← ルキアノス

エウヌコス

§1-4

哲学給与の椅子を争う裁判の報告

パンフィロスとルキノスが対話し、ルキノスがアゴラで目撃した哲学者たちの間の奇妙な裁判について話し始める。それは、皇帝が定めた高額の哲学給与の継承席を争う、逍遥学派のディオクレスと宦官バゴアスの間の滑稽な争いであった。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Πάμφιλος πόθεν, ὦ Λυκῖνε, καὶ τί γελῶν ἡμῖν ἀφῖξαι; ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφʼ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα. Λυκῖνος ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε· τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων. Πάμφιλος καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον,1 εἰ καί τι μέγα εἴη, κατʼ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα.

パンフィロス どこから、ルキノス、そして何を笑って私たちのところへやってきたのだ?というのも、君はいつも晴れやかな顔をしているが、今回のはいつも以上であるように私には思われる。そのために君は笑いをこらえることさえできないでいるのだから。 ルキノス 広場から君のところへやってきたのだよ、パンフィロス。もし私がどのような裁判に立ち会ってきたかを聞けば、すぐに君をこの笑いの仲間に引き入れよう。哲学者たちが互いに争っている裁判なのだ。 パンフィロス なるほどそれは本当に滑稽な話だ。哲学する者たちが互いに裁判で争うとは。たとい何か重大なことがあろうとも、穏やかに自分たちの間で苦情を解決すべきであるのに。

§2

Λυκῖνος πόθεν, ὦ μακάριε, κατʼ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι; Πάμφιλος ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες; Λυκῖνος οὐδαμῶς, ἀλλʼ ἑτεροῖόν τι τοῦτο ἦν· ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων. δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφʼ ὧν2 ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος. Πάμφιλος οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἴη τὸν τοσοῦτον γέλωτα.

ルキノス おやおや、友よ、彼らがどうして穏やかに解決などできようか。彼らは衝突して、大声で叫び、必死になりながら、丸ごと車いっぱいの罵詈雑言を互いに浴びせかけ合っていたのだから。 パンフィロス きっと、ルキノス、彼らは異なる学説を奉じていて、教義を巡っていつものあれこれの議論を戦わせていたのだろう? ルキノス いや全く違う。これは何か一風変わったことだったのだ。というのも、両者とも同じ教義を奉じ、同じ議論に依拠していたのだから。それなのに裁判が執り行われ、投票する裁判官たちというのは、市の中で最も優れ、最も年長で、最も賢い人々であり、彼らの前では、誰であれ音程を外した発声をする(不調法なことを口にする)ことさえ恥じるような人々だったのだ。これほどの破廉恥に走るなどとは思いもよらないことだが。 パンフィロス それなら、もうその裁判の要点を話してくれないか。これほどの笑いを君に引き起こしたものが何であるのか、私も知ることができるように。

§3

Λυκῖνος συντέτακται μέν, ὦ Πάμφιλε, ὡς οἶσθα, ἐκ βασιλέως μισθοφορά τις οὐ φαύλη κατὰ γένη τοῖς φιλοσόφοις, Στωϊκοῖς λέγω καὶ Πλατωνικοῖς καὶ Ἐπικουρείοις, ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ Περιπάτου, τὰ ἴσα τούτοις ἅπασιν. ἔδει δὲ ἀποθανόντος αὐτῶν τινος ἄλλον ἀντικαθίστασθαι δοκιμασθέντα ψήφῳ τῶν ἀρίστων. καὶ τὰ ἆθλα οὐ βοείη3 τις ἦν, κατὰ τὸν ποιητήν, οὐδὲ ἱερεῖον, ἀλλὰ μύριαι κατὰ τὸν ἐνιαυτόν, ἐφʼ ὅτῳ συνεῖναι τοῖς νέοις. Πάμφιλος οἶδα ταῦτα· καί τινά φασιν αὐτῶν ἔναγχος ἀποθανεῖν, τῶν Περιπατητικῶν οἶμαι τὸν ἕτερον. Λυκῖνος αὕτη, ὦ Πάμφιλε, ἡ Ἑλένη ὑπὲρ ἧς ἐμονομάχουν πρὸς ἀλλήλους. καὶ ἄχρι γε τούτου γελοῖον οὐδὲν πλὴν ἐκεῖνο ἴσως, τὸ φιλοσόφους εἶναι φάσκοντας καὶ χρημάτων καταφρονεῖν ἔπειτα ὑπὲρ τούτων ὡς ὑπὲρ πατρίδος κινδυνευούσης καὶ ἱερῶν πατρῴων καὶ τάφων προγονικῶν ἀγωνίζεσθαι. Πάμφιλος καὶ μὴν καὶ τὸ δόγμα τοῦτό γέ ἐστιν τοῖς Περιπατητικοῖς, τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων, ἀλλὰ τρίτον τι ἀγαθὸν καὶ τοῦτο οἴεσθαι. Λυκῖνος ὀρθῶς λέγεις. φασὶ γὰρ οὖν ταῦτα, καὶ κατὰ τὰ πάτρια ἐγίγνετο αὐτοῖς ὁ πόλεμος.

ルキノス パンフィロス、君も知っているように、皇帝から哲学者たちに対して、その学派ごとに少なからぬ給与が定められている。つまりストア派、プラトン派、エピクロス派、さらには逍遥学派にも、これらすべてに同額が支払われるのだ。そして彼らのうちの誰かが死んだときには、最良の人々の投票によって審査された別の者が代わりに任命されることになっていた。そしてその賞品は、詩人の言うように「牛皮でも犠牲獣でもなく」、若者たちを指導することに対して、年間1万ドラクマなのだ。 パンフィロス それは知っている。最近、彼らのうちの一人が亡くなったそうだね。ペリパトス派の二人のうちの一人だったと思うが。 ルキノス パンフィロス、これこそが彼らが互いに決闘して奪い合ったヘレネなのだ。そしてここまでは、おそらく次のようなこと以外には何も滑稽なことはなかった。つまり、自分たちは哲学者であり、富を軽蔑していると主張しながら、その富のために、あたかも危機に瀕した祖国や、父祖伝来の聖所や、先祖の墓のために戦うかのように闘うことだ。 パンフィロス いやしかし、ペリパトス派にとっては、金銭をそれほど激しく軽蔑しないこと、むしろそれをも「第三の善」とみなすことこそが教義なのだよ。 ルキノス 君の言う通りだ。確かに彼らはそう言っているからね。だから、彼らの戦争は「父祖伝来の法」に従って行われていたわけだ。

§4

Λυκῖνος τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουε. πολλοὶ μὲν γὰρ καὶ ἄλλοι τὸν ἐπιτάφιον τοῦ ἀποθανόντος ἐκείνου ἠγωνίζοντο· δύο δὲ μάλιστα ἦσαν οἱ ἀμφήριστοι αὐτῶν, Διοκλῆς τε ὁ πρεσβύτης — οἶσθα ὃν λέγω, τὸν ἐριστικόν — καὶ Βαγώας ὁ εὐνοῦχος εἶναι δοκῶν. τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο4 αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο· καὶ μὰ τὸν Δίʼ οὐδέτερος αὐτῶν ἀμείνων ἦν.

ルキノス では、その後のことを聞きなさい。その亡くなった者の後継の地位を争う者は他にも大勢いたが、その中でも最も激しく争ったのは、年長のディオクレス――知っているだろう、あの議論好きな男だ――と、宦官であると見なされていたバゴアスの二人だった。学説に関する闘いはすでに彼らの間で先行して行われており、双方が教義の知識を誇示し、自分がアリストテレスとその思想を支持していることを証明していた。そして、ゼウスにかけて、どちらも他方より優れてはいなかった。

構文注4 件
  1. 1δέον

    非人称動詞 δεῖ の分詞対格中性(対格絶対構文)。「〜すべきであるのに」「〜するのが当然であるのに」という譲歩を表す。

  2. 2ἐφʼ ὧν

    前置詞 ἐπί + 属格で、ここでは「〜の面前で」「〜の前で」の意味。関係代名詞 ὧν の先行詞は直前の裁判官たち(δικασταί)。

  3. 3βοείη

    形容詞 βόειος(牛の)の女性単数主格の名詞化(「牛皮」)。ホメロス『イリアス』22.159の「彼らが争ったのは牛皮でも犠牲獣でもなく」という文脈を踏まえている。

  4. 4προηγώνιστο

    動詞 προαγωνίζομαι(事前に戦う)の直説法過去完了中受動態三人称単数。主語は中性複数名詞の τὰ μὲν τῶν λόγων(議論に関すること)であり、中性複数主語に対して単数動詞が用いられている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg047.humanitext-grc2:1-4