Humanitext Reader

琉善 · 太监 §5-8

关于宦官是否有资格成为哲学家的争论

第 2 段,共 3 段 · 希腊语

内容简介

迪奥克勒斯与巴戈阿斯互相攻击私生活,迪奥克勒斯指责巴戈阿斯作为宦官应当被剥夺从事哲学及参与公共宗教仪式的权利。巴戈阿斯援引历史上的女性哲学家和著名宦官学者进行反驳,但辩论焦点最终集中在宦官是否有资格成为哲学家这一根本问题上。

§5Λυκῖνος τὸ δʼ οὖν τέλος τῆς δίκης ἐς τοῦτο περιέστη· ἀφέμενος γὰρ ὁ Διοκλῆς τοῦ δεικνύναι τὰ αὑτοῦ μετέβαινεν ἐπὶ τὸν Βαγώαν καὶ διελέγχειν ἐπειρᾶτο μάλιστα τὸν βίον αὐτοῦ· κατὰ ταὐτὰ δὲ καὶ ὁ Βαγώας ἀντεξήταζε τὸν ἐκείνου βίον.
吕基诺斯无论如何,诉讼的结局演变成了这样:迪奥克勒斯放弃了证明自己的长处,转而攻击巴戈阿斯,竭力揭露他的私生活;同样,巴戈阿斯也反过来审查对方的私生活。
Πάμφιλος εἰκότως, ὦ Λυκῖνε·
潘菲洛斯理所当然,吕基诺斯。
καὶ τὰ πλείω γε τοῦ λόγου περὶ τούτου μᾶλλον ἐχρῆν εἶναι αὐτοῖς·
而且他们的辩词大部分也确实应该放在这上面。
ὡς ἔγωγε, εἰ δικάζων ἐτύγχανον, ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ, τὸν ἄμεινον βιοῦντα μᾶλλον ἢ τὸν ἐν τοῖς λόγοις αὐτοῖς προχειρότερον ζητῶν καὶ οἰκειότερον τῇ νίκῃ νομίζων.
就我而言,如果我是法官,我想我会把大部分时间花在这样的事情上,去寻找那个生活得更好的人,而不是那个在论辩本身中更熟练的人,并认为前者更配获得胜利。
§6Λυκῖνος εὖ λέγεις, κἀμὲ ὁμόψηφον ἐν τούτῳ ἔχεις.
吕基诺斯说得好,在这点上我与你意见一致。
ἐπεὶ δὲ ἅλις μὲν εἶχον βλασφημιῶν, ἅλις δὲ ἐλέγχων, τὸ τελευταῖον ἤδη ὁ Διοκλῆς ἔφη μηδὲ τὴν ἀρχὴν θεμιτὸν εἶναι τῷ Βαγώᾳ μεταποιεῖσθαι φιλοσοφίας καὶ τῶν ἐπʼ αὐτῇ ἀριστείων εὐνούχῳ γε ὄντι, ἀλλὰ τοὺς τοιούτους οὐχ ὅπως τούτων ἀποκεκλεῖσθαι ἠξίου, ἀλλὰ καὶ ἱερῶν αὐτῶν καὶ περιρραντηρίων καὶ τῶν κοινῶν ἁπάντων συλλόγων, δυσοιώνιστόν τι ἀποφαίνων καὶ δυσάντητον θέαμα, εἴ τις ἕωθεν ἐξιὼν ἐκ τῆς οἰκίας ἴδοι τοιοῦτόν τινα.
但是,当他们骂够了、也揭露够了之后,最后迪奥克勒斯宣称,巴戈阿斯既然是个宦官,从一开始根本就不合天理去觊觎哲学及其奖项;不仅如此,他要求这类人不仅要被排除在这些荣誉之外,甚至还要被排除在神圣仪式、净化洗礼盆以及一切公共集会之外,宣称如果有谁清晨出门看到这样的人,将是一个不祥而令人厌恶的景象。
καὶ πολὺς ἦν ὁ περὶ τούτου λόγος, οὔτε ἄνδρα οὔτε γυναῖκα εἶναι τὸν εὐνοῦχον λέγοντος, ἀλλά τι σύνθετον καὶ μικτὸν καὶ τερατῶδες, ἔξω τῆς ἀνθρωπείας φύσεως.
关于这一点的长篇大论不绝于耳,他说宦官既非男人也非女人,而是某种复合的、混合的、怪异的东西,超出了人类的自然属性。
Πάμφιλος καινόν γε τὸ ἔγκλημα φής, ὦ Λυκῖνε, καὶ ἤδη γελᾶν καὶ αὐτός, ὦ ἑταῖρε, προάγομαι τῆς παραδόξου ταύτης κατηγορίας ἀκούων.
潘菲洛斯吕基诺斯,你说的这桩罪名确实新鲜。 朋友啊,听了这桩离奇的指控,我自己现在也忍不住要笑出来了。
τί δʼ οὖν ἅτερος;
那么另一个呢?
ἆρα τὴν ἡσυχίαν ἤγαγεν, ἤ τι πρὸς ταῦτα καὶ αὐτὸς ἀντειπεῖν ἐτόλμησεν;
他是保持了沉默,还是他也敢对此进行反驳?
§7Λυκῖνος τὰ μὲν πρῶτα ὑπʼ αἰδοῦς καὶ δειλίας — οἰκεῖον γὰρ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ πολὺ ἐσιώπα καὶ ἠρυθρία καὶ ἰδίων φανερὸς ἦν, τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφη τὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι·
吕基诺斯起初,出于羞耻和胆怯——因为这种性格是他们这类人特有的——他沉默了很久,脸涨得通红,显而易见地流着汗;但最后,他发出一种尖细、女人般的声音,说迪奥克勒斯因为自己是宦官就将其排除在哲学之外是不公正的,因为倒也有女人能分享哲学。
καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ, καί τις Ἀκαδημαϊκὸς εὐνοῦχος ἐκ Πελασγῶν τελῶν, ὀλίγον πρὸ ἡμῶν εὐδοκιμήσας ἐν τοῖς Ἕλλησιν.
于是,阿斯帕西娅、狄奥提玛和萨尔格里娅被抬出来为他辩护,还有一位来自佩拉斯吉人的阿卡德米学派宦官,就在我们之前不久曾广受希腊人赞誉。
ὁ Διοκλῆς δὲ κἀκεῖνον αὐτόν, εἰ περιῆν καὶ τῶν ὁμοίων μετεποιεῖτο, εἶρξαι ἂν οὐ καταπλαγεὶς αὐτοῦ τὴν παρὰ τοῖς πολλοῖς δόξαν· καί τινας καὶ αὐτὸς ἀπεμνημόνευε λόγους καὶ πρὸς ἐκεῖνον ὑπό τε Στωϊκῶν καὶ Κυνικῶν μάλιστα εἰρημένους πρὸς τὸ γελοιότερον ἐπὶ τῷ ἀτελεῖ τοῦ σώματος.
然而迪奥克勒斯并未被那人在大众中的名望所吓倒,他说即使那人自己还活着并且在争夺同样的职位,他也会将其排除在外;而且他自己还回忆起了一些针对那人的言论,尤其是斯多葛学派和犬儒学派为了嘲笑其身体缺陷而说的刻薄话。
§8Λυκῖνος ἐν τούτοις ἦν τοῖς δικασταῖς ἡ διατριβή· καὶ τὸ κεφάλαιον ἤδη τοῦ σκέμματος τοῦτο ἐτύγχανεν, εἰ δοκιμαστέος εὐνοῦχος ἐπὶ φιλοσοφίαν παραγγέλλων καὶ νέων προστασίαν ἐγχειρισθῆναι ἀξιῶν, τοῦ μὲν καὶ σχῆμα καὶ σώματος εὐμοιρίαν προσεῖναι φιλοσόφῳ δεῖν λέγοντος, καὶ τὸ μέγιστον, πώγωνα βαθὺν ἔχειν αὐτὸν καὶ τοῖς προσιοῦσι καὶ μανθάνειν βουλομένοις ἀξιόπιστον καὶ πρέποντα ταῖς μυρίαις ἃς χρὴ παρὰ βασιλέως ἀποφέρεσθαι, τὸ δὲ τοῦ εὐνούχου καὶ τῶν βακήλων χεῖρον εἶναι· τοὺς μὲν γὰρ κἂν πεπειρᾶσθαί ποτε ἀνδρείας, τοῦτον δὲ ἐξ ἀρχῆς εὐθὺς ἀποκεκόφθαι καὶ ἀμφίβολόν τι ζῷον εἶναι κατὰ ταὐτὰ ταῖς κορώναις, αἳ μήτε περιστεραῖς μήτε κόραξιν ἐναριθμοῖντο ἄν,
吕基诺斯法官们的时间就花在这些事情上;而审查的要点此时已归结为:一个自荐从事哲学并要求被委以指导青年之责的宦官是否应该通过审查。 一方辩称,哲学者应当具备得体的外表和健康的身体,而最重要的是,他本人应该留有浓密的胡须,以赢得前来求学者的信任,并配得上从皇帝那里领取的万德拉克马津贴;而宦官的状况甚至比去势神官还要糟糕,因为去势神官至少曾经体验过男子的气概,而此人则是打一开始就立即被割除,是一个模棱两可的动物,就像寒鸦一样,既不能归入鸽类,也不能归入鸦类。

词汇与语法注释

  1. p.v.5.p.336ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ — 此处使用 δοκῶ + 不定式(此处为 διατρῖψαι)的结构,意为“我认为自己会……”。带 ἄν 的不定式给该不定式赋予了潜在或虚拟语气的色彩(“如果……,我就会花时间”),相当于省去了条件从句的主句。
  2. §6οὐχ ὅπως — 这是一个惯用表达,意为“不仅不……甚至连……也……”(常与后文的 ἀλλὰ καί 呼应)。在这里,它表明这类人不仅应当被排除在哲学荣誉(ἀποκεκλεῖσθαι)之外,甚至还应当被排除在神圣仪式和公共集会之外。
  3. §7ἧς καὶ γυναιξὶ μετεῖναι — 此处的不定式 μετεῖναι 来自无人称动词 μέτεστι(某人分享某事)。与格 γυναιξί 表示分享的主体(妇女),关系代词属格 ἧς(指代 φιλοσοφίας)表示被分享的事物,整体作为由 ἔφη 引导的间接引语的一部分。
  4. p.v.5.p.340τοῦ μὲν ... λέγοντος, τὸ δὲ ... εἶναι — 由连词 μέν 和 δέ 对比的两个分句呈现出非对称结构:前者是属格独立结构(τοῦ μὲν ... λέγοντος),而后者则转变为了宾格加不定式结构(tò dè ... eînai),受上下文所暗示的表示陈述的动词支配。

引用这一段

琉善, 太监 §5-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg047.humanitext-grc2:5-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。