§14Μῶμος
πέρας γοῦν, εἰ ἐθέλεις, ὦ Ζεῦ, ψήφισμά τι περὶ τούτων ἀναγνώσομαι ἤδη ξυγγεγραμμένον.
桃摩斯那么,宙斯啊,如果你愿意,我现在就宣读一份已经起草好的关于这些事情的决议案。
Ζεύς
ἀνάγνωθι· οὐ πάντα γὰρ ἀλόγως ᾐτιάσω.
宙斯读吧,因为你的指责并非全无道理。
καὶ δεῖ τὰ πολλὰ αὐτῶν ἐπισχεῖν, ὡς μὴ ἐπὶ πλεῖον ἂν γίγνηται.
我们确实必须遏制其中的大部分,免得它们进一步蔓延。
Μῶμος
ἀγαθῇ τύχῃ.
桃摩斯祝好运。
ἐκκλησίας ἐννόμου ἀγομένης ἑβδόμῃ ἱσταμένου ὁ Ζεὺς ἐπρυτάνευε καὶ προήδρευε Ποσειδῶν, ἐπεστάτει Ἀπόλλων, ἐγραμμάτευε Μῶμος Νυκτὸς καὶ ὁ Ὕπνος τὴν γνώμην εἶπεν.
在月上旬第七日召开的法定大会上,宙斯担任执事官,波塞冬担任议长,阿波罗担任监察官,夜之子桃摩斯担任书记,睡眠提出了这项提案。
Ἐπειδὴ πολλοὶ τῶν ξένων, οὐ μόνον Ἕλληνες ἀλλὰ καὶ βάρβαροι, οὐδαμῶς ἄξιοι ὄντες κοινωνεῖν ἡμῖν τῆς πολιτείας, παρεγγραφέντες οὐκ οἶδα ὅπως καὶ θεοὶ δόξαντες ἐμπεπλήκασι μὲν τὸν οὐρανὸν ὡς μεστὸν εἶναι τὸ συμπόσιον ὄχλου ταραχώδους πολυγλώσσων τινῶν καὶ ξυγκλύδων ἀνθρώπων, ἐπιλέλοιπε δὲ ἡ ἀμβροσία καὶ τὸ νέκταρ, ὥστε μνᾶς ἤδη τὴν κοτύλην εἶναι διὰ τὸ πλῆθος τῶν πινόντων· οἱ δὲ ὑπὸ αὐθαδείας παρωσάμενοι τοὺς παλαιούς τε καὶ ἀληθεῖς θεοὺς προεδρίας ἠξιώκασιν αὑτοὺς παρὰ πάντα τὰ πάτρια καὶ ἐν τῇ γῇ προτιμᾶσθαι θέλουσι· §15Μῶμος
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ξυλλεγῆναι μὲν ἐκκλησίαν ἐν τῷ Ὀλύμπῳ περὶ τροπὰς χειμερινάς, ἑλέσθαι δὲ ἐπιγνώμονας τελείους θεοὺς ἑπτά, τρεῖς μὲν ἐκ τῆς παλαιᾶς βουλῆς τῆς ἐπὶ Κρόνου, τέτταρας δὲ ἐκ τῶν δώδεκα, καὶ ἐν αὐτοῖς τὸν Δία·
鉴于许多外邦人,不仅有希腊人,还有蛮族人,他们根本没有资格分享我们的公民权,却不知道怎么被非法登记并被视为神明,从而充斥了天庭,以至于宴会上挤满了说各种语言、鱼龙混杂的喧嚣人群,神馔和神酒也已耗尽,由于饮酒者众多,如今一科提拉已涨到数米纳;而他们凭着傲慢,推开了古老而真实的神明,违反一切祖制为自己争夺上座,并渴望在人间也更受尊崇;桃摩斯议会和大会决议如下:在冬至前后在奥林波斯召集大会,并选出七位完全的神作为审查官:三位来自克罗诺斯时代的古老议会,四位来自十二神,其中也包括宙斯;这些审查官本身在指着斯提克斯河立下法定的誓言后就座,赫耳墨斯则发出布告,召集所有声称有权加入议会的人,而他们须带着宣誓证人和血统证明前来。
τούτους δὲ τοὺς ἐπιγνώμονας αὐτοὺς μὲν καθέζεσθαι ὀμόσαντας τὸν νόμιμον ὅρκον τὴν Στύγα, τὸν Ἑρμῆν δὲ κηρύξαντα ξυναγαγεῖν ἅπαντας ὅσοι ἀξιοῦσι ξυντελεῖν ἐς τὸ ξυνέδριον, τοὺς δὲ ἥκειν μάρτυρας ἐπαγομένους ἐνωμότους καὶ ἀποδείξεις τοῦ γένους. τοὐντεῦθεν δὲ οἱ μὲν παρίτωσαν καθʼ ἕνα, οἱ δὲ ἐπιγνώμονες ἐξετάζοντες ἢ θεοὺς εἶναι ἀποφανοῦνται ἢ καταπέμψουσιν ἐπὶ τὰ σφέτερα ἠρία καὶ τὰς θήκας τὰς προγονικάς.
此后,让他们逐一出场,审查官进行审查,要么宣布他们是神,要么将他们打发回各自的祖坟和陵墓。
ἢν δέ τις ἁλῷ τῶν ἀδοκίμων καὶ ἅπαξ ὑπὸ τῶν ἐπιγνωμόνων ἐκκριθέντων ἐπιβαίνων τοῦ οὐρανοῦ, ἐς τὸν Τάρταρον ἐμπεσεῖν τοῦτον.
如果任何未通过审查、且一旦被审查官排除在外的人被发现再次涉足天庭,此人将被投入塔耳塔洛斯。
§16Μῶμος
ἐργάζεσθαι δὲ τὰ αὐτοῦ ἕκαστον, καὶ μήτε τὴν Ἀθηνᾶν ἰᾶσθαι μήτε τὸν Ἀσκληπιὸν χρησμῳδεῖν μήτε τὸν Ἀπόλλω τοσαῦτα μόνον ποιεῖν, ἀλλὰ ἕν τι ἐπιλεξάμενον μάντιν ἢ κιθαρῳδὸν ἢ ἰατρὸν εἶναι.
桃摩斯各自应当各司其职,既不要让雅典娜行医,也不要让阿斯克勒庇俄斯传神谕,也不要让阿波罗独自做这么多事,而是选定其中一样,要么当预言家,要么当弹琴艺人,要么当医生。
§17Μῶμος
τοῖς δὲ φιλοσόφοις προειπεῖν μὴ ἀναπλάττειν κενὰ ὀνόματα μηδὲ ληρεῖν περὶ ὧν οὐκ ἴσασιν.
桃摩斯并预先警告哲学家们不要捏造虚无的名字,也不要对自己不知道的事情胡言乱语。
§18Μῶμος
ὁπόσοι δὲ ἤδη ναῶν ἢ θυσιῶν ἠξιώθησαν, ἐκείνων μὲν καθαιρεθῆναι τὰ ἀγάλματα, ἐντεθῆναι δὲ ἢ Διὸς ἢ Ἥρας ἢ Ἀπόλλωνος ἢ τῶν ἄλλων τινός, ἐκείνοις δὲ τάφον χῶσαι τὴν πόλιν καὶ στήλην ἐπιστῆσαι ἀντὶ βωμοῦ.
桃摩斯至于那些已经享有神殿或祭祀的人,应拆除他们的神像,换上宙斯、赫拉、阿波罗或其他神明中的某一位的神像,而城邦应当为他们筑墓,立石碑以代替祭坛。
ἢν δέ τις παρακούσῃ τοῦ κηρύγματος καὶ μὴ ἐθελήσῃ ἐπὶ τοὺς ἐπιγνώμονας ἐλθεῖν, ἐρήμην αὐτοῦ καταδιαιτησάτωσαν.
如果有人不听从布告,不愿来到审查官面前,则缺席对其进行判决。
"τοῦτο μὲν ὑμῖν τὸ ψήφισμα.
“这就是给你们的决议案。
" §19Ζεύς
δικαιότατον, ὦ Μῶμε·
” 宙斯极为公允,桃摩斯。
καὶ ὅτῳ δοκεῖ, ἀνατεινάτω τὴν χεῖρα·
赞成的人请举手。
μᾶλλον δέ, οὕτω γιγνέσθω, πλείους γὰρ οἶδʼ ὅτι ἔσονται οἱ μὴ χειροτονήσοντες.
或者说,就这样通过吧,因为我知道不举手赞成的人会占多数。
ἀλλὰ νῦν μὲν ἄπιτε·
不过现在你们先散去吧。
ὁπόταν δὲ κηρύξῃ ὁ Ἑρμῆς, ἥκετε κομίζοντες ἕκαστος ἐναργῆ τὰ γνωρίσματα καὶ σαφεῖς τὰς ἀποδείξεις, πατρὸς ὄνομα καὶ μητρός, καὶ ὅθεν καὶ ὅπως θεὸς ἐγένετο, καὶ φυλὴν καὶ φράτορας.
等到赫耳墨斯发出布告时,你们每个人都要来,带上清晰的特征和明确的证明,包括父母的名字、从何处以及如何成为神,还有部落和胞族。
ὡς ὅστις ἂν μὴ ταῦτα παράσχηται, οὐδὲν μελήσει τοῖς ἐπιγνώμοσιν εἰ νεών τις μέγαν ἐν τῇ γῇ ἔχει καὶ οἱ ἄνθρωποι θεὸν αὐτὸν εἶναι νομίζουσιν.
因为如果有人不能提供这些,那么即使他在地上建有宏伟的神殿、人们也信奉他为神,审查官也绝不会理会。