§12ἐγὼ δὲ καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις (ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων) αἰτίας θανάτου εἶναι διττάς, καὶ εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι — μάλα δικαίως· οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσων γίνεσθαι τῷ τῆς ἀδείας·
我同样记得法律中也有明确规定(除非由于长期的奴役,我已经忘记了其中所说的话),即致死的原因有两种:即便某人没有亲自动手、没有用双手完成这一行为,但如果他强迫并提供了谋杀的契机,法律也认为应当对他予以同等的惩罚——这非常公正,因为法律不希望由于免于惩罚而使惩罚轻于所犯的罪行;因此,对杀害方式的审查是多余的。
καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς. εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις;
那么,对于以此种方式致人死亡的人,你认为应当作为杀人犯予以惩罚,且绝不放过;而对于以同样方式造福城邦的人,你却不肯给予他与恩人同等的待遇吗?
§13οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος.
你甚至不能这样说,即我只是单纯做了那件事,而在我并非故意的情况下,顺便产生了一个好结果。
τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου;
在那个更强大的儿子被杀之后,我还有什么可害怕的呢?
τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην;
如果我没有完全预见到将会发生的事情,我为什么要把剑留在伤口里呢?
ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπʼ αὐτῷ πολλάς, εἰ ἀποθάνοι, ἡδέως ἂν ὑμεῖς ἐδώκατε.
除非你非要说,死者并非僭主,或者他并没有这一称号,又或者如果他死了,你们也不会乐意为他提供丰厚赏赐。
ἀλλʼ οὐκ ἂν εἴποις.
但你绝不能这样说。
Εἶτα τοῦ τυράννου πεφονευμένου τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεάν;
既然僭主已被杀,难道你就不肯把赏赐给予那个提供杀害原因的人吗?
ὢ τῆς πολυπραγμοσύνης.
啊,这是何等的百般刁难!
μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι προσαπαιτεῖς;
当你享受着自由时,你还在乎他是怎么死的吗? 还是说,对于那个恢复了民主制的人,你还要额外提出什么要求?
καίτοι ὅ γε νόμος,
ὡς φής,
τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ.
然而正如你所说,法律只审查所做之事的关键结果,而放过中间的一切过程,不再多加干涉。
τί γάρ;
这是为什么呢?
οὐχὶ καὶ ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου;
难道一个仅仅驱逐了僭主的人,就不能已经获得刺杀僭主的荣誉了吗?
καὶ μάλα δικαίως· ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται.
这非常公正,因为他也用自由代替了奴役。
τὸ δʼ ὑπʼ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.
而我所做的事情,既非放任其逃亡,也非留有二次叛乱的隐患,而是彻底的推翻,是整个家族的彻底覆灭,是将所有的恐惧连根拔除。
§14καί μοι πρὸς θεῶν ἤδη ἀπʼ ἀρχῆς ἐς τέλος, εἰ δοκεῖ, πάντα ἐξετάσατε, εἴ τι τῶν πρὸς τὸν νόμον παραλέλειπται καὶ εἰ ἐνδεῖ τι τῶν προσεῖναι ὀφειλόντων τυραννοκτόνῳ.
神明在上,如果你们愿意,请现在就从头到尾审查一切,看看是否有任何不符合法律的地方,以及刺杀僭主者所应具备的条件中是否有任何缺失。
πρῶτα μὲν δὴ γνώμην προϋπάρχειν χρὴ γενναίαν καὶ φιλόπολιν καὶ πρὸ τῶν κοινῶν κινδυνεύειν ἐθέλουσαν καὶ τῷ οἰκείῳ θανάτῳ τὴν τῶν πολλῶν σωτηρίαν ὠνησομένην.
首先,必须预先存在一种高尚且热爱城邦的心志,乐于为公共利益冒危险,并甘愿用自己的死亡换取大众的安全。
ἆρʼ οὖν πρὸς τοῦτο ἐνεδέησα, ἐμαλακίσθην, ἢ προελόμενός τινα τῶν διὰ μέσου κινδύνων ἀπώκνησα;
那么在这点上,我是否有任何欠缺、是否表现得软弱,或是在面对中间的某些危险时退缩了?
οὐκ ἂν εἴποις.
你不能这样说。
μένε τοίνυν ἐπὶ τούτου ἔτι μόνου καὶ νόμιζε τοῦ θελῆσαι μόνον καὶ τοῦ βουλεύσασθαι ταῦτα, εἰ καὶ μὴ χρηστὸν ἀποβεβήκει, ἔκ γε τῆς γνώμης αὐτῆς καταστάντα με γέρας ἀξιοῦν ὡς εὐεργέτην λαμβάνειν.
那么请仅仅停留在这个论点上,并认为,仅仅是有了这种意愿和谋划,即便没有产生好的结果,单凭这一心志本身,我也配作为恩人获得赏赐。
ἐμοῦ μὲν οὐ δυνηθέντος, ἄλλου δὲ μετʼ ἐμὲ τετυραννοκτονηκότος, ἄλογον, εἰπέ μοι, ἢ ἀγνῶμον ἦν παρασχεῖν;
如果我未能成功,但在我之后有人刺杀了僭主,请告诉我,给予我赏赐是无理还是无情?
καὶ μάλιστα εἰ ἔλεγον,
ἄνδρες, ἐβουλόμην, ἠθέλησα, ἐπεχείρησα, ἐπειράθην· τῆς γνώμης μόνης ἄξιός εἰμι τιμᾶσθαι, τί
ἂν ἀπεκρίνω τότε;
尤其是如果我说:‘诸位,我渴望过、立志过、尝试过、努力过;单凭这一心志我就配获得荣誉’——那时你会怎么回答?
§15νῦν δὲ οὐ τοῦτό φημι, ἀλλὰ καὶ ἀνῆλθον καὶ ἐκινδύνευσα καὶ μυρία πρὸ τῆς τοῦ νεανίσκου σφαγῆς ἐπόνησα·
但现在我并不是在说这些,而是我不仅登了上去,冒了危险,而且在刺杀那个年轻人之前经历了无数辛劳。
μὴ γὰρ οὕτω ῥᾷστον μηδὲ εὐχερὲς ὑπολάβητε εἶναι τὸ πρᾶγμα, φρουρὰν ὑπερβῆναι καὶ δορυφόρων κρατῆσαι καὶ τρέψασθαι τοσούτους μόνον, ἀλλὰ σχεδὸν τὸ μέγιστον ἐν τῇ τυραννοκτονίᾳ καὶ τὸ κεφάλαιον τῶν ἔργων τοῦτό ἐστιν.
请不要以为通过守卫、制服护卫、且独自一人击退那么多人是一件极其轻而易举的事,相反,这几乎是刺杀僭主中最伟大的部分,也是所有功绩的中心。
οὐ γὰρ δὴ αὐτός γε ὁ τύραννος μέγα καὶ δυσάλωτον καὶ δυσκατέργαστόν ἐστιν, ἀλλὰ τὰ φρουροῦντα καὶ συνέχοντα τὴν τυραννίδα, ἅ τις ἂν νικήσῃ, πάντα οὗτος κατώρθωσεν, καὶ τὸ λοιπὸν ὀλίγον.
因为僭主本人并不是什么强大、难以捕捉或难以对付的人物,真正难以对付的是那些护卫和维持僭主统治的力量,如果有人战胜了这些,他就成全了全部,剩下的就微不足道了。
τὸ δὴ ἄχρι τῶν τυράννων προελθεῖν οὐκ ἂν ὑπῆρξέ μοι, μὴ οὐχὶ τῶν περὶ αὐτοὺς φυλάκων καὶ δορυφόρων ἁπάντων κεκρατηκότι κἀκείνους ἅπαντας προνενικηκότι.
如果我没有战胜他们周围所有的守卫和护卫,并预先战胜了所有人,那么走到僭主面前对我而言是不可能的。
οὐδὲν ἔτι προστίθημι, ἀλλʼ ἐπὶ τούτων αὖθις μένω· φυλακῆς ἐκράτησα, δορυφόρους ἐνίκησα, τὸν τύραννον ἀφύλακτον, ἄνοπλον, γυμνὸν ἀπέδωκα.
我不再增加任何内容,而是再次停留在这些事实之上:我克服了守卫,击败了护卫,将毫无防备、没有武器、赤手空拳的僭主交了出来。
τιμῆς ἄξιος ἐπὶ τούτοις εἶναί σοι δοκῶ, ἢ ἔτι ἀπαιτεῖς παρʼ ἐμοῦ τὸν φόνον;
在这些事实面前,你认为我配获得荣誉吗,还是你仍然要求我亲自动手杀害他?