← ルキアノス

僭主殺し

§9-11

間接的な僭主殺害による報償の正当化

弁論者は自身がもたらした民主政と自由をアピールし、法律に基づく報償を要求する。相手側の「直接僭主を殺していない」という異議に対し、息子の死を通じて間接的に父親を自殺に追い込んだことも殺害と同等であると反論する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

πάρειμι οὖν κομίζων ὑμῖν τὴν δημοκρατίαν καὶ θαρρεῖν ἤδη προκηρύττων ἅπασι καὶ τὴν ἐλευθερίαν εὐαγγελιζόμενος. ἤδη οὖν ἀπολαύετε τῶν ἔργων τῶν ἐμῶν. κενὴ μέν, ὡς ὁρᾶτε, πονηρῶν ἡ ἀκρόπολις, ἐπιτάττει δὲ οὐδείς, ἀλλὰ καὶ τιμᾶν ἔξεστι καὶ δικάζειν καὶ ἀντιλέγειν κατὰ τοὺς νόμους, καὶ πάντα ταῦτα γεγένηται διʼ ἐμὲ ὑμῖν καὶ διὰ τὴν τόλμαν τὴν ἐμήν, κἀκ τοῦ ἑνὸς ἐκείνου φόνου, μεθʼ ὃν1 οὐκέτι ζῆν πατὴρ ἐδύνατο. ἀξιῶ δʼ οὖν ἐπὶ τούτοις τὴν ὀφειλομένην δοθῆναί μοι παρʼ ὑμῶν δωρεάν, οὐ φιλοκερδὴς οὐδὲ μικρολόγος τις ὢν οὐδὲ ἐπὶ μισθῷ τὴν πατρίδα εὐεργετεῖν προῃρημένος, ἀλλὰ βεβαιωθῆναί μοι βουλόμενος τὰ κατορθώματα τῇ δωρεᾷ καὶ μὴ διαβληθῆναι μηδὲ ἄδοξον γενέσθαι τὴν ἐπιχείρησιν τὴν ἐμὴν ὡς ἀτελῆ καὶ γέρως ἀναξίαν κεκριμένην.

それゆえ私は、皆さんに民主政をもたらし、今や誰もが心強くあるよう布告し、自由の福音を告げ知らせるためにここにおります。さあ、今や私の数々の行いの成果を享受してください。ご覧の通り、アクロポリスは悪人どもから一掃されて空っぽであり、誰も命令する者はなく、かえって法律に従って人を顕彰することも、裁判を行うことも、異議を唱えることも可能であり、これらすべては私のおかげで、また私の勇気のおかげで、そして父親がもはや生き続けることのできなくなったあのたった一つの殺害から、あなたたちにもたらされたのです。ですから、これらのことに対して、当然支払われるべき報償があなた方から私に与えられることを要求します。私は利をむさぼる者でも、しみったれた者でもなく、報酬を目当てに祖国に尽くそうと志したわけでもありません。ただ、報償によって私の成功を確固たるものにしたいと望み、私の企てが未完成で褒賞に値しないと判断されることで、非難されたり不名誉になったりしないことを願っているのです。

§10

οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν· οὐ γὰρ εἶναι τυραννοκτόνον2 οὐδὲ πεπρᾶχθαί μοί τι κατὰ τὸν νόμον, ἀλλʼ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς. πυνθάνομαι τοίνυν αὐτοῦ, τί λοιπὸν ἀπαιτεῖς παρʼ ἡμῶν; οὐκ ἠβουλήθην; οὐκ ἀνῆλθον; οὐκ ἐφόνευσα; οὐκ ἠλευθέρωσα; μή τις ἐπιτάττει; μή τις κελεύει; μή τις ἀπειλεῖ δεσπότης; μή τίς με τῶν κακούργων διέφυγεν; οὐκ ἂν εἴποις. ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος; τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος; εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦ τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ γέρως, ἐξίσταμαι τῆς δωρεᾶς. εἰ δὲ μόνος ἐγὼ πάντα διεπραξάμην τολμῶν καὶ κινδυνεύων, ἀνιών, ἀναιρῶν, κολάζων, διʼ ἀλλήλων τιμωρούμενος,3 τί μου διαβάλλεις τὰ κατορθώματα; τί δὲ ἀχάριστον πρός με τὸν δῆμον ποιεῖς εἶναι;

ところが、そこにいるこの男は異議を唱え、私が栄誉を望み報償を受け取ろうとするのは道理に合わないと主張しています。というのも、私は僭主殺しではなく、法律に従って何事も成し遂げておらず、私の行いには報償を要求するには何かが欠けていると言うのです。そこで私は彼に尋ねます。 「それでは、あなたは私たちにこれ以上何を求めるのですか。私は志さなかったでしょうか。私は登らなかったでしょうか。私は殺さなかったでしょうか。私は解放しなかったでしょうか。誰か命令する者がいるでしょうか。誰か指図する者がいるでしょうか。誰か主人が脅しているでしょうか。悪人のうち誰か一人でも私から逃れたでしょうか。」あなたはそうは言えないでしょう。むしろ、すべては平和に満ち、すべての法律が機能し、自由は明白であり、民主政は確固たるものとなり、婚礼は侮辱されず、子供たちは恐れを知らず、処女たちは安全であり、都市は共通の幸福を祝っています。それでは、これらすべての原因となったのは誰ですか。あの惨状を終わらせ、これらの恵みをもたらしたのは誰ですか。もし私よりも先に栄誉を受けるにふさわしい者がいるならば、私はその褒賞を譲り、報償を辞退しましょう。しかし、もし私一人が、勇気を振るい、危険を冒し、登っていき、殺害し、罰し、彼らを互いに報復させることで、すべてを成し遂げたのであるなら、なぜ私の成功を誹謗するのですか。なぜ民衆を私に対して恩知らずにしようとするのですか。

§11

οὐ γὰρ αὐτὸν ἐφόνευσας τὸν τύραννον· ὁ δὲ νόμος τυραννοκτόνῳ δίδωσιν τὴν δωρεάν. διαφέρει δέ, εἰπέ μοι, τί ἢ αὐτὸν ἀνελεῖν ἢ τοῦ θανάτου παρασχεῖν τὴν αἰτίαν; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι· ἀλλὰ τοῦτο μόνον ὁ νομοθέτης εἶδεν, τὴν ἐλευθερίαν, τὴν δημοκρατίαν, τὴν τῶν δεινῶν ἀπαλλαγήν. τοῦτʼ ἐτίμησεν, τοῦτʼ ἄξιον ἀμοιβῆς ὑπέλαβεν, ὅπερ οὐκ ἂν εἴποις μὴ διʼ ἐμὲ γεγενῆσθαι. εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο,4 αὐτὸς εἴργασμαι τὴν σφαγήν. ἐμὸς ὁ φόνος, ἡ χεὶρ ἐκείνου. μὴ τοίνυν ἀκριβολογοῦ ἔτι περὶ τοῦ τρόπου τῆς τελευτῆς μηδὲ ἐξέταζε ὅπως ἀπέθανεν, ἀλλʼ εἰ μηκέτʼ ἐστίν, εἰ δι’ ἐμὲ τὸ μηκέτʼ εἶναι ἔχει· ἐπεὶ κἀκεῖνο προσεξετάσειν μοι δοκεῖς καὶ συκοφαντήσειν τοὺς εὐεργέτας, εἴ τις μὴ ξίφει, ἀλλὰ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τῳ τρόπῳ ἀπέκτεινεν. τί δέ, εἰ λιμῷ ἐξεπολιόρκησα τὸν τύραννον τὴν ἀνάγκην τῆς τελευτῆς παρέχων, ἀπῄτεις ἂν καὶ τότε παρʼ ἐμοῦ αὐτόχειρα τὴν σφαγήν, ἢ ἐνδεῖν ἔλεγές μοί τι πρὸς τὸν νόμον, καὶ ταῦτα χαλεπώτερον τοῦ κακούργου πεφονευμένου; ἓν μόνον ἐξέταζε, τοῦτο ἀπαίτει, τοῦτο πολυπραγμόνει, τίς τῶν πονηρῶν λείπεται, ἢ τίς ἐλπὶς τοῦ φόβου ἢ τί ὑπόμνημα τῶν συμφορῶν; εἰ δὲ καθαρὰ πάντα καὶ εἰρηνικά, συκοφαντοῦντός ἐστιν τῷ τρόπῳ τῶν πεπραγμένων χρώμενον ἀποστερεῖν ἐθέλειν τὴν ἐπὶ τοῖς πεπονημένοις δωρεάν.

「なぜなら、お前は僭主自身を殺したわけではない。しかし法律は僭主殺しに報償を与えるのだから」と。 言ってごらんなさい、彼自身を殺すことと、その死の原因を提供することの間に、何の差があるというのですか。私は何の違いもないと思います。そうではなく、立法者が目を向けたのはただこのこと、すなわち自由、民主政、そして悲惨な状況からの脱却だけでした。彼はこれを称揚し、これを報酬に値すると見なしたのです。そして、これが私のおかげで実現したのではないと、あなたには言えないはずです。なぜなら、もし私が、それなしには彼が生きていけなかった人物を殺したのであるなら、私自身がその殺害を行ったことになるからです。殺害は私のものであり、手は彼のものなのです。それゆえ、もはや死の手段について厳密に詮索したり、どのようにして死んだかを吟味したりするのではなく、彼がもはや存在しないのか、そして存在しないのが私のおかげであるのかどうかを吟味しなさい。さもなければ、誰かが剣ではなく、石や棍棒やその他の方法で殺した場合にも、あなたはそれをも細かく詮索し、恩人たちを讒言するように思われますから。もし私が僭主を飢餓によって兵糧攻めにし、死という不可避の事態をもたらしたとしたら、そのときもあなたは私に自らの手による殺害を要求し、法律に対して何かが欠けていると言ったでしょうか。しかも、その方が悪人が殺されるにあたって、より過酷であったというのに。ただ一つのことだけを吟味し、これを要求し、これに関心を持ちなさい。すなわち、悪人の誰が残されているか、あるいは、恐れのいかなる兆候が、または惨劇のいかなる記憶が残っているかということを。もしすべてが清らかで平和であるなら、行われた事柄のやり方を利用して、骨折ってなされたことに対する報償を奪い取ろうと望むのは、讒言者のすることです。

構文注4 件
  1. 9μεθʼ ὃν

    関係代名詞 ὃν の先行詞は、直前の φόνου(殺害)とも、その属格修飾語 ἐκείνου が指す「あの者(息子)」とも解釈できる。文脈上、どちらであっても「息子の死の後には父親は生きられなかった」という因果関係を指す。

  2. 10οὐ γὰρ εἶναι τυραννοκτόνον

    動詞 φησὶν(彼は言う)に導かれた間接話法の対格不定詞構文。不定詞 εἶναι の意味上の主語は、主節の対格目的語 με(私を)と同じであるため明示されず、補語 τυραννοκτόνον は主語に合わせて対格になっている。

  3. 10διʼ ἀλλήλων τιμωρούμενος

    分詞 τιμωρούμενος は、ここでは「(自ら)復讐する」という直接的な中動態の意味だけでなく、「彼らを互いを通じて罰せさせる(一方が他方を殺すように仕向ける)」という使役的・間接的なニュアンスを含んでいる。

  4. 11εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο

    条件文の従属節において、関係節 διʼ ὃν... の ὃν は息子(その存在なしには父親が生きていけなかった対象)を指し、ἐκεῖνος は父親を指す。διʼ ὃν は手段(彼を通じて)あるいは原因(彼のおかげで、彼の存在ゆえに)を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg051.humanitext-grc2:9-11