Humanitext Reader

琉善 · 伪批评家 §4-7

召唤埃伦科斯与奥林匹亚的剽窃演说

第 2 段,共 8 段 · 希腊语

内容简介

作者召唤了米南德戏剧中的神明“埃伦科斯”(论证),讲述了一个招摇吞骗的修辞家如何在奥林匹亚假装即兴发表了一篇剽窃而来的演说,从而招致听众嘲笑的过程。作者本人在场发笑,成为了双方冲突的导火索。

§4μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν.
相反,我们应该召唤米南德前言中的一位神明——“论证”(埃伦科斯),他是真理与直言的挚友,绝非登上舞台的神明中最无名之辈,他仅是你们这些害怕他舌头之人的敌人,因为他既深知也明晰地叙述着他所知晓的你们的一切恶行。
χάριεν γοῦν τοῦτο γένοιτʼ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον.
无论如何,如果他能愿意在我们之前登场,向观众们讲述这整出戏剧的故事大纲,那将是一件令人愉快的事。
ἄγε τοίνυν, ὦ προλόγων καὶ δαιμόνων ἄριστε Ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως οὐδʼ ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινά, μισοῦντες τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ.
那么,来吧,前言与神灵中最优秀的埃伦科斯,请务必向听众们预先说清楚,我们并非无缘无故、并非出于好斗、也不是像谚语所说的那样“光着脚丫”(毫无准备地)来应对这场论战,而是为了捍卫我们个人的权益以及公众的利益,因其卑劣而憎恨这个家伙。
ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιθι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε·
你只需说这些话,并清晰地预先讲完故事,就可以安然退场,剩下的事情留给我们。
μιμησόμεθα γάρ σε καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε καὶ ἀληθείας ἕνεκα μηδὲν ἂν αἰτιάσασθαί σε.
因为我们将效仿你,揭露他的大部分勾当,以至于在直言与真理上,你绝对无法对我们有任何指责。
μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, ὦ φίλτατε Ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντα προεκχέῃς αὔτως· οὐ γὰρ ἄξιον θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους.
亲爱的埃伦科斯,不要在他们面前称赞我,也不要毫无意义地预先倾倒出属于他的那些恶行;因为对于你这样一位神明来说,口中说出关于如此令人作呕之人的话,是不相称的。
§5ὁ γὰρ σοφιστὴς οὗτος εἶναι λέγων (ὁ πρόλογος ἤδη φησὶν ταῦτα) ἐς Ὀλυμπίαν ποτὲ ἧκε λόγον τινὰ πρὸ πολλοῦ συγγεγραμμένον ἐπιδειξόμενος τοῖς πανηγυρισταῖς.
因为这个自称是修辞家(索非斯特)的家伙(前言现在如此说道),曾来到奥林匹亚,准备向参加节日集会的人们展示一篇很久以前就写好的演说辞。
ἦν δὲ ὑπόθεσις τῷ συγγράμματι ὁ Πυθαγόρας κωλυόμενος ὑπό τινος Ἀθηναίων, οἶμαι, μετέχειν τῆς Ἐλευσῖνι τελετῆς ὡς βάρβαρος, ὅτι ἔλεγεν αὐτὸς ὁ Πυθαγόρας πρὸ τούτου ποτὲ καὶ Εὔφορβος γεγονέναι.
该著作的主题是,皮达哥拉斯因自己曾说过在此之前曾是欧福尔布斯,而被某个雅典人(我想是这样)以野蛮人为由,阻挠他参加厄琉息斯的秘仪。
ἐτύγχανεν δὲ ὁ λόγος αὐτῷ κατὰ τὸν Αἰσώπου κολοιὸν συμφορητὸς ὢν ἐκ ποικίλων ἀλλοτρίων πτερῶν.
而他的演说,就像伊索寓言中的寒鸦一样,是从各种别人的羽毛中拼凑而来的。
βουλόμενος δὴ μὴ ἕωλα δόξαι λέγειν ἀλλʼ αὐτοσχεδιάζειν τὰ ἐκ τοῦ βιβλίου, δεῖται τῶν συνήθων τινός (ἦν δὲ ἐκ Πατρῶν ἐκεῖνος, ἀμφὶ δίκας ἔχων τὰ πολλὰ) ἐπειδὰν αἰτήσῃ τινὰς ὑποθέσεις τοῖς λόγοις, τὸν Πυθαγόραν αὐτῷ προελέσθαι.
因此,他不想让人觉得他在说陈旧的东西,而是想显得自己是在即兴发挥书中的内容,于是他请求他的一位熟人(那人来自帕特雷,大多忙于诉讼),在自己征求演说主题时,为他选择皮达哥拉斯。
καὶ οὕτως ἁνὴρ ἐποίησε, καὶ συνέπεισε τὸ θέατρον ἀκούειν τὸν ὑπὲρ τοῦ Πυθαγόρου ἐκεῖνον λόγον.
那人便照办了,并说服剧场的观众去听那篇为皮达哥拉斯辩护的演说。
§6ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ.
接下来的情况是,他在表演中极其缺乏说服力,正如预料的那样,他只是把很久以前就考虑好并练习过的东西串联起来,尽管他的厚颜无耻在一旁极力相助、伸出援手并与他并肩作战。
γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων·
听众中爆发出了巨大的笑声。
καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρʼ ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσι πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν.
有些人不时地望向那个帕特雷人,暗示他参与这桩诡计的行为并没有逃过人们的眼睛;而另一些人则认出了演说的具体内容,在整个听讲过程中,他们始终只在做这一件事:互相测试记忆力,以辨认出每一部分演说内容,究竟是哪些在我们之前不久、在所谓的“修辞练习”中声名显赫的修辞学家的作品。
§7ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός.
在所有这些观众中,写下这篇文章的作者本人也在大笑的人群之中。
τί δʼ οὐκ ἔμελλεν γελᾶν ἐφʼ οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι;
面对如此明显、虚假且厚颜无耻的放肆举动,他怎能不发笑呢?
καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὁ δὲ εἶδεν ἐπιστραφείς.
不知怎的(他是个憋不住笑的人),当那个人把声音转为旋律(他自以为是如此),像是在为皮达哥拉斯吹笛演奏某种哀歌时,而另一个人——也就是我的这位作家——看到这一幕,正所谓“蠢驴学弹琴”,忍不住快活地哈哈大笑起来;那个人转过身,正好看到了他。
τοῦτο ἐξεπολέμωσεν αὐτούς, τό τε ἔναγχος ἐνθένδε.
这使得他们彻底交恶,而最近的敌意也就是从此而来的。

词汇与语法注释

  1. §4εἰδότος καὶ σαφῶς διεξιόντος — 这里的属格分词在逻辑上修饰主格主语“埃伦科斯”(Ἔλεγχος),但在语法上受到了前句属格代词 αὐτοῦ(“他的”舌头)的格吸引,或者作为属格的松散同位语。
  2. §4ἀνίπτοις ποσὶ — 希腊谚语“未洗脚”(光着脚丫),原指未经准备或不带敬意地进入神圣场所,此处转用作惯用語,表示“毫无准备地”或“鲁莽地”参与论争。
  3. §5καὰ τὸν Αἰσώπου κολοιὸν — 提及伊索寓言中“用他人羽毛装饰自己的寒鸦”的修辞手法。此处用于批评将他人优秀著作中的内容四处剽窃拼凑、并假装是自己原创的演说行为。
  4. §7ὄνον κιθαρίζειν πειρώμενον — 西方古典谚语“蠢驴学弹琴”,形容完全缺乏艺术或教养的人,不自量力地试图进行笨拙的模仿,从而暴露出滑稽而不协调的窘态。

引用这一段

琉善, 伪批评家 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:4-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。