- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:27-29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者は相手が地中海各地で得た恥ずべき多くの性的な別名を暴露し、彼が犯した滑稽な文法・語彙の誤用を嘲笑する。
ἐν Συρίᾳ μὲν Ῥοδοδάφνη κληθείς, ἐφʼ ᾧ δέ,1 νὴ τὴν Ἀθηνᾶν, αἰσχύνομαι διηγεῖσθαι, ὥστε τό γε ἐπʼ ἐμοὶ ἀσαφὲς ἔτι ἔστω· ἐν Παλαιστίνῃ δὲ Φραγμός, ἐς τὰς ἀκάνθας τοῦ πώγωνος, οἶμαι, ὅτι ἔνυττε μεταξύ· ἔτι γὰρ ἔξυρες αὐτόν· ἐν Αἰγύπτῳ δὲ Συνάγχη, πρόδηλον τοῦτο· μικροῦ2 γοῦν φασιν ἀποπνιγῆναί σε ναύτῃ τινὶ τῶν τριαρμένων ἐντυχόντα, ὃς ἐμπεσὼν ἀπέφραξέ σοι τὸ στόμα. Ἀθηναῖοι μὲν γὰρ βέλτιστοι αἰνιγματῶδες οὐδέν, ἀλλὰ γράμματος ἑνὸς προσθήκῃ τιμήσαντές σε Ἀτίμαρχον ὠνόμαζον· ἔδει γὰρ κἀκείνου τι περιττότερον προσεῖναί σοι. ἐν Ἰταλίᾳ δέ, βαβαί, ἡρωϊκὸν ἐκεῖνο ἐπεκλήθης, ὁ Κύκλωψ, ἐπειδή ποτε καὶ πρὸς ἀρχαίαν διασκευὴν παρʼ αὐτὰ τὰ τοῦ Ὁμήρου ῥαψῳδῆσαι καὶ σὺ τὴν αἰσχρουργίαν ἐπεθύμησας. καὶ αὐτὸς μὲν ἔκεισο μεθύων ἤδη, κισσύβιον ἔχων ἐν τῇ χειρί, βινητιῶν Πολύφημος, νεανίας δὲ ὑπόμισθος ὀρθὸν ἔχων τὸν μοχλὸν εὖ μάλα ἠκονημένον ἐπὶ σὲ Ὀδυσσεύς τις ἐπῄει ὡς ἐκκόψων3 τὸν ὀφθαλμόν· "κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, αἰχμὴ δʼ ἐξεσύθη παρὰ νείατον ἀνθερεῶνα." (καὶ γὰρ οὐδὲν ἄτοπον ὑπὲρ σοῦ λέγοντα ψυχρολογεῖν.) σὺ δὲ ὁ Κύκλωψ, ἀναπετάσας τὸ στόμα καὶ ὡς ἔνι πλατύτατον κεχηνώς, ἠνείχου τυφλούμενος ὑπʼ αὐτοῦ τὴν γνάθον, μᾶλλον δὲ ὥσπερ ἡ Χάρυβδις αὐτοῖς ναύταις καὶ πηδαλίοις καὶ ἱστίοις ὅλον ζητῶν καταπιεῖν τὸν Οὖτιν. καὶ ταῦτα ἑώρων καὶ ἄλλοι παρόντες. εἶτά σοι ἐς τὴν ὑστεραίαν μία ἦν ἀπολογία ἡ μέθη καὶ ἐς τὸν ἄκρατον ἀνέφευγες.
シリアでは「ロドダプネー」と呼ばれたが、その理由については、アテナにかけて、私は恥ずかしくて語れない。だから私に関する限りは、それはまだ不明なままにしておこう。パレスチナでは「プラグモス」と呼ばれたが、これは思うに、君の髭の刺が行為の最中に相手を刺したからだろう。当時はまだ君は髭を剃っていたのだから。エジプトでは「シュナンケー」と呼ばれたが、これは理由は明白だ。彼らが言うには、君は三段櫂船の船員の誰かに出会い、彼が君に襲いかかって口を塞いだために、君はもう少しで息が詰まりそうになったのだ。アテナイ人は、いとも親切なことに、何ら謎めいたやり方ではなく、一文字を加えることで君を遇し、「アティマルコス」と呼んだ。なぜなら、あの男よりも何かさらに過剰なものが君に備わっている必要があったからだ。イタリアでは、おやおや、あの英雄的な「キュクロプス」というあだ名で呼ばれた。というのも、かつて君は、ホメロスのまさにその詩に倣って、古い演出に沿って、自らも猥雑な行為を朗唱することを望んだからだ。君自身はすでに泥酔して横たわり、手には木杯を携え、欲情したポリュペモスとなっており、雇われた若者が、よく研ぎ澄まされた直立する棒を携え、目を突き出そうとするオデュッセウスのように、君に近づいてきた。 「そして彼を外し、槍は脇へと逸れ、刃は顎の最も低いところを突き抜けた。」 (というのも、君について語る者が冷淡な表現を使っても不思議ではないからだ。) しかし君、すなわちキュクロプスは、口を大きく開けて、できる限り横に引き裂かれたようにぽかんと口を開き、彼によって顎を盲目にされるのを耐えていた。いや、むしろカリュブディスのように、オウティスを、船員も舵も帆もろとも丸呑みしようとしていたのだ。これらは居合わせた他の人々も見ていた。そして翌日、君にとって唯一の弁明は泥酔であり、生酒のせいにした。
τοιούτοις δὴ καὶ τοσούτοις ὀνόμασι πλουτῶν αἰσχύνῃ τὴν ἀποφράδα; πρὸς θεῶν εἰπέ μοι, τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν; ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἴει τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν; ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων; τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος περιβόητος εἶ. πρῴην γοῦν ἐπειδή τινα γάμον ἐν Κυζίκῳ μνᾶσθαι ἐτόλμησας, εὖ μάλα ἐκπεπυσμένη πάντα ἡ βελτίστη ἐκείνη γυνή, οὐκ ἂν προσείμην, ἔφη, ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον.
このような多くの、そしてこのような名前に富んでいながら、君は「アポプラス」という名を恥じるのか。神々の名において教えてくれ。多くの人々が、君がレスボス風の行為をしたり、フェニキア風の行為をしたりしていると言うとき、君はどう感じるのか。これらも「アポプラス」と同じように知らず、おそらく彼らに褒められているとでも思っているのか。あるいは、これらは馴染みがあるから知っていて、「アポプラス」だけを未知の言葉として蔑み、名前の名簿から除外しているのか。それゆえ、君が我々に支払う罰は不十分なものではなく、婦人部屋にまで君の噂は広まっている。先日、君がキジコスである結婚を申し込もうと企てたとき、すべてをよく調べ上げていたあの立派な女性は、「私は、男を、それも自ら男を必要としている男を受け入れるつもりはありません」と言った。
εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως· οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα. πόθεν; τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν; τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις; καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις; πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα· καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον. πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί· εἶτα μεταξὺ περὶ τοῦ πλουσίου λέγων, ἀπέκτεινεν, ἔφης, θάτερον τῶν πενήτων. γελασάντων δέ, ὡς τὸ εἰκός, τῶν παρόντων, ἐπανορθούμενος δὴ σὺ καὶ ἀνατιθέμενος τὸ διημαρτημένον, οὐ μὲν οὖν, ἔφης, ἀλλὰ ἅτερον4 αὐτῶν ἀπέκτεινεν. ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ.
そのような状態にありながら、君は言葉遣いを気にし、他人をあざ笑い、唾を吐きかけるのか。それも道理だ。我々全員が君のように語ることはできないのだから。どうしてできよう。言葉において誰がこれほど大胆不敵であれよう。例えば、3人の姦通者に対して、剣の代わりに三叉槍を要求するほどに。また、テオポンポスを『トリカラノス』の廉で裁いて、「三つの刃を持つ言論」によって彼が傑出した都市を打ち倒した、と言ったり。さらにまた、彼がギリシアを「三叉槍で粉砕した」、言論において「ケルベロス」であると言ったり。先日も、君は灯火を灯して、おそらく失われた「兄弟」を探していた。その他にも無数の、思い出す価値もないようなものがあるが、聞いた人々が記憶にとどめているあのことだけは別だ。ある金持ちと、二人の貧乏人の敵がいた、と思う。そして、その金持ちについて話している途中で、君は「(金持ちは)二人の貧乏人のもう一方を殺した」と言った。居合わせた人々が当然のように笑うと、君は訂正して、間違った言葉を取り消そうとして、「いや、そうではなく、彼らの一方を殺したのだ」と言った。昔の「トリオン・メノイン」や、「アネネミア」、「ペタマイ」、「エクヒュネイン」、そしてその他君の言論を飾る美しい言葉の数々は省略しよう。
- 27ἐφʼ ᾧ δέ
前置詞 ἐπί と関係代名詞 ὅς の中性与格からなり、「〜という理由で、〜という経緯で」を意味する。先行するあだ名「ロドダプネー」で呼ばれるに至った恥ずべき背景を指している。
- 27μικροῦ
「ほとんど〜しそうになる」を意味する副詞的慣用表現 μικροῦ δεῖν から δεῖν が省略された形。属格の形を保ったまま、不定詞 ἀποπνιγῆναι(窒息する)を修飾する副詞として機能している。
- 27ὡς ἐκκόψων
接続詞 ὡς と未来能動態分詞 ἐκκόψων の組み合わせで、主節の主語(この場合は「オデュッセウスのような若者」)の主観的な意図・目的(「目を突き出すつもりで」)を表す。
- 29θάτερον... ἅτερον
アッティカ方言における ἕτερος(二つのうちの一方)の縮約形 θάτερον(τὸ ἕτερον)と、気息音を誤用した ἅτερον。古典アッティカ方言を気取って使おうとしながら、語彙の選択や気息の正しい処理を誤り、周囲の失笑を買ったという Solecism(語法違背)の好例。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
