Humanitext Reader

琉善 · 伪批评家 §30-32

挥霍欺诈所得沉溺恶俗与敦促反省

第 8 段,共 8 段 · 希腊语

内容简介

说话者认为因贫困而做出的恶行尚可宽恕,但将不光彩手段得来的钱财挥霍于恶俗享乐则是无法容忍的,并对对手的欺诈和身体堕落进行了尖锐批评。最后,他引用欧里庇得斯的话,警告对手停止在言辞上的强词夺理和不敬行为,反省自身。

§30ἃ μὲν γὰρ ὑπὸ τῆς πενίας ἐλαυνόμενος ποιεῖς, Ἀδράστεια φίλη, οὐκ ἄν τινι ὀνειδίσαιμι.
因为,亲爱的阿德剌斯忒亚啊,对于你因贫困驱使而做出的那些事,我绝不忍心责备任何人。
συγγνωστὰ γοῦν εἴ τις λιμῷ πιεζόμενος παρακαταθήκας παρʼ ἀνδρὸς πολίτου λαβὼν εἶτα ἐπιώρκησεν ἦ μὴν μὴ παρειληφέναι, ἢ εἴ τις ἀναισχύντως αἰτεῖ, μᾶλλον δὲ προσαιτεῖ καὶ λωποδυτεῖ καὶ τελωνεῖ.
至少,如果有人为饥饿所迫,在接受了同胞市民的托付之后,竟起假誓说自己确实没有收到过,或者如果有人恬不知耻地索求,更确切地说是行乞、行窃衣服、征收税款,这都是可以原谅的。
οὐ δὴ λέγω ταῦτα· φθόνος γὰρ οὐδεὶς ἐξ ἅπαντος ἀμύνεσθαι τὴν ἀπορίαν.
我并非是在说这些事;因为为了用尽一切办法摆脱贫困,并没有什么可招嫉恨的。
ἐκεῖνο δὲ οὐκέτι φορητόν, πένητά σε ὄντα ἐς μόνας τὰς τοιαύτας ἡδονὰς ἐκχεῖν τὰ ἐκ τῆς ἀναισχυντίας περιγιγνόμενα.
然而这却是再也无法容忍的:你本是个穷人,却要把因厚颜无耻而得来的收益,全都倾泻在唯独那样的享乐之中。
πλὴν ἕν γέ τι καὶ ἐπαινέσαι μοι δώσεις, πάνυ ἀστείως ὑπὸ σοῦ πεπραγμένον, ὁπότε τοῦ Τισίου τὴν τέχνην οἶσθα ὡς τὸ δυσκόρακος ἔργον αὐτὸς ἐποίησας, ἐξαρπάσας τοῦ ἀνοήτου ἐκείνου πρεσβύτου χρυσοῦς τριάκοντα, ὁ δὲ διὰ τὸν Τισίαν ἀντὶ τοῦ βιβλίου πεντήκοντα καὶ ἑπτακοσίας ἐξέτισε κατασοφισθείς.
不过,你得允许我称赞你做得非常巧妙的一件事:你明明懂得提西阿斯的《修辞术》,自己却干出了“恶鸦的勾当”,从那个愚蠢的老人手里夺走了三十枚金币,而他因为提西阿斯的缘故,反被智术所骗,为那本书支付了七百五十个。
§31πολλὰ ἔτι ἔχων εἰπεῖν, τὰ μὲν ἄλλα ἑκὼν ἀφίημί σοι, ἐκεῖνο δὲ μόνον προσλέγω, πρᾶττε μὲν ταῦτα ὅπως σοι φίλον καὶ μὴ παύσαιο τὰ τοιαῦτα ἐς ἑαυτὸν παροινῶν, ἐκεῖνο δὲ μηκέτι, ἄπαγε·
虽然我还有很多话要说,但我愿意对你免去其他话,只补充这一点:去做这些你喜欢的事吧,愿你绝不要停止对自己施加这种酒后乱性之事,但那件事绝不能再做了,快拿开吧!
οὐ γὰρ ὅσιον ἐπὶ τὴν αὐτὴν ἑστίαν τοὺς ταῦτα διατιθέντας καλεῖν καὶ φιλοτησίας προπίνειν καὶ ὄψων τῶν αὐτῶν ἅπτεσθαι.
因为把做出这些事的人招到同一个炉灶旁,与他们同饮交谊之杯,同享一样的美味,这绝非神圣之举。
ἀλλὰ μηδὲ ἐκεῖνο ἔστω τὸ ἐπὶ τοῖς λόγοις, φιλήματα, καὶ ταῦτα πρὸς τοὺς οὐ πρὸ πολλοῦ ἀποφράδα σοι ἐργασαμένους τὸ στόμα.
而且在言谈之后,也绝不要有那种亲吻,尤其是对那些不久前才把你的嘴变成“阿波芙拉斯”的人。
κἀπειδήπερ ἅπαξ φιλικῆς παραινέσεως ἠρξάμην, κἀκεῖνα, εἰ δοκεῖ, ἄφελε, τὸ μύρῳ χρίεσθαι τὰς πολιὰς καὶ τὸ πιττοῦσθαι μόνα ἐκεῖνα.
既然我已经开始进行一次善意的劝告,如果你同意的话,也请改掉这些做法:用香油涂抹白发,以及唯独在那些部位涂松脂脱毛。
εἰ μὲν γὰρ νόσος τις ἐπείγει, ἅπαν τὸ σῶμα θεραπευτέον, εἰ δὲ μηδὲν νοσεῖς τοιοῦτο, τί σοι βούλεται καθαρὰ καὶ λεῖα καὶ ὀλισθηρὰ ἐργάζεσθαι ἃ μηδὲ ὁρᾶσθαι θέμις;
因为如果是某种疾病逼迫,那就应该调理整个身体;但如果你没有得这种病,那把那些连看都不合乎礼法的部位弄得干净、光滑、滑溜,对你来说又有什么意图呢?
ἐκεῖνό σοι μόνον σοφόν, αἱ πολιαὶ καὶ τὸ μηκέτι μελαίνεσθαι, ὡς προκάλυμμα εἶεν τῆς βδελυρίας.
对你来说唯有一点是明智的:那就是你的白发,以及不再把它们染黑,好让它们成为你丑恶行径的遮羞布。
φείδου δὴ αὐτῶν πρὸς Διὸς κἀν τούτῳ, καὶ μάλιστα τοῦ πώγωνος αὐτοῦ, μηδὲ μιάνῃς ἔτι μηδὲ ὑβρίσῃς·
凭着宙斯,在这件事上爱惜它们吧,尤其是那胡须,不要再玷污它,也不要再蹂躏它;否则的话,至少也要在夜里和黑暗中进行,而在白日里——快拿开吧!
εἰ δὲ μή, ἐν νυκτί γε καὶ σὺν σκότῳ, τὸ δὲ μεθʼ ἡμέραν, ἄπαγε, κομιδῇ ἄγριον καὶ θηριῶδες.
——这简直是野蛮和禽兽不如的行为。
§32ὁρᾷς, ὡς ἄμεινον ἦν σοι ἀκίνητον τὴν Καμάριναν ἐᾶν, μηδὲ καταγελᾶν τῆς ἀποφράδος, ἥ σοι ἀποφράδα τὸν βίον ὅλον ἐργάσεται;
你看,让“卡马里纳”保持不动,不去嘲笑“阿波芙拉斯”,对你来说是多么好,而它将会把你的一生都变成“阿波芙拉斯”?
ἢ ἔτι προσδεῖ τινος;
还是说,还需要再加点什么?
ὡς τό γε ἐμὸν οὔ ποτε ἐλλείψει.
反正我这边绝不会缺少弹药。
οὐδέπω γοῦν οἶσθα ὡς ὅλην τὴν ἅμαξαν ἐπεσπάσω, δέον, ὦ παιπάλημα καὶ κίναδος, ὑποπτήσσειν εἴ τις ἀνὴρ δασὺς καὶ τοῦτο δὴ τὸ ἀρχαῖον, μελάμπυγος δριμὺ μόνον εἰς σὲ ἀποβλέψειεν.
你居然还不知道自己已经招来了“整辆大车的非难”,你这狡诈的无赖和狐狸,本来只要有一个毛发浓密的男人——正如古人所说,“黑屁股的硬汉”——仅仅朝你狠狠瞪上一眼,你就该瑟瑟发抖了。
ἴσως ἤδη καὶ ταῦτα γελάσῃ, τὸ παιπάλημα καὶ τὸ κίναδος, ὥσπερ τινὰ αἰνίγματα καὶ γρίφους ἀκούσας· ἄγνωστα γάρ σοι τῶν σῶν ἔργων τὰ ὀνόματα.
也许你现在连“狡诈无赖”和“狐狸”这些词也会嘲笑,仿佛听到了什么谜语一样;因为你对自己行径的名称一无所知。
ὥστε ὥρα ἤδη καὶ ταῦτα συκοφαντεῖν, εἰ μὴ τριπλῇ καὶ τετραπλῇ σοι ἡ ἀποφρὰς ἐκτέτικεν.
所以现在也到了诽谤这些词的时候了,除非“阿波芙拉斯”已经让你付出了三倍、四倍的代价。
αἰτιῶ δʼ οὖν σεαυτὸν ἐπὶ πᾶσιν· ὡς γὰρ ὁ καλὸς Εὐριπίδης λέγειν εἴωθεν, ἀχαλίνων στομάτων καὶ ἀφροσύνης καὶ ἀνομίας τὸ τέλος δυστυχία γίγνεται.
总之,一切都要归咎于你自己;因为正如高尚的欧里庇得斯常说的那样,“无法无天的口舌、愚蠢与不法的终局,乃是灾殃。 ”

词汇与语法注释

  1. §30οὐκ ἄν τινι ὀνειδίσαιμι — 动词 ὀνειδίζω 采用“以(宾格的事)责备(与格的人)”的句法结构。在此,先行关系词从句 ἃ ... ποιεῖς 充当宾格宾语,而与格的 τινι(任何人)则是被责备的对象。整句意为“对于(因贫困而做的)这些事,我不会去责备任何人”,表达了对因贫困而行恶的某种普遍宽容。
  2. §30τοῦ Τισίου τὴν τέχνην οἶσθα ὡς — 此处采用了先期收纳(prolepsis)结构。本应在 ὡς 从句中作主语或宾语的“提西阿斯的《修辞术》”(τοῦ Τισίου τὴν τέχνην),被提前作为主句动词 οἶσθα(你懂得)的直接宾语(宾格)。接下来的“恶鸦的勾当”是一个双关语,暗指修辞学创始人科拉克斯(名字意为“乌鸦”)与提西阿斯诉讼的著名寓言(“恶鸦生恶蛋”)。
  3. §31τί σοι βούλεται — 这是一个以非人称或无意志的事物为主语的 βούλομαι 动词,配以伦理与格 σοι 的惯用表达,意为“(作为主语的事物)对你来说意味着什么?”或“你到底意图通过……来做什么?”。
  4. §32ὡς ἄμεινον ἦν σοι — 这种用法表示过去未曾实现的可能或妥当性。通过使用不带语气小词 ἄν 的直陈式过去未完成时(ἦν),传达了一种虚拟语气的细微差别,即“你本来……是更好的(但你实际上没有这样做)”。
  5. §32δέον — 这是非人称动词 δεῖ(应当)的中性宾格分词形式。在此作为宾格绝对独立结构(accusative absolute)发挥作用,构成表示让步或对比的副词从句,意为“本应当……”或“既然理应……”。

引用这一段

琉善, 伪批评家 §30-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:30-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。