Humanitext Reader

琉善 · 太监 §1-4

关于争夺哲学教席诉讼的叙述

第 1 段,共 3 段 · 希腊语

内容简介

潘菲洛斯与吕基诺斯交谈,吕基诺斯开始讲述他在集市上目睹的一场荒谬诉讼。这场诉讼源于两位哲学家(迪奥克勒斯与宦官巴戈阿斯)为了争夺皇帝设立的高额逍遥学派教席而展开的斗争。

§1Πάμφιλος πόθεν, ὦ Λυκῖνε, καὶ τί γελῶν ἡμῖν ἀφῖξαι;
潘菲洛斯吕基诺斯,你从哪里来,又为什么笑着到我们这里来?
ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφʼ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα.
因为你总是显得开朗,但这次在我看来似乎非同寻常,以至于你连笑声都忍不住。
Λυκῖνος ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε·
吕基诺斯我是从集市到你这里来的,潘菲洛斯。
τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων.
如果你听我说说我刚刚目睹了一场怎样的诉讼,我立刻就会让你分享我的笑声——那是哲学家们在互相争吵。
Πάμφιλος καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἴη, κατʼ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα.
潘菲洛斯这确实是件极其滑稽的事,研究哲学的人居然互相诉讼,而本该即便有什么大事,也应当在他们之间和平地解决争端。
§2Λυκῖνος πόθεν, ὦ μακάριε, κατʼ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι;
吕基诺斯哎呀,我的朋友,他们怎么可能和平解决? 他们撞在一起,大声叫喊、声嘶力竭,把整车整车的恶言恶语倾泻在对方身上。
Πάμφιλος ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες;
潘菲洛斯想必,吕基诺斯,他们是因为持不同学说,而在教义上进行那些通常的争论吧?
Λυκῖνος οὐδαμῶς, ἀλλʼ ἑτεροῖόν τι τοῦτο ἦν·
吕基诺斯绝非如此,这是一桩截然不同的奇事。
ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων.
因为他们两人意见一致,出自同一个学派。
δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφʼ ὧν ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος.
然而诉讼照样进行,投票的法官则是城里最优秀、最年长、最智慧的人,在他们面前,任何人哪怕说错一个音调都会感到羞愧,更不用说做出如此厚颜无耻的事了。
Πάμφιλος οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἴη τὸν τοσοῦτον γέλωτα.
潘菲洛斯那么,你现在能告诉我诉讼的要点吗? 好让我自己也知道,究竟是什么激起了你如此的大笑。
§3Λυκῖνος συντέτακται μέν, ὦ Πάμφιλε, ὡς οἶσθα, ἐκ βασιλέως μισθοφορά τις οὐ φαύλη κατὰ γένη τοῖς φιλοσόφοις, Στωϊκοῖς λέγω καὶ Πλατωνικοῖς καὶ Ἐπικουρείοις, ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ Περιπάτου, τὰ ἴσα τούτοις ἅπασιν.
吕基诺斯潘菲洛斯,正如你所知道的,皇帝为哲学家们按学派设立了一笔不菲的津贴——我是指斯多葛学派、柏拉图学派、伊壁鸠鲁学派,以及逍遥学派,所有这些学派都享有同等份额。
ἔδει δὲ ἀποθανόντος αὐτῶν τινος ἄλλον ἀντικαθίστασθαι δοκιμασθέντα ψήφῳ τῶν ἀρίστων.
当他们中有人去世时,必须在通过最优秀之人的投票审查后,由另一人接替其席位。
καὶ τὰ ἆθλα οὐ βοείη τις ἦν, κατὰ τὸν ποιητήν, οὐδὲ ἱερεῖον, ἀλλὰ μύριαι κατὰ τὸν ἐνιαυτόν, ἐφʼ ὅτῳ συνεῖναι τοῖς νέοις.
而这奖品并不是像诗人所说的那样是“一张牛皮或一头牺牲兽”,而是每年一万德拉克马,条件是指导青年。
Πάμφιλος οἶδα ταῦτα·
潘菲洛斯我知道这事。
καί τινά φασιν αὐτῶν ἔναγχος ἀποθανεῖν, τῶν Περιπατητικῶν οἶμαι τὸν ἕτερον.
据说他们中最近有一人去世了,我记得是那两位逍遥学派成员中的一位。
Λυκῖνος αὕτη, ὦ Πάμφιλε, ἡ Ἑλένη ὑπὲρ ἧς ἐμονομάχουν πρὸς ἀλλήλους.
吕基诺斯潘菲洛斯,这就是他们为之决斗的那个海伦。
καὶ ἄχρι γε τούτου γελοῖον οὐδὲν πλὴν ἐκεῖνο ἴσως, τὸ φιλοσόφους εἶναι φάσκοντας καὶ χρημάτων καταφρονεῖν ἔπειτα ὑπὲρ τούτων ὡς ὑπὲρ πατρίδος κινδυνευούσης καὶ ἱερῶν πατρῴων καὶ τάφων προγονικῶν ἀγωνίζεσθαι.
直到目前为止,倒也没什么滑稽的,除了这一点之外:那些自称是哲学家、鄙视金钱的人,竟为了钱财而争斗,仿佛在保卫处于危难之中的祖国、父辈的神庙和祖先的坟墓一般。
Πάμφιλος καὶ μὴν καὶ τὸ δόγμα τοῦτό γέ ἐστιν τοῖς Περιπατητικοῖς, τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων, ἀλλὰ τρίτον τι ἀγαθὸν καὶ τοῦτο οἴεσθαι.
潘菲洛斯不过,对逍遥学派来说,这确实是他们的教义:不应过分鄙视金钱,而是将其视为“第三种善”。
Λυκῖνος ὀρθῶς λέγεις.
吕基诺斯你说得对。
φασὶ γὰρ οὖν ταῦτα, καὶ κατὰ τὰ πάτρια ἐγίγνετο αὐτοῖς ὁ πόλεμος.
因为他们确实是这么说的,所以他们的战争也算是符合“先辈传统”的。
§4Λυκῖνος τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουε.
吕基诺斯现在听听接下来的事吧。
πολλοὶ μὲν γὰρ καὶ ἄλλοι τὸν ἐπιτάφιον τοῦ ἀποθανόντος ἐκείνου ἠγωνίζοντο· δύο δὲ μάλιστα ἦσαν οἱ ἀμφήριστοι αὐτῶν, Διοκλῆς τε ὁ πρεσβύτης — οἶσθα ὃν λέγω, τὸν ἐριστικόν — καὶ Βαγώας ὁ εὐνοῦχος εἶναι δοκῶν.
竞逐那位死者悼词的人确实还有很多;但其中最针锋相对的是两个人:年长的迪奥克勒斯——你认识他,就是那个好辩的家伙——和被认为是宦官的巴戈阿斯。
τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο· καὶ μὰ τὸν Δίʼ οὐδέτερος αὐτῶν ἀμείνων ἦν.
关于学说的争斗此前已经在他们之间展开了,双方都展示了自己对教义的掌握,并证明自己忠于亚里士多德及其思想;指宙斯起誓,他们俩难分高下。

词汇与语法注释

  1. §1δέον — 非人称动词 δεῖ 的中性单数宾格分词,用于宾格绝对结构,表示“本该……”或“尽管应当……”。
  2. §2ἐφʼ ὧν — 介词 ἐπί 接属格关系代词 ὧν(其先行词为法官 δικασταί),表示“在他们面前”。
  3. §3βοείη — 形容词 βόειος(牛的)阴性单数主格的名词化形式,意为“牛皮”。此处戏仿了荷马《伊利亚特》22.159中的诗句(“他们争夺的并非牺牲兽或牛皮”)。
  4. §4προηγώνιστο — 动词 προαγωνίζομαι(预先争斗)的直说法语气过去完成时中被动语态第三人称单数。主语为中性复数短语 τὰ μὲν τῶν λόγων(言论方面的事),在古典希腊语语法中,中性复数主语常接单数动词。

引用这一段

琉善, 太监 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg047.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。