ὀλίγον ἐλεύθεροι γενησόμεθα.
因为对其他人来说,思考并对自己说这些话,乃是不小的希望: \n“但他很快就会停止,” \n“但他很快就会死,不久我们就会自由。
ἐπʼ ἐκείνων δὲ οὐδὲν τοιοῦτον ἠλπίζετο, ἀλλὰ ἑωρῶμεν ἤδη ἕτοιμον τὸν τῆς ἀρχῆς διάδοχον.
” \n但在那些人的统治下,没有任何这样的希望,相反,我们看到统治的继承人已经准备就绪。
τοιγαροῦν οὐδʼ ἐπιχειρεῖν τις ἐτόλμα τῶν γεννικῶν καὶ τὰ αὐτὰ ἐμοὶ προαιρουμένων, ἀλλʼ ἀπέγνωστο παντάπασιν ἡ ἐλευθερία καὶ ἄμαχος ἡ τυραννὶς ἐδόκει, πρὸς τοσούτους ἐσομένης τῆς ἐπιχειρήσεως.
因此,即使是那些性格高尚、与我有相同志向的人,也没有一个人敢于尝试,自由被完全放弃,僭主政治显得无懈可击,因为这一尝试必须针对如此多的人。
§7ἀλλʼ οὐκ ἐμὲ ταῦτα ἐφόβησεν οὐδὲ τὸ δυσχερὲς τῆς πράξεως λογισάμενος ἀπώκνησα οὐδὲ πρὸς τὸν κίνδυνον ἀπεδειλίασα, μόνος δέ, μόνος πρὸς οὕτως ἰσχυρὰν καὶ πολλὴν τυραννίδα, μᾶλλον δὲ οὐ μόνος, ἀλλὰ μετὰ τοῦ ξίφους ἀνῄειν τοῦ συμμεμαχημένου καὶ τὸ μέρος συντετυραννοκτονηκότος, πρὸ ὀφθαλμῶν μὲν τὴν τελευτὴν ἔχων, ἀλλαξόμενος δὲ ὅμως τὴν κοινὴν ἐλευθερίαν τῆς σφαγῆς τῆς ἐμῆς.
\n 但这些并没有吓倒我,我也没因考虑到行动的艰难而退缩,更没有在危险面前表现得懦弱。 我独自一人,独自一人面对如此强大而庞大的僭主政权——或者说并非独自一人,而是带着曾与我并肩作战、并在某种程度上共同刺杀僭主的剑——登了上去,死亡虽在眼前,但我仍愿用自己的被杀来换取共同的自由。
ἐντυχὼν δὲ τῇ πρώτῃ φρουρᾷ καὶ τρεψάμενος οὐ ῥᾳδίως τοὺς δορυφόρους καὶ τὸν ἐντυγχάνοντα κτείνων καὶ τὸ ἀνθιστάμενον πᾶν διαφθείρων ἐπὶ τὸ κεφάλαιον αὐτὸ τῶν ἔργων ἱέμην, ἐπὶ τὴν μόνην τῆς τυραννίδος ἰσχύν, ἐπὶ τὴν ὑπόθεσιν τῶν ἡμετέρων συμφορῶν·
在遇到第一道防线、费尽周折击退卫兵、杀死所遇到的每一个人、消灭所有抵抗之后,我直奔行动的核心,奔向僭主政治唯一的支柱,奔向我们不幸的根源。
καὶ ἐπιστὰς τῷ τῆς ἀκροπόλεως φρουρίῳ καὶ ἰδὼν γεννικῶς ἀμυνόμενον καὶ ἀνθιστάμενον πολλοῖς τραύμασιν ὅμως ἀπέκτεινα.
我驻足在卫城的要塞,看到他英勇地防卫和抵抗,尽管受了许多伤,我还是杀死了他。
§8καὶ ἡ μὲν τυραννὶς ἤδη καθῄρητο, καὶ πέρας εἶχέ μοι τὸ τόλμημα, καὶ τὸ ἀπʼ ἐκείνου πάντες ἦμεν ἐλεύθεροι, ἐλείπετο δὲ γέρων ἔτι μόνος, ἄνοπλος, ἀποβεβληκὼς τοὺς φύλακας, ἀπολωλεκὼς τὸν μέγαν ἐκεῖνον ἑαυτοῦ δορυφόρον, ἔρημος, οὐδὲ γενναίας ἔτι χειρὸς ἄξιος.
\n 至此,僭主政治已被推翻,我的壮举也已结束,从那时起我们所有人都自由了。 但还剩下一个老人,独自一人,手无寸铁,失去了守卫,失去了他那强大的护卫,孤立无援,甚至不再配得上一只高尚之手。
ἐνταῦθα τοίνυν πρὸς ἐμαυτόν, ὦ ἄνδρες δικασταί, τὰ τοιαῦτα ἐλογιζόμην· πάντʼ ἔχει μοι καλῶς, πάντα πέπρακται, πάντα κατώρθωται.
\n因此,诸位陪审员,我心中这样盘算: \n“对我来说一切安好,一切皆已完成,一切皆已成功。
τίνα ἂν ὁ περίλοιπος κολασθείη τρόπον;
这幸存者该以何种方式受罚?
ἐμοῦ μὲν γὰρ ἀνάξιός ἐστι καὶ τῆς ἐμῆς δεξιᾶς, καὶ μάλιστα ἐπʼ ἔργῳ λαμπρῷ καὶ νεανικῷ καὶ γενναίῳ ἀνῃρημένος, καταισχύνων κἀκείνην τὴν σφαγήν·
因为他不配死于我和我的右手,特别是在如此辉煌、年轻且高尚的行动之后,若杀死他,甚至会羞辱那次杀戮。
ἄξιον δέ τινα δεῖ ζητῆσαι δήμιον, ἀλλαγὴν συμφορᾶς, μηδὲ τὴν αὐτὴν κερδαίνειν.
我们必须寻找某种合适的行刑人,换一种不幸的方式,绝不能让他在同样的事情中占便宜。
ἰδέτω, κολασθήτω, παρακείμενον ἐχέτω τὸ ξίφος· τούτῳ τὰ λοιπὰ ἐντέλλομαι.
让他看着,让他受罚,让剑放在他的身边;我把剩下的事情托付给它。
ταῦτα βουλευσάμενος αὐτὸς μὲν ἐκποδὼν ἀπηλλαττόμην, ὁ δέ, ὅπερ ἐγὼ προὐμαντευσάμην, διεπράξατο καὶ ἐτυραννοκτόνησεν καὶ τέλος ἐπέθηκε τῷ ἐμῷ δράματι.
” \n作此决定后,我自己便避开离去。 而他,正像我所预言的那样,完成了这一举动,杀死了僭主,为我的戏剧画上了圆满的句号。

词汇与语法注释

  1. 5τοῦ τῆς ἀρχῆς ὀνόματος — ὀνόματος 是由动词 ἐξίστατο(退让、避开)支配的属格补足语,表示他仅仅避开了统治的“名义”。
  2. 6τὸ εἰδέναι — τὸ εἰδέναι 是冠词性不定式,与前文的指示代词 ἐκεῖνο(宾格)同位。该不定式内部引导一个带宾格主语的结构,即以 τὴν δουλείαν 为主语、ἐσομένην(将来时分词,作不定式使用)为谓语的宾格不定式复合结构。
  3. 7ἀλλαξόμενος δὲ ὅμως τὴν κοινὴν ἐλευθερίαν τῆς σφαγῆς τῆς ἐμῆς — 将来时分词 ἀλλαξόμενος(表示目的)支配双重格,即表示获得的宾格(τὴν κοινὴν ἐλευθερίαν,共同的自由)和表示付出代价的属格(τῆς σφαγῆς τῆς ἐμῆς,我的被杀/死亡)。
  4. 8τούτῳ τὰ λοιπὰ ἐντέλλομαι — 与格 τούτῳ 是中性单数指示代词,指代紧接其前的 τὸ ξίφος(剑)。叙述者拟人化地命令“这把剑”去完成剩下的任务。虽然理论上也可以解释为指代那个老人(阳性与格),但从上下文来看,将其理解为指向剑的中性代词更为自然和契合语境。

引用这一段

琉善, 杀僭主者 §5-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg051.humanitext-grc2:5-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。