§13ἐνομίσθη δὲ τοῦτο ἄλλοις ἐπʼ ἄλλαις αἰτίαις·
这种习惯是由不同的人出于不同的原因而制定的。
ἢ γὰρ ἡττηθέντες μάχαις μεγάλαις ἔπειτα ἔταξαν ἐκείνας τὰς ἡμέρας ἐν αἷς τὰ τοιαῦτα ἐπεπόνθεισαν ἀπράκτους καὶ ἀκύρους τῶν ἐννόμων πράξεων εἶναι, ἢ καὶ νὴ Δία — καίτοι ἄκαιρον ἴσως καὶ ἔξωρόν γε ἤδη, γέροντα ἄνδρα μεταπαιδεύειν καὶ ἀναδιδάσκειν τὰ τοιαῦτα, μηδὲ τὰ πρὸ τούτων εἰδότα.
因为,他们或者在大战中失败后,便将那些遭受如此惨败的日子定为停止一切合法活动且无效的日子;或者,凭着宙斯的名义——尽管把这些事情重新教给一个老人、让他重新学习,可能已经不合时宜且为时已晚,尤其是对于一个连在此之前的事情都不知道的人。
πάνυ γοῦν τοῦτʼ ἔστι τὸ λοιπόν, κἂν ἐκμάθῃς αὐτό, πᾶν ἡμῖν εἰδὼς ἔσῃ.
总之,这完全就是剩下的全部了,如果你掌握了它,在我们眼中你就是无所不知了。
πόθεν, ὦ οὗτος;
怎么会这样呢,喂,你这人?
τὰ μὲν γὰρ ἄλλα καὶ ἀγνοῆσαι συγγνώμη ὁπόσα ἔξω τοῦ πολλοῦ πάτου καὶ ἄδηλα τοῖς ἰδιώταις, τὴν ἀποφράδα δὲ οὐδὲ βουληθεὶς ἂν ἄλλως εἴποις·
因为对于其他那些偏离常轨、外行人不了解的许多事情,不知道也是可以原谅的;但对于“阿波普拉斯”这个词,哪怕你想,你也无法用别的词来表达。
ἓν γὰρ τοῦτο καὶ μόνον ἁπάντων τοὔνομα.
因为对所有人来说,这就是它唯一的名字。
§14ἔστω, φησί τις, ἀλλὰ καὶ τῶν παλαιῶν ὀνομάτων τὰ μὲν λεκτέα, τὰ δʼ οὔ, ὁπόσα αὐτῶν μὴ συνήθη τοῖς πολλοῖς, ὡς μὴ ταράττοιμεν τὰς ἀκοὰς καὶ τιτρώσκοιμεν τῶν συνόντων τὰ ὦτα.
“好吧,”有人会说,“但在古老词汇中,有些是该说的,有些则不该说,即那些不为大众所熟知的词,以免我们扰乱听觉,伤害同伴的耳朵。
ἐγὼ δέ, ὦ βέλτιστε, πρὸς μὲν σὲ ἴσως ταῦτα περὶ σοῦ εἰπὼν ἥμαρτον·
”但我,我优秀的建言者,对你说了关于你的这些话,也许是我错了。
ἐχρῆν γὰρ ἐχρῆν ἢ κατὰ Παφλαγόνων ἢ Καππαδοκῶν ἢ Βακτρίων πάτρια διαλέγεσθαί σοι, ὡς ἐκμάθῃς τὰ λεγόμενα καὶ σοὶ ἀκούειν ᾖ ἡδέα.
因为我本该,确实本该,用帕夫拉戈尼亚人、卡帕多奇亚人或巴克特里亚人的祖传语言与你交谈,这样你就能明白所说的是什么,听起来也觉得悦耳。
τοῖς δʼ ἄλλοις Ἕλλησιν οἶμαι καθʼ Ἑλλάδα γλῶτταν συνεῖναι χρή.
但我认为,对于其他希腊人,应当用希腊语言来交流。
εἶτα καὶ τῶν Ἀττικῶν κατὰ χρόνους τινὰς πολλὰ ἐντρεψάντων τῆς αὑτῶν φωνῆς, τοῦτο ἐν τοῖς μάλιστα τὸ ὄνομα διετέλεσεν οὕτως ἀεὶ καὶ πρὸς ἁπάντων αὐτῶν λεγόμενον.
此外,虽然雅典人在不同时期改变了他们自己的许多语音,但这个名字在其中最始终如一地被他们所有人一直这样称呼。
§15εἶπον ἂν καὶ τοὺς πρὸ ἡμῶν κεχρημένους τῷ ὀνόματι, εἰ μὴ καὶ ταύτῃ σε διαταράξειν ἔμελλον, ξένα σοι καὶ ἄγνωστα ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων ὀνόματα διεξιών.
我们的先前使用过这个词的人,我也本可以列举出来,如果我不打算在这一方面也让你感到困惑的话——因为这需要列举出对你而言陌生且未知的诗人、修辞家和历史学家的名字。
μᾶλλον δὲ οὐδʼ ἐγώ σοι τοὺς εἰπόντας ἐρῶ, πάντες γὰρ ἴσασιν, ἀλλὰ σύ μοι ἕνα τῶν πάλαι δείξας οὐ κεχρημένον τῷ ὀνόματι, χρυσοῦς, φασίν, ἐν Ὀλυμπίᾳ στάθητι.
或者说,我甚至不需要告诉你谁说过它,因为大家都知道;但如果你能向我指出古代人中有一个没有使用过这个词的人,正如人们所说,你可以在奥林匹亚“塑一尊金像”。
καίτοι ὅστις γέρων ὢν καὶ ἀφῆλιξ τὰ τοιαῦτα ἀγνοεῖ, δοκεῖ μοι καὶ ὅτι Ἀθῆναι πόλις ἐστὶν ἐν τῇ Ἀττικῇ καὶ Κόρινθος ἐπὶ τῷ Ἰσθμῷ καὶ Σπάρτη ἐν Πελοποννήσῳ μὴ εἰδέναι.
然而,任何人如果已经年迈、过了壮年,却还不知道这些事情,在我看来,他甚至可能不知道雅典是阿提卡的一个城市,科林斯位于地峡,斯巴达位于伯罗奔尼撒。
§16λοιπὸν ἴσως ἐκεῖνό σοι λέγειν, ὡς τὸ μὲν ὄνομα ᾔδεις, τὴν δὲ χρῆσιν αὐτοῦ ἄκαιρον ᾐτιάσω.
剩下的,也许是你会说,你本来知道这个名字,但你指责它使用得不合时宜。
φέρε δὴ καὶ ὑπὲρ τούτου πρὸς σὲ ἀπολογήσομαι τὰ εἰκότα, σὺ δὲ προσέχειν τὸν νοῦν, εἰ μὴ πάνυ ὀλίγον σοι μέλει τοῦ μηδὲν εἰδέναι.
那么来吧,关于这一点,我也要对你进行合情合理的反驳,而你必须集中注意力,除非你对自己的无知完全不在意。
οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τοὺς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε — ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον — καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν, ὁ δὲ λύμην, ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου.
我们先前的古人针对当时像你这样的人,每个人都抛出了许多类似的称呼——因为在那个时候,正如预料的那样,也有一些人在习惯上令人厌恶,在品格上肮脏且心怀恶意。 有人称某人为“考特努斯(双面鞋)”,将他那首鼠两端的双重生活比作这种鞋子;有人称某人为“害毒”,因为他作为一名制造骚乱的修辞家,总是扰乱公民大会;还有人称某人为“第七日”,因为就像孩子们在第七日玩耍一样,他也在公民大会中玩弄、嘲笑、把民众的严肃事务当成儿戏。
μὴ δῷς οὖν κἀμοί, πρὸς Ἀδώνιδος, εἰκάσαι παμπόνηρον ἄνθρωπον, ἁπάσῃ κακίᾳ σύντροφον, ἡμέρᾳ δυσφήμῳ καὶ ἀπαισίῳ;
那么,凭着阿多尼斯的名义,难道就不允许我也把一个在每种恶习中长大、极其邪恶的人,比作一个不吉利且不祥的日子吗?
§17ἡμεῖς δὲ καὶ τοὺς χωλοὺς τῷ δεξιῷ ἐκτρεπόμεθα, καὶ μάλιστα εἰ ἕωθεν ἴδοιμεν αὐτούς· κἂν εἴ τις βάκηλον ἢ εὐνοῦχον ἴδοι ἢ πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας, ἐπὶ πόδα ἀναστρέφει καὶ ἐπανέρχεται, οὐκ ἀγαθὰς μαντευόμενος τὰς ἐφημέρους ἐκείνας πράξεις ἔσεσθαι αὑτῷ ὑπὸ πονηρῷ τῷ πρώτῳ καὶ δυσφήμῳ κληδονίσματι.
我们甚至会避开右脚跛行的人,尤其是当我们在清晨看到他们的时候;如果有人一跨出家门,就看到阉僧、太监或猴子,他就会立刻折回脚步回家,预感到在第一个糟糕而不祥的兆头下,他当天的日常事务不会顺利。
ἐν ἀρχῇ δὲ καὶ ἐν θύραις καὶ ἐπὶ τῇ πρώτῃ ἐξόδῳ καὶ ἕωθεν τοῦ ἅπαντος ἔτους εἴ τις ἴδοι κίναιδον καὶ ἀπόρρητα ποιοῦντα καὶ πάσχοντα, ἐπίσημον ἐπὶ τούτῳ καὶ ἀπερρωγότα καὶ μονονουχὶ τοὔνομα τῶν ἔργων αὐτῶν ὀνομαζόμενον, ἀπατεῶνα, γόητα, ἐπίορκον, ὄλεθρον, κύφωνα, βάραθρον, μὴ φύγῃ μηδʼ εἰκάσῃ τοῦτον ἀποφράδι ἡμέρᾳ;
在整年的开始、门口、第一次出门以及清晨,如果有人看到一个男色家既在做着也在承受着难以启齿的事,他因此声名狼藉、厚颜无耻,几乎可以用这些行为本身的名字来称呼——骗子、术士、伪誓者、瘟神、颈枷、万丈深渊——难道他不该逃离这个人,不该把他比作“阿波普拉斯(不吉之)日”吗?