§9Λυκῖνος
τοῦ δὲ οὐ σωματικὴν λέγοντος εἶναι τὴν κρίσιν, ἀλλὰ τῆς ψυχῆς καὶ τῆς γνώμης ἐξέτασιν δεῖν γίγνεσθαι καὶ τῆς τῶν δογμάτων ἐπιστήμης.
吕基诺斯但另一方辩称,审查不应是身体方面的,而应当是对灵魂和心智、以及对教义知识的考察。
εἶθʼ ὁ Ἀριστοτέλης ἐκαλεῖτο μάρτυς τοῦ λόγου, εἰς ὑπερβολὴν θαυμάσας Ἑρμείαν τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον ἄχρι τοῦ καὶ θύειν αὐτῷ κατὰ ταὐτὰ τοῖς θεοῖς.
随后,亚里士多德被召来作为这一观点的证人,因为他曾极其崇拜阿塔尔内乌斯的僭主、宦官赫尔梅亚斯,甚至到了像祭祀神明一样向他奉献祭品的地步。
καί τι καὶ ἐτόλμα προστιθέναι ὁ Βαγώας τοιοῦτον, ὡς πολὺ ἐπιτηδειότερος τοῖς νέοις εὐνοῦχος διδάσκαλος οὐδὲ διαβολήν τινα πρὸς αὐτοὺς ἐνδέξασθαι δυνάμενος οὐδὲ τὸ τοῦ Σωκράτους ἐκεῖνο ἔγκλημα παθεῖν ἂν ὡς διαφθείρων τὰ μειράκια.
巴戈阿斯甚至还敢加上这样的话:宦官做教师对年轻人来说要合适得多,因为他既不可能招致任何针对他们的流言蜚语,也不会像苏格拉底那样遭受毒害青年的指控。
ἐπεὶ δὲ καὶ εἰς τὸ ἀγένειον μάλιστα ἐσκώφθη, χαριέντως τοῦτο, ὡς γοῦν ᾤετο, προσέρριψεν· εἰ γὰρ ἀπὸ πώγωνος,
ἔφη,
βαθέος κρίνεσθαι δέοι τοὺς φιλοσοφοῦντας, τὸν τράγον ἂν δικαιότερον προκριθῆναι πάντων.
但是,当他因没有胡须而被特别嘲弄时,他风趣地(至少他自己是这么认为的)回敬了这句话: “因为如果,” 他说, “要凭浓密的胡须来评判哲学家,那么公山羊更应该公正地在所有人中被优先选中。
§10Λυκῖνος
ἐν τούτῳ τρίτος ἄλλος παρεστώς — τὸ δὲ ὄνομα ἐν ἀφανεῖ κείσθω —
καὶ μήν
ἔφη,
ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται·
” 吕基诺斯这时,旁边站着的第三个人——且隐去他的名字——说道: “不过,” 他说, “法官大人,这位双颊光洁、声音像女人、在其他方面也像个宦官的家伙,如果脱掉衣服,在你们看来会是个彻头彻尾的汉子。
εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων.
如果议论他的人没有撒谎,他甚至曾作为通奸者被当场抓获,正如法典所说,‘使肢体处于肢体之中’。
ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως·
但那时,他通过逃避到宦官的身份中,并以此作为避难所而获释,因为当时的法官们至少从外表上看并不相信这项指控。
νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα.
而现在,为了眼前这份优厚的报酬,我看他甚至乐意唱一出‘反悔歌’。
§11Λυκῖνος
τούτων δὴ λεγομένων παρὰ πάντων μὲν γέλως ἐγίγνετο, ὡς τὸ εἰκός.
” 吕基诺斯这些话一说出来,众人自然都哄堂大笑。
Βαγώας δὲ μᾶλλον ἐταράττετο καὶ παντοῖος ἦν, ἐς μυρία τρεπόμενος χρώματα καὶ ψυχρῷ τῷ ἱδρῶτι ῥεόμενος, καὶ οὔτε συγκατατίθεσθαι τῷ περὶ τῆς μοιχείας ἐγκλήματι καλῶς ἔχειν ᾤετο οὔτε ἀχρεῖον αὑτῷ τὴν κατηγορίαν ταύτην ἐς τὸν παρόντα ἀγῶνα ἡγεῖτο εἶναι.
巴戈阿斯却更加慌乱,局促不安,脸色变了又变,浑身直冒冷汗。 他既觉得承认通奸罪名有失体面,又觉得这项指控在眼下的这场争夺中对自己并非毫无用处。
Πάμφιλος
γελοῖα, ὦ Λυκῖνε, ὡς ἀληθῶς ταῦτα καὶ ἔοικεν οὐ τὴν τυχοῦσαν ὑμῖν διατριβὴν παρεσχῆσθαι.
潘菲洛斯吕基诺斯,这真是太荒唐了,看来给你们提供了不少乐子。
τὸ δʼ οὖν τέλος τί ἐγένετο καὶ πῶς ἔγνωσαν ὑπὲρ αὐτῶν οἱ δικασταί;
那么最后结果如何? 法官们对他们做出了怎样的判决?
§12Λυκῖνος
οὐχ ὁμόψηφοι πάντες ἦσαν, ἀλλʼ οἱ μὲν ἠξίουν ἀποδύσαντας αὐτὸν ὥσπερ τοὺς ἀργυρωνήτους ἐπισκοπεῖν εἰ δύναται φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων· οἱ δὲ ἔτι γελοιότερον μεταστειλαμένους τινὰς τῶν ἐξ οἰκήματος γυναικῶν κελεύειν αὐτὸν συνεῖναι καὶ ὀπυίειν, καί τινα τῶν δικαστῶν τὸν πρεσβύτατόν τε καὶ πιστότατον ἐφεστῶτα ὁρᾶν εἰ φιλοσοφεῖ.
吕基诺斯法官们并不是所有人意见都一致。 有些人要求像对待买来的奴隶一样把他脱光,检验他至少在睾丸方面是否能从事哲学;而另一些人则提出更滑稽的建议:召集几个妓院里的女人,命令他与她们交合,并由法官中最年长、最可靠的一位在旁监督,看看他是否在从事哲学。
μετὰ δὲ ἐπεὶ πάντας ὁ γέλως κατεῖχε καὶ οὐδεὶς ὅστις οὐ τὴν γαστέρα ἤλγει βρασσόμενος ὑπʼ αὐτοῦ, ἔγνωσαν ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν ἐκπέμψαι τὴν δίκην.
后来,当所有人都被笑声征服,没有谁不因大笑而肚子疼时,他们决定将这一案件呈送至意大利。
§13Λυκῖνος
καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων·
吕基诺斯所以现在,其中一方据说正在为辩论演说进行练习和准备,撰写控诉书并重新翻出通奸指控。 正如那些拙劣的修辞学家一样,他也做了一件对自己最为不利的事,因为这一指控反而把他的对手归入了男人之列。
τῷ Βαγώᾳ δὲ ἕτερα, ὥς φασι, μέλει καὶ ἀνδρίζεται τὰ πολλὰ καὶ διὰ χειρὸς ἔχει τὸ πρᾶγμα καὶ τέλος κρατήσειν ἐλπίζει ἢν ἐπιδείξῃ ὡς οὐδὲν χείρων ἐστὶν τῶν τὰς ἵππους ἀναβαινόντων ὄνων.
而巴戈阿斯据说则另有心思,他多方表现出男子气概,把控着局势,并希望如果能证明自己绝不比骑牝马的公驴差,最终就能胜出。
αὕτη γάρ, ὦ ἑταῖρε, φιλοσοφίας ἀρίστη κρίσις ἔοικεν εἶναι καὶ ἀπόδειξις ἀναντίλεκτος.
因为,我的朋友啊,这似乎才是对哲学最好的审查,以及无可辩驳的证明。
ὥστε καὶ τὸν υἱὸν — ἔτι δέ μοι κομιδῇ νέος ἐστίν — εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν.
因此,我甚至要祈祷我的儿子——虽然他现在还非常年幼——能拥有的不是能从事哲学的头脑或口才,而是准备好从事哲学的阳具。