Humanitext Reader

琉善 · 杀僭主者 §16-18

诛杀残暴后嗣与僭主的绝望自尽

第 5 段,共 6 段 · 希腊语

内容简介

演讲者强调了他杀死僭主之子的功绩,该子是僭主的保护者和残暴的继承人,并论证这一行为促使僭主本人陷入绝望并自杀。

§16ἀλλʼ εἰ καὶ φόνον ζητεῖς, οὐδὲ τοῦτο ἐνδεῖ, οὐδὲ ἀναίμακτός εἰμι, ἀλλʼ εἴργασμαι μεγάλην καὶ γενναίαν σφαγὴν νεανίσκου ἀκμάζοντος καὶ πᾶσι φοβεροῦ, διʼ ὃν ἀνεπιβούλευτος κἀκεῖνος ἦν, ᾧ μόνῳ ἐθάρρει, ὃς ἀντὶ πολλῶν ἤρκει δορυφόρων.
但是,如果你还要求有一场杀害,那这也并未缺失,我也并非没有沾染鲜血;相反,我完成了一场对一个正值壮年且令人生畏的年轻人的伟大而高贵的杀害,正是因为他,那个僭主才免受阴谋,他也唯独信任他,他一个人就足以抵得上许多护卫。
ἆρʼ οὖν οὐκ ἄξιος, ὦ οὗτος, δωρεᾶς, ἀλλὰ ἄτιμος ἐπὶ τηλικούτοις γένωμαι;
那么,你这个人啊,难道我不配获得赏赐,反而要因如此伟大的功绩而遭受无耻的待遇吗?
τί γάρ, εἰ δορυφόρον ἕνα, τί δʼ εἰ ὑπηρέτην τινὰ τοῦ τυράννου ἀπέκτεινα, τί δʼ εἰ οἰκέτην τίμιον, οὐ μέγα ἂν ἔδοξεν καὶ τοῦτο, ἀνελθόντα ἐν μέσῃ τῇ ἀκροπόλει, ἐν μέσοις τοῖς ὅπλοις φόνον τινὸς ἐργάσασθαι τῶν τοῦ τυράννου φίλων;
因为,如果我杀了一个护卫,或者僭主的某个仆人,或者一个受器重的家奴,难道仅仅是登上卫城中央,在兵器重围之中杀害僭主的某个友人,这不也已经显得是一件伟大的事了吗?
νῦν δὲ καὶ τὸν πεφονευμένον αὐτὸν ἰδέ.
而现在,请看看被杀的这个人本身。
υἱὸς ἦν τυράννου, μᾶλλον δὲ τύραννος χαλεπώτερος καὶ δεσπότης ἀπαραίτητος καὶ κολαστὴς ὠμότερος καὶ ὑβριστὴς βιαιότερος, τὸ δὲ μέγιστον, κληρονόμος τῶν ὅλων καὶ διάδοχος καὶ ἐπὶ πολὺ παρατεῖναι τὰ τῆς ἡμετέρας συμφορᾶς δυνάμενος.
他是僭主的儿子,或者更确切地说,是一个更残酷的僭主、一个毫不留情的统治者、一个更野蛮的施惩者、一个更暴虐的凌辱者,最重要的是,他是所有一切的继承人和接班人,能够使我们的灾难延长许久。
§17βούλει τοῦτο μόνον πεπρᾶχθαί μοι, ζῆν δὲ ἔτι τὸν τύραννον διαπεφευγότα;
你难道希望我仅仅做了这件事,而让僭主逃脱并依然活着吗?
γέρας δὴ ἐπὶ τούτοις αἰτῶ.
我正是为了这些而要求赏赐的。
τί φατέ;
你们怎么说?
οὐ δώσετε;
不给吗?
οὐχὶ κἀκεῖνον ὑφεωρᾶσθε·
难道你们不也曾对他心存戒备吗?
οὐ δεσπότης;
他难道不是统治者吗?
οὐ βαρύς;
难道不横暴吗?
οὐκ ἀφόρητος ἦν;
难道不是无法忍受的吗?
νῦν δὲ καὶ τὸ κεφάλαιον αὐτὸ ἐννοήσατε·
而现在,请考虑这最核心的一点。
ὃ γὰρ οὗτος ἀπαιτεῖ παρʼ ἐμοῦ, τοῦτο ὡς ἐνῆν ἄριστα διεπραξάμην, καὶ τὸν τύραννον ἀπέκτεινα ἑτέρῳ φόνῳ, οὐχ ἁπλῶς οὐδὲ πληγῇ μιᾷ, ὅπερ εὐκταιότατον ἦν αὐτῷ ἐπὶ τηλικούτοις ἀδικήμασιν, ἀλλὰ λύπῃ προβασανίσας πολλῇ καὶ ἐν ὀφθαλμοῖς δείξας τὰ φίλτατα οἰκτρῶς προκείμενα, υἱὸν ἐν ἡλικίᾳ, εἰ καὶ πονηρόν, ἀλλʼ οὖν καὶ ἀκμάζοντα καὶ ὅμοιον τῷ πατρί, αἵματος καὶ λύθρου ἐμπεπλησμένον.
因为这个人向我所要求的,我已经以最完美的方式完成了:我通过另一场杀害杀死了僭主,不是简单地、也不是通过一击——这对于犯下如此大罪的他来说本是最梦寐一求的死法——而是用巨大的悲痛预先折磨他,并让他在眼前看到最亲爱的人悲惨地横尸:一个正值盛年、尽管邪恶,但依然年轻且像他父亲一样的儿子,浑身沾满了鲜血和血污。
ταῦτʼ ἔστι πατέρων τὰ τραύματα, ταῦτα ξίφη δικαίων τυραννοκτόνων, οὗτος θάνατος ἄξιος ὠμῶν τυράννων, αὕτη τιμωρία πρέπουσα τοσούτοις ἀδικήμασιν·
这些才是父亲们所受的创伤,这些才是正义的刺杀僭主之剑,这才是配得上残暴僭主们的死亡,这才是适合如此多罪行的惩罚。
τὸ δʼ εὐθὺς ἀποθανεῖν, τὸ δʼ ἀγνοῆσαι, τὸ δὲ μηδὲν τοιοῦτο θέαμα ἰδεῖν, οὐδὲν ἔχει τυραννικῆς κολάσεως ἄξιον.
而立即死去、一无所知、完全看不到这种景象,这根本不包含任何配得上对僭主进行惩罚的元素。
§18οὐ γὰρ ἠγνόουν, ὦ οὗτος, οὐκ ἠγνόουν, οὐδὲ τῶν ἄλλων οὐδείς, ὅσην ἐκεῖνος εὔνοιαν πρὸς τὸν υἱὸν εἶχεν καὶ ὡς οὐκ ἂν ἠξίωσεν ἐπιβιῶναι οὐδʼ ὀλίγον αὐτῷ χρόνον.
因为,你这个人啊,我并不是不知道,我绝不是不知道,其他人也都不是不知道,他对他的儿子抱着多么深厚的感情,以及他绝不会愿意在儿子死后苟活哪怕一小段时间。
πάντες μὲν γὰρ πατέρες ἴσως πρὸς τοὺς παῖδας τοιοῦτοι, ὁ δὲ καὶ περιττότερόν τι τῶν ἄλλων εἶχεν, εἰκότως, ὁρῶν μόνον ἐκεῖνον κηδεμόνα καὶ φύλακα τῆς τυραννίδος καὶ μόνον προκινδυνεύοντα τοῦ πατρὸς καὶ τὴν ἀσφάλειαν τῇ ἀρχῇ παρεχόμενον.
因为也许所有的父亲对孩子都是这样的,但他却比其他人有着更甚的程度,这很自然,因为他看到唯独那个儿子是僭主统治的看护者和守卫,是唯一为父亲甘冒危险、为统治提供安全的人。
ὥστε εἰ καὶ μὴ διὰ τὴν εὔνοιαν, ἀλλὰ διὰ τὴν ἀπόγνωσιν εὐθὺς ἠπιστάμην τεθνηξόμενον αὐτὸν καὶ λογιούμενον ὡς οὐδὲν ἔτι τοῦ ζῆν ὄφελος τῆς ἐκ τοῦ παιδὸς ἀσφαλείας καθῃρημένης.
因此,即使不是因为感情,也是因为绝望,我预先知道他立刻就会死去,并会认为既然来自儿子的保护已被推翻,活着就再也没有任何用处了。
ἅπαντα τοίνυν αὐτῷ ἀθρόα περιέστησα, τὴν φύσιν, τὴν λύπην, τὴν ἀπόγνωσιν, τὸν φόβον, τὰς ἐπὶ τῶν μελλόντων. . . ἐπʼ αὐτὸν ἐχρησάμην τοῖς συμμάχοις καὶ πρὸς τὴν τελευταίαν ἐκείνην σκέψιν κατηνάγκασα.
因此,我将所有的一切一并倾泻在他身上:亲情、悲痛、绝望、恐惧以及对未来的……我利用这些同盟军来对付他,并迫使他做出那最后的决定。
ἀπέθανεν ὑμῖν ἄτεκνος, λελυπημένος, ὀδυρόμενος, δακρύων, πεπενθηκὼς πένθος ὀλιγοχρόνιον μέν, ἀλλʼ ἱκανὸν πατρί, καὶ τὸ δεινότατον, αὐτὸς ὑφʼ αὑτοῦ, ὅσπερ θανάτων οἴκτιστος καὶ πολλῷ χαλεπώτερος ἢ εἰ ὑπʼ ἄλλου γίγνοιτο.
他为你们而死,无子送终,悲痛欲绝,哀号流泪,虽然服丧时间短暂,但对一个父亲来说已足够折磨,而且最可怕的是,他死于他自己之手,这是所有死法中最悲惨的,比死于他人之手要艰难得多。

词汇与语法注释

  1. §16ἀλλὰ ἄτιμος ἐπὶ τηλικούτοις γένωμαι; — γένομαι 是第一人称单数的疑虑语气虚拟语气(deliberative subjunctive),表达一种反问或自决的语气(“难道我应该保持无耻的待遇吗?”)。
  2. §16τί γάρ, εἰ δορυφόρον ἕνα, τί δʼ εἰ ὑπηρέτην τινὰ τοῦ τυράννου ἀπέκτεινα, τί δʼ εἰ οἰκέτην τίμιον, οὐ μέγα ἂν ἔδοξεν καὶ τοῦτο — 这是一个与过去事实相反的虚拟条件句。条件从句使用过去时直陈语气的 εἰ ἀπέκτεινα(如果我当时杀死了……),主句则是带有 ἄν 的过去时直陈语气 ἂν ἔδοξεν(这难道不也显得是一件伟大的事吗?)。这种结构用以强调他实际上杀死了更为重要的人物(僭主之子)。
  3. §17ἑτέρῳ φόνῳ — 意为“通过另一场杀害”。在此处用以表达演讲者通过“杀死儿子”这一手段,间接地“杀死了僭主(父亲)”。
  4. §18ἠπιστάμην τεθνηξόμενον αὐτὸν — 将将来时分词 τεθνηξόμενον(宾格)用作 ἠπιστάμην(未完成过去时,“我知道”)的补足语,表示间接引语,说明从过去那个时间点来看,演讲者确信僭主“将会死去”。

引用这一段

琉善, 杀僭主者 §16-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg051.humanitext-grc2:16-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。