§5Λυκῖνος
τὸ δʼ οὖν τέλος τῆς δίκης ἐς τοῦτο περιέστη·
ルキノスともあれ、裁判の結末はこのようなことになった。
ἀφέμενος γὰρ ὁ Διοκλῆς τοῦ δεικνύναι τὰ αὑτοῦ μετέβαινεν ἐπὶ τὸν Βαγώαν καὶ διελέγχειν ἐπειρᾶτο μάλιστα τὸν βίον αὐτοῦ·
というのも、ディオクレスは自分自身の優れた点を証明することをやめて、バゴアスへの攻撃へと移り、主に彼の私生活を暴こうとしたのだ。
κατὰ ταὐτὰ δὲ καὶ ὁ Βαγώας ἀντεξήταζε τὸν ἐκείνου βίον.
そして同様に、バゴアスも相手の私生活を調べ上げようとした。
Πάμφιλος
εἰκότως, ὦ Λυκῖνε·
パンフィロスもっともなことだ、ルキノス。
καὶ τὰ πλείω γε τοῦ λόγου περὶ τούτου μᾶλλον ἐχρῆν εἶναι αὐτοῖς·
そして彼らにとっても、弁論の大部分をむしろその点に向けるべきだったのだ。
ὡς ἔγωγε, εἰ δικάζων ἐτύγχανον, ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ, τὸν ἄμεινον βιοῦντα μᾶλλον ἢ τὸν ἐν τοῖς λόγοις αὐτοῖς προχειρότερον ζητῶν καὶ οἰκειότερον τῇ νίκῃ νομίζων.
私自身について言えば、もし自分が裁判官であったなら、そのようなことに大半の時間を費やしただろうと思う。 議論そのものにおいて手際がよい者よりも、よりよく生きている者を求め、その者を勝利にふさわしいと考えながら。
§6Λυκῖνος
εὖ λέγεις, κἀμὲ ὁμόψηφον ἐν τούτῳ ἔχεις.
ルキノスその通りだ、その点では私も君と同意見だ。
ἐπεὶ δὲ ἅλις μὲν εἶχον βλασφημιῶν, ἅλις δὲ ἐλέγχων, τὸ τελευταῖον ἤδη ὁ Διοκλῆς ἔφη μηδὲ τὴν ἀρχὴν θεμιτὸν εἶναι τῷ Βαγώᾳ μεταποιεῖσθαι φιλοσοφίας καὶ τῶν ἐπʼ αὐτῇ ἀριστείων εὐνούχῳ γε ὄντι, ἀλλὰ τοὺς τοιούτους οὐχ ὅπως τούτων ἀποκεκλεῖσθαι ἠξίου, ἀλλὰ καὶ ἱερῶν αὐτῶν καὶ περιρραντηρίων καὶ τῶν κοινῶν ἁπάντων συλλόγων, δυσοιώνιστόν τι ἀποφαίνων καὶ δυσάντητον θέαμα, εἴ τις ἕωθεν ἐξιὼν ἐκ τῆς οἰκίας ἴδοι τοιοῦτόν τινα.
しかし、彼らが罵り合いにも暴露合いにも十分飽きたとき、ついにディオクレスは、そもそもバゴアスが宦官である以上、哲学やそれに伴う栄誉を要求することは神聖な法に背くと言い出した。 それどころか、そのような者はこれらから排除されるべきであるだけでなく、神聖な儀式そのものや洗礼の器、すべての公的な集会からも排除されるべきだと主張し、朝に家を出た者がこのような者に出会うなら、それは不吉の兆しであり、不快な光景であると決めつけたのだ。
καὶ πολὺς ἦν ὁ περὶ τούτου λόγος, οὔτε ἄνδρα οὔτε γυναῖκα εἶναι τὸν εὐνοῦχον λέγοντος, ἀλλά τι σύνθετον καὶ μικτὸν καὶ τερατῶδες, ἔξω τῆς ἀνθρωπείας φύσεως.
そしてこのことに関する彼の熱弁はすさまじく、宦官は男でも女でもなく、人間の本性から外れた、何か合成され、混ざり合わされた、怪物のようなものであると主張した。
Πάμφιλος
καινόν γε τὸ ἔγκλημα φής, ὦ Λυκῖνε, καὶ ἤδη γελᾶν καὶ αὐτός, ὦ ἑταῖρε, προάγομαι τῆς παραδόξου ταύτης κατηγορίας ἀκούων.
パンフィロスルキノス、それは本当に目新しい非難だ。 友よ、この奇妙な告発を聞いて、私も今や笑いださざるを得ない。
τί δʼ οὖν ἅτερος;
それで、もう一方はどうしたのだ?
ἆρα τὴν ἡσυχίαν ἤγαγεν, ἤ τι πρὸς ταῦτα καὶ αὐτὸς ἀντειπεῖν ἐτόλμησεν;
黙り込んでしまったのか、それともこれに対して自ら何か言い返しようとしたのか?
§7Λυκῖνος
τὰ μὲν πρῶτα ὑπʼ αἰδοῦς καὶ δειλίας — οἰκεῖον γὰρ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ πολὺ ἐσιώπα καὶ ἠρυθρία καὶ ἰδίων φανερὸς ἦν, τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφη τὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι·
ルキノス最初は羞恥心と臆病さから――そのような性質は彼らに固有のものなのだ――長い間沈黙し、顔を赤らめ、冷や汗をかいているのがありありと見えたが、最後には、か細い、女のような声を絞り出し、自分が宦官だからといって哲学から締め出すディオクレスは不当なことをしていると述べ、哲学には女性たちでさえあずかることができるのだと主張した。
καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ, καί τις Ἀκαδημαϊκὸς εὐνοῦχος ἐκ Πελασγῶν τελῶν, ὀλίγον πρὸ ἡμῶν εὐδοκιμήσας ἐν τοῖς Ἕλλησιν.
そしてアスパスィア、ディオティマ、タルゲリアが、自分を擁護する者たちとして引き合いに出され、さらに私たちの少し前の時代にギリシャ人たちの間で名声を博した、ペラスゴイ出身のアカデメイア派の宦官も引き合いに出された。
ὁ Διοκλῆς δὲ κἀκεῖνον αὐτόν, εἰ περιῆν καὶ τῶν ὁμοίων μετεποιεῖτο, εἶρξαι ἂν οὐ καταπλαγεὶς αὐτοῦ τὴν παρὰ τοῖς πολλοῖς δόξαν· καί τινας καὶ αὐτὸς ἀπεμνημόνευε λόγους καὶ πρὸς ἐκεῖνον ὑπό τε Στωϊκῶν καὶ Κυνικῶν μάλιστα εἰρημένους πρὸς τὸ γελοιότερον ἐπὶ τῷ ἀτελεῖ τοῦ σώματος.
しかしディオクレスは、もしその者自身が存命で同様の地位を求めていたとしても、大衆の間での彼の名声に恐れおののくことなく、締め出したであろうと言い放ち、その者に対しても、身体の不完全さを嘲笑うためにストア派や特に犬儒派によって語られたいくつかの言葉を思い起こさせた。
§8Λυκῖνος
ἐν τούτοις ἦν τοῖς δικασταῖς ἡ διατριβή·
ルキノス裁判官たちの議論はこのようなことに費やされた。
καὶ τὸ κεφάλαιον ἤδη τοῦ σκέμματος τοῦτο ἐτύγχανεν, εἰ δοκιμαστέος εὐνοῦχος ἐπὶ φιλοσοφίαν παραγγέλλων καὶ νέων προστασίαν ἐγχειρισθῆναι ἀξιῶν, τοῦ μὲν καὶ σχῆμα καὶ σώματος εὐμοιρίαν προσεῖναι φιλοσόφῳ δεῖν λέγοντος, καὶ τὸ μέγιστον, πώγωνα βαθὺν ἔχειν αὐτὸν καὶ τοῖς προσιοῦσι καὶ μανθάνειν βουλομένοις ἀξιόπιστον καὶ πρέποντα ταῖς μυρίαις ἃς χρὴ παρὰ βασιλέως ἀποφέρεσθαι, τὸ δὲ τοῦ εὐνούχου καὶ τῶν βακήλων χεῖρον εἶναι· τοὺς μὲν γὰρ κἂν πεπειρᾶσθαί ποτε ἀνδρείας, τοῦτον δὲ ἐξ ἀρχῆς εὐθὺς ἀποκεκόφθαι καὶ ἀμφίβολόν τι ζῷον εἶναι κατὰ ταὐτὰ ταῖς κορώναις, αἳ μήτε περιστεραῖς μήτε κόραξιν ἐναριθμοῖντο ἄν,
そして検討の要点は今やこのことに至っていた。 すなわち、哲学のポストを志願し、若者たちの指導を委ねられることを要求している宦官が、審査を通過すべきかどうか、ということだ。 一方(ディオクレス)は、哲学者には外見も身体の健全さも備わっているべきだと主張し、そして何よりも、近づいてきて学ぼうとする者たちに信頼を与え、皇帝から受け取る予定の1万ドラクマにふさわしい、豊かな髭を彼自身が蓄えているべきであるとした。 他方、宦官の状態は去勢された神官たちよりも劣っている。 なぜなら、神官たちはかつては男らしさを経験したこともあるが、この男は最初からすぐに切り取られており、鳩とも烏とも数えられないような、烏と同様の曖昧な動物だからである、と。