- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg051.humanitext-grc2:12-15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
語り手は、法的に「死の原因を提供した者」も直接の手下と同様に処罰されるという点を挙げ、自身が経験した事前のプロセスの克服と護衛兵の撃退が僭主殺害の核心であり褒賞に値することを力説する。
ἐγὼ δὲ καὶ τοῦτο μέμνημαι διηγορευμένον ἐν τοῖς νόμοις (ἐκτὸς εἰ μὴ διὰ τὴν πολλὴν δουλείαν ἐπιλέλησμαι τῶν ἐν αὐτοῖς εἰρημένων) αἰτίας θανάτου εἶναι διττάς,1 καὶ εἴ τις μὴ αὐτὸς μὲν ἀπέκτεινε μηδὲ τῇ χειρὶ ἔδρασεν τὸ ἔργον, ἠνάγκασεν δὲ καὶ παρέσχεν ἀφορμὴν τοῦ φόνου, τὰ ἴσα καὶ τοῦτον ἀξιοῖ ὁ νόμος αὐτὸν ἀντικολάζεσθαι — μάλα δικαίως· οὐ γὰρ ἠβούλετο τοῦ πεπραγμένου ἥσσων γίνεσθαι τῷ τῆς ἀδείας· καὶ περιττὴ λοιπὸν ἡ ἐξέτασις τοῦ τρόπου τῆς σφαγῆς. εἶτα τὸν μὲν οὕτως ἀποκτείναντα κολάζειν ὡς ἀνδροφόνον δικαιοῖς καὶ οὐδαμῶς ἀφεῖσθαι θέλεις, τὸν δὲ κατὰ τὸν αὐτὸν τούτῳ τρόπον εὖ πεποιηκότα τὴν πόλιν οὐ τῶν ὁμοίων ἀξιώσεις τοῖς εὐεργέταις;
私はまた、死の原因となる責任には二通りあり、たとえ自ら殺害したりその手で行いを成し遂げたりしなかったとしても、強いて殺害の契機を提供した者について、法律は同じように刑に処することを要求している、ということが法律に規定されているのを覚えています(長きにわたる隷属のために、そこに記されていることを忘れてしまっているのでない限り)。 ──まことに当然です。なぜなら、不処罰によって、なされたこと(犯罪)に劣ることを[立法者は]望まなかったからです。したがって、殺害の手段を詮索することはもはや余計なことです。それでは、そのようにして殺した者を殺人者として処罰することを当然とし、決して免罪しようとしないのに、これと同じ方法で国家に善を施した者を、恩人たちと同様に扱うに値しないとするつもりですか。
οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις λέγειν, ὡς ἐγὼ μὲν ἁπλῶς αὐτὸ ἔπραξα, ἠκολούθησε δέ τι τέλος ἄλλως χρηστόν, ἐμοῦ μὴ θελήσαντος. τί γὰρ ἔτι ἐδεδίειν τοῦ ἰσχυροτέρου πεφονευμένου; τί δὲ κατέλιπον τὸ ξίφος ἐν τῇ σφαγῇ, εἰ μὴ πάντως τὸ ἐσόμενον αὐτὸ προεμαντευόμην; ἐκτὸς εἰ μὴ τοῦτο φής, ὡς οὐ τύραννος ὁ τεθνεὼς ἦν οὐδὲ ταύτην εἶχε τὴν προσηγορίαν, οὐδὲ δωρεὰς ἐπʼ αὐτῷ πολλάς, εἰ ἀποθάνοι, ἡδέως ἂν ὑμεῖς ἐδώκατε. ἀλλʼ οὐκ ἂν εἴποις. Εἶτα τοῦ τυράννου πεφονευμένου τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεάν; ὢ τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι προσαπαιτεῖς; καίτοι ὅ γε νόμος, ὡς φής, τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ. τί γάρ; οὐχὶ καὶ ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου; καὶ μάλα δικαίως· ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δʼ ὑπʼ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.
というのも、次のように言うこともできないはずだからです。すなわち、私は単にそれを行っただけであり、私が望まないのに、たまたま何か有益な結果が後に生じたのだ、と。より強大な者が殺されたのに、私はほかに何を恐れることがあったでしょうか。また、もし起こるべきことを私が完全に予見していなかったとしたら、なぜ私は死体に剣を残したでしょうか。ただし、死んだ者は僭主ではなく、その名で呼ばれてもおらず、もし彼が死んだとしても、皆さんが喜んで多くの褒賞を与えるような相手ではなかった、とあなたが言うのでない限り。しかし、あなたはそうは言えないでしょう。それなのに、僭主が殺されたというのに、その殺害の原因を提供した者にあなたは報償を与えないのですか。ああ、なんという執拗な詮索でしょう。自由を享受しているあなたにとって、彼がどのように死んだかが重要なのですか。それとも、民主政を回復した者に対して、さらに余計なものを要求するのですか。もっとも、あなたが言うように、法律自体は行われたことの要点を吟味するのであり、その途中の過程はすべて不問にし、もはや詮索しないのですが。というのも、なぜでしょう。僭主を追放しただけの者でさえ、すでに僭主殺しとしての栄誉を受けたではないですか。しかも、きわめて当然に。というのも、その者もまた隷属の代わりに自由を提供したからです。しかし、私によってなされたことは、追放でもなければ、二度目の反乱の恐れでもなく、完全な打倒であり、全一族の根絶であり、恐るべきものすべてが根こそぎ断ち切られたことなのです。
καί μοι πρὸς θεῶν ἤδη ἀπʼ ἀρχῆς ἐς τέλος, εἰ δοκεῖ, πάντα ἐξετάσατε, εἴ τι τῶν πρὸς τὸν νόμον παραλέλειπται καὶ εἰ ἐνδεῖ τι τῶν προσεῖναι ὀφειλόντων τυραννοκτόνῳ. πρῶτα μὲν δὴ γνώμην προϋπάρχειν χρὴ γενναίαν καὶ φιλόπολιν καὶ πρὸ τῶν κοινῶν κινδυνεύειν ἐθέλουσαν καὶ τῷ οἰκείῳ θανάτῳ τὴν τῶν πολλῶν σωτηρίαν ὠνησομένην. ἆρʼ οὖν πρὸς τοῦτο ἐνεδέησα, ἐμαλακίσθην, ἢ προελόμενός τινα τῶν διὰ μέσου κινδύνων ἀπώκνησα; οὐκ ἂν εἴποις. μένε τοίνυν ἐπὶ τούτου ἔτι μόνου καὶ νόμιζε τοῦ θελῆσαι μόνον καὶ τοῦ βουλεύσασθαι ταῦτα,2 εἰ καὶ μὴ χρηστὸν ἀποβεβήκει, ἔκ γε τῆς γνώμης αὐτῆς καταστάντα με γέρας ἀξιοῦν ὡς εὐεργέτην λαμβάνειν. ἐμοῦ μὲν οὐ δυνηθέντος, ἄλλου δὲ μετʼ ἐμὲ τετυραννοκτονηκότος, ἄλογον, εἰπέ μοι, ἢ ἀγνῶμον ἦν παρασχεῖν; καὶ μάλιστα εἰ ἔλεγον, ἄνδρες, ἐβουλόμην, ἠθέλησα, ἐπεχείρησα, ἐπειράθην· τῆς γνώμης μόνης ἄξιός εἰμι τιμᾶσθαι, τί ἂν ἀπεκρίνω τότε;
そして、神々の名にかけて、もしよろしければ、最初から最後まで、すべてを吟味してください。法律に照らして何か見落とされていることがあるか、また僭主殺しに備わっているべきことのうち何かが欠けているかどうかを。まず第一に、高貴で、祖国を愛し、公共のために危険を冒すことをいとわず、自らの死によって多くの人々の救済を買い取ろうとする志が、あらかじめ存在していなければなりません。それでは、私はこの点において欠けていたでしょうか、弱気になったでしょうか、あるいは途中の危険のいくつかを前にして尻込みしたでしょうか。あなたはそうは言えないはずです。それなら、この点だけに留まって、ただそう望んだこと、そしてこのような計画を立てたことだけでも、たとえ良い結果にならなかったとしても、その志自体によって私が恩人として褒賞を要求し受け取る資格があるとみなしてください。仮に私ができず、私の後に他の誰かが僭主を殺したのだとしても、[私に褒賞を]与えることは道理に合わないこと、あるいは不条理なことでしょうか、言ってごらんなさい。とりわけ私がこう言ったとしたら──「諸君、私は望み、志し、企て、試みた。ただその志のゆえに私は栄誉を受けるに値する」と──そのとき、あなたは何と答えたでしょうか。
νῦν δὲ οὐ τοῦτό φημι, ἀλλὰ καὶ ἀνῆλθον καὶ ἐκινδύνευσα καὶ μυρία πρὸ τῆς τοῦ νεανίσκου σφαγῆς ἐπόνησα· μὴ γὰρ οὕτω ῥᾷστον μηδὲ εὐχερὲς ὑπολάβητε εἶναι τὸ πρᾶγμα, φρουρὰν ὑπερβῆναι καὶ δορυφόρων κρατῆσαι καὶ τρέψασθαι τοσούτους μόνον, ἀλλὰ σχεδὸν τὸ μέγιστον ἐν τῇ τυραννοκτονίᾳ καὶ τὸ κεφάλαιον τῶν ἔργων τοῦτό ἐστιν. οὐ γὰρ δὴ αὐτός γε ὁ τύραννος μέγα καὶ δυσάλωτον καὶ δυσκατέργαστόν ἐστιν, ἀλλὰ τὰ φρουροῦντα καὶ συνέχοντα τὴν τυραννίδα, ἅ τις ἂν νικήσῃ, πάντα οὗτος κατώρθωσεν, καὶ τὸ λοιπὸν ὀλίγον. τὸ δὴ ἄχρι τῶν τυράννων προελθεῖν οὐκ ἂν ὑπῆρξέ μοι, μὴ οὐχὶ τῶν περὶ αὐτοὺς φυλάκων καὶ δορυφόρων ἁπάντων κεκρατηκότι3 κἀκείνους ἅπαντας προνενικηκότι. οὐδὲν ἔτι προστίθημι, ἀλλʼ ἐπὶ τούτων αὖθις μένω· φυλακῆς ἐκράτησα, δορυφόρους ἐνίκησα, τὸν τύραννον ἀφύλακτον, ἄνοπλον, γυμνὸν ἀπέδωκα. τιμῆς ἄξιος ἐπὶ τούτοις εἶναί σοι δοκῶ, ἢ ἔτι ἀπαιτεῖς παρʼ ἐμοῦ τὸν φόνον;
しかし今、私はそのようなことを言っているのではありません。そうではなく、私は登り、危険を冒し、あの若者を殺害する前に数え切れないほどの労苦を重ねたのです。というのも、警備を突破し、護衛兵たちを制圧し、たった一人でこれほど多くの者を退散させることが、それほど容易で簡単なことだとは思わないでください。むしろ、これこそが僭主殺しにおけるほぼ最大の部分であり、数々の行為の核心なのですから。なぜなら、僭主自身が強大で、捕らえがたく、打ち倒しがたいわけではなく、僭主政治を警護し維持しているものたちこそがそうであり、誰かがこれらに勝利するならば、その人はすべてを成し遂げたのであり、残りはわずかなことだからです。実に、もし彼らの周囲の守衛や護衛兵すべてを制圧し、あらかじめ彼ら全員に打ち勝っていなかったならば、僭主のところまで進むことは私には不可能だったでしょう。私はもはや何も付け加えません。ただ再び、これらの事実に留まります。私は警備に打ち勝ち、護衛兵を破り、僭主を守る者もなく、武器もなく、無防備な状態で引き渡したのです。これらのことに対して、私はあなたにとって栄誉に値すると思われますか、それとも依然として私に殺害を要求するのですか。
- 12αἰτίας θανάτου εἶναι διττάς
「死の原因(責任)には二通りあること」の意。動詞 μέμνημαι(覚えている)の目的語となる対格不定詞句。直接手を下した者だけでなく、その原因や契機を作った者(教唆や状況設定など)も法律上は同等に死の責任を負うという、古典期アテナイ法における βούλευσις(謀殺・教唆)の概念を背景にしている。
- 14τοῦ θελῆσαι μόνον καὶ τοῦ βουλεύσασθαι ταῦτα
並列された属格不定詞。前置詞を伴わない属格単独で、直後の「ἔκ γε τῆς γνώμης αὐτῆς」(その志自体によって)を補強し、νόμιζε(〜と考えなさい)に導かれる不定詞句「με γέρας ἀξιοῦν...」(私が褒賞を要求すること)の判断の基準・根拠(「〜という理由だけで」)を示している。
- 15μὴ οὐχὶ τῶν περὶ αὐτοὺς φυλάκων καὶ δορυφόρων ἁπάντων κεκρατηκότι
帰結節が不可能を表す「οὐκ ἂν ὑπῆρξέ μοι」(私には不可能だっただろう)という否定文であるため、条件を表す分詞 κεκρατηκότι(支配した、打ち勝った)の否定に二重否定の「μὴ οὐχὶ」が用いられている。「もし制圧していなかったならば(〜することはできなかっただろう)」という反実仮想の条件を形成する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-30)
- 2026-09-30 表記の統一 — 訳文 2 件
