- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg047.humanitext-grc2:5-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ディオクレスとバゴアスは互いの私生活を攻撃し合い、ディオクレスはバゴアスが宦官であることを理由に、哲学の資格も公的な活動も剥奪されるべきだと主張する。バゴアスは過去の女性哲学者や他の高名な宦官を引き合いに出して反論するが、裁判の論点は宦官が哲学者として認められるべきかという点に収束する。
Λυκῖνος τὸ δʼ οὖν τέλος τῆς δίκης ἐς τοῦτο περιέστη· ἀφέμενος γὰρ ὁ Διοκλῆς τοῦ δεικνύναι τὰ αὑτοῦ μετέβαινεν ἐπὶ τὸν Βαγώαν καὶ διελέγχειν ἐπειρᾶτο μάλιστα τὸν βίον αὐτοῦ· κατὰ ταὐτὰ δὲ καὶ ὁ Βαγώας ἀντεξήταζε τὸν ἐκείνου βίον. Πάμφιλος εἰκότως, ὦ Λυκῖνε· καὶ τὰ πλείω γε τοῦ λόγου περὶ τούτου μᾶλλον ἐχρῆν εἶναι αὐτοῖς· ὡς ἔγωγε, εἰ δικάζων ἐτύγχανον, ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ,1 τὸν ἄμεινον βιοῦντα μᾶλλον ἢ τὸν ἐν τοῖς λόγοις αὐτοῖς προχειρότερον ζητῶν καὶ οἰκειότερον τῇ νίκῃ νομίζων.
ルキノス ともあれ、裁判の結末はこのようなことになった。というのも、ディオクレスは自分自身の優れた点を証明することをやめて、バゴアスへの攻撃へと移り、主に彼の私生活を暴こうとしたのだ。そして同様に、バゴアスも相手の私生活を調べ上げようとした。 パンフィロス もっともなことだ、ルキノス。そして彼らにとっても、弁論の大部分をむしろその点に向けるべきだったのだ。私自身について言えば、もし自分が裁判官であったなら、そのようなことに大半の時間を費やしただろうと思う。議論そのものにおいて手際がよい者よりも、よりよく生きている者を求め、その者を勝利にふさわしいと考えながら。
Λυκῖνος εὖ λέγεις, κἀμὲ ὁμόψηφον ἐν τούτῳ ἔχεις. ἐπεὶ δὲ ἅλις μὲν εἶχον βλασφημιῶν, ἅλις δὲ ἐλέγχων, τὸ τελευταῖον ἤδη ὁ Διοκλῆς ἔφη μηδὲ τὴν ἀρχὴν θεμιτὸν εἶναι τῷ Βαγώᾳ μεταποιεῖσθαι φιλοσοφίας καὶ τῶν ἐπʼ αὐτῇ ἀριστείων εὐνούχῳ γε ὄντι, ἀλλὰ τοὺς τοιούτους οὐχ ὅπως2 τούτων ἀποκεκλεῖσθαι ἠξίου, ἀλλὰ καὶ ἱερῶν αὐτῶν καὶ περιρραντηρίων καὶ τῶν κοινῶν ἁπάντων συλλόγων, δυσοιώνιστόν τι ἀποφαίνων καὶ δυσάντητον θέαμα, εἴ τις ἕωθεν ἐξιὼν ἐκ τῆς οἰκίας ἴδοι τοιοῦτόν τινα. καὶ πολὺς ἦν ὁ περὶ τούτου λόγος, οὔτε ἄνδρα οὔτε γυναῖκα εἶναι τὸν εὐνοῦχον λέγοντος, ἀλλά τι σύνθετον καὶ μικτὸν καὶ τερατῶδες, ἔξω τῆς ἀνθρωπείας φύσεως. Πάμφιλος καινόν γε τὸ ἔγκλημα φής, ὦ Λυκῖνε, καὶ ἤδη γελᾶν καὶ αὐτός, ὦ ἑταῖρε, προάγομαι τῆς παραδόξου ταύτης κατηγορίας ἀκούων. τί δʼ οὖν ἅτερος; ἆρα τὴν ἡσυχίαν ἤγαγεν, ἤ τι πρὸς ταῦτα καὶ αὐτὸς ἀντειπεῖν ἐτόλμησεν;
ルキノス その通りだ、その点では私も君と同意見だ。しかし、彼らが罵り合いにも暴露合いにも十分飽きたとき、ついにディオクレスは、そもそもバゴアスが宦官である以上、哲学やそれに伴う栄誉を要求することは神聖な法に背くと言い出した。それどころか、そのような者はこれらから排除されるべきであるだけでなく、神聖な儀式そのものや洗礼の器、すべての公的な集会からも排除されるべきだと主張し、朝に家を出た者がこのような者に出会うなら、それは不吉の兆しであり、不快な光景であると決めつけたのだ。そしてこのことに関する彼の熱弁はすさまじく、宦官は男でも女でもなく、人間の本性から外れた、何か合成され、混ざり合わされた、怪物のようなものであると主張した。 パンフィロス ルキノス、それは本当に目新しい非難だ。友よ、この奇妙な告発を聞いて、私も今や笑いださざるを得ない。それで、もう一方はどうしたのだ?黙り込んでしまったのか、それともこれに対して自ら何か言い返しようとしたのか?
Λυκῖνος τὰ μὲν πρῶτα ὑπʼ αἰδοῦς καὶ δειλίας — οἰκεῖον γὰρ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ πολὺ ἐσιώπα καὶ ἠρυθρία καὶ ἰδίων φανερὸς ἦν, τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφη τὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι·3 καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ, καί τις Ἀκαδημαϊκὸς εὐνοῦχος ἐκ Πελασγῶν τελῶν, ὀλίγον πρὸ ἡμῶν εὐδοκιμήσας ἐν τοῖς Ἕλλησιν. ὁ Διοκλῆς δὲ κἀκεῖνον αὐτόν, εἰ περιῆν καὶ τῶν ὁμοίων μετεποιεῖτο, εἶρξαι ἂν οὐ καταπλαγεὶς αὐτοῦ τὴν παρὰ τοῖς πολλοῖς δόξαν· καί τινας καὶ αὐτὸς ἀπεμνημόνευε λόγους καὶ πρὸς ἐκεῖνον ὑπό τε Στωϊκῶν καὶ Κυνικῶν μάλιστα εἰρημένους πρὸς τὸ γελοιότερον ἐπὶ τῷ ἀτελεῖ τοῦ σώματος.
ルキノス 最初は羞恥心と臆病さから――そのような性質は彼らに固有のものなのだ――長い間沈黙し、顔を赤らめ、冷や汗をかいているのがありありと見えたが、最後には、か細い、女のような声を絞り出し、自分が宦官だからといって哲学から締め出すディオクレスは不当なことをしていると述べ、哲学には女性たちでさえあずかることができるのだと主張した。そしてアスパスィア、ディオティマ、タルゲリアが、自分を擁護する者たちとして引き合いに出され、さらに私たちの少し前の時代にギリシャ人たちの間で名声を博した、ペラスゴイ出身のアカデメイア派の宦官も引き合いに出された。しかしディオクレスは、もしその者自身が存命で同様の地位を求めていたとしても、大衆の間での彼の名声に恐れおののくことなく、締め出したであろうと言い放ち、その者に対しても、身体の不完全さを嘲笑うためにストア派や特に犬儒派によって語られたいくつかの言葉を思い起こさせた。
Λυκῖνος ἐν τούτοις ἦν τοῖς δικασταῖς ἡ διατριβή· καὶ τὸ κεφάλαιον ἤδη τοῦ σκέμματος τοῦτο ἐτύγχανεν, εἰ δοκιμαστέος εὐνοῦχος ἐπὶ φιλοσοφίαν παραγγέλλων καὶ νέων προστασίαν ἐγχειρισθῆναι ἀξιῶν, τοῦ μὲν καὶ σχῆμα καὶ σώματος εὐμοιρίαν προσεῖναι φιλοσόφῳ δεῖν λέγοντος, καὶ τὸ μέγιστον, πώγωνα βαθὺν ἔχειν αὐτὸν καὶ τοῖς προσιοῦσι καὶ μανθάνειν βουλομένοις ἀξιόπιστον καὶ πρέποντα ταῖς μυρίαις ἃς χρὴ παρὰ βασιλέως ἀποφέρεσθαι, τὸ δὲ τοῦ εὐνούχου καὶ τῶν βακήλων χεῖρον εἶναι·4 τοὺς μὲν γὰρ κἂν πεπειρᾶσθαί ποτε ἀνδρείας, τοῦτον δὲ ἐξ ἀρχῆς εὐθὺς ἀποκεκόφθαι καὶ ἀμφίβολόν τι ζῷον εἶναι κατὰ ταὐτὰ ταῖς κορώναις, αἳ μήτε περιστεραῖς μήτε κόραξιν ἐναριθμοῖντο ἄν,
ルキノス 裁判官たちの議論はこのようなことに費やされた。そして検討の要点は今やこのことに至っていた。すなわち、哲学のポストを志願し、若者たちの指導を委ねられることを要求している宦官が、審査を通過すべきかどうか、ということだ。一方(ディオクレス)は、哲学者には外見も身体の健全さも備わっているべきだと主張し、そして何よりも、近づいてきて学ぼうとする者たちに信頼を与え、皇帝から受け取る予定の1万ドラクマにふさわしい、豊かな髭を彼自身が蓄えているべきであるとした。他方、宦官の状態は去勢された神官たちよりも劣っている。なぜなら、神官たちはかつては男らしさを経験したこともあるが、この男は最初からすぐに切り取られており、鳩とも烏とも数えられないような、ハシボソガラスと同様の曖昧な動物だからである、と。
- 5ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ
「〜だろうと思う」を意味する δοκῶ +不定詞(ここでは διατρῖψαι)の構文。不定詞に付された助詞 ἄν は、条件文の帰結節と同様の潜在的・反実仮想的ニュアンス(「もし〜であったなら、費やしただろう」)を文脈上与えている。
- 6οὐχ ὅπως
「〜ではないだけでなく、〜さえも」を意味する慣用表現(しばしば後続の ἀλλὰ καί と相関する)。ここでは、哲学のポストから排除されるべき(ἀποκεκλεῖσθαι)であるだけでなく、神聖な儀式や公的な集会からも排除されるべきだ、という強い否定・排除の対比を導いている。
- 7ἧς καὶ γυναιξὶ μετεῖναι
非人称動詞 μέτεστι(〜に〜の分け前がある)の不定詞形 μετεῖναι。与格 γυναιξί が分け前を持つ主体、関係代名詞の属格 ἧς(先行詞は φιλοσοφίας)が分け前の対象を表し、全体が ἔφη(彼は言った)の間接話法の一部となっている。
- 8τοῦ μὲν ... λέγοντος, τὸ δὲ ... εἶναι
接続詞 μέν と δέ によって対比される二つの節が、非対称な構文を取っている。前者は属格絶対格(τοῦ μὲν ... λέγοντος)による理由の提示、後者は「一方〜であり、他方(宦官の状態は)〜であること」を示すために対格不定詞(τὸ δὲ ... εἶναι)に移行している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-10-12)
- 2026-10-12 AI校閲 — 訳文 1 件
