§1Πάμφιλος
πόθεν, ὦ Λυκῖνε, καὶ τί γελῶν ἡμῖν ἀφῖξαι;
パンフィロスどこから、ルキノス、そして何を笑って私たちのところへやってきたのだ?
ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφʼ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα.
というのも、君はいつも晴れやかな顔をしているが、今回のはいつも以上であるように私には思われる。 そのために君は笑いをこらえることさえできないでいるのだから。
Λυκῖνος
ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε·
ルキノス広場から君のところへやってきたのだよ、パンフィロス。
τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων.
もし私がどのような裁判に立ち会ってきたかを聞けば、すぐに君をこの笑いの仲間に引き入れよう。 哲学者たちが互いに争っている裁判なのだ。
Πάμφιλος
καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἴη, κατʼ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα.
パンフィロスなるほどそれは本当に滑稽な話だ。 哲学する者たちが互いに裁判で争うとは。 たとい何か重大なことがあろうとも、穏やかに自分たちの間で苦情を解決すべきであるのに。
§2Λυκῖνος
πόθεν, ὦ μακάριε, κατʼ εἰρήνην ἐκεῖνοι, οἵ γε ξυμπεσόντες ὅλας ἁμάξας βλασφημιῶν κατεσκέδασαν ἀλλήλων, κεκραγότες καὶ ὑπερδιατεινόμενοι;
ルキノスおやおや、友よ、彼らがどうして穏やかに解決などできようか。 彼らは衝突して、大声で叫び、必死になりながら、丸ごと車いっぱいの罵詈雑言を互いに浴びせかけ合っていたのだから。
Πάμφιλος
ἦ που, ὦ Λυκῖνε, περὶ τῶν λόγων διεφέροντο τὰ συνήθη ταῦτα, ἑτερόδοξοι τυγχάνοντες;
パンフィロスきっと、ルキノス、彼らは異なる学説を奉じていて、教義を巡っていつものあれこれの議論を戦わせていたのだろう?
Λυκῖνος
οὐδαμῶς, ἀλλʼ ἑτεροῖόν τι τοῦτο ἦν·
ルキノスいや全く違う。 これは何か一風変わったことだったのだ。
ὁμόδοξοι γὰρ ἄμφω καὶ ἀπὸ τῶν αὐτῶν λόγων.
というのも、両者とも同じ教義を奉じ、同じ議論に依拠していたのだから。
δίκη δὲ ὅμως συνειστήκει καὶ δικασταὶ ψηφοφοροῦντες ἦσαν οἱ ἄριστοι καὶ πρεσβύτατοι καὶ σοφώτατοι τῶν ἐν τῇ πόλει καὶ ἐφʼ ὧν ἄν τις ᾐδέσθη παρὰ μέλος τι φθεγξάμενος, οὐχ ὅπως ἐς τοσαύτην ἀναισχυντίαν τραπόμενος.
それなのに裁判が執り行われ、投票する裁判官たちというのは、市の中で最も優れ、最も年長で、最も賢い人々であり、彼らの前では、誰であれ音程を外した発声をする(不調法なことを口にする)ことさえ恥じるような人々だったのだ。 これほどの破廉恥に走るなどとは思いもよらないことだが。
Πάμφιλος
οὐκοῦν λέγοις ἂν ἤδη τὸ κεφάλαιον τῆς δίκης, ὡς καὶ αὐτὸς εἰδείην ὅ τι σοὶ τὸ κεκινηκὸς εἴη τὸν τοσοῦτον γέλωτα.
パンフィロスそれなら、もうその裁判の要点を話してくれないか。 これほどの笑いを君に引き起こしたものが何であるのか、私も知ることができるように。
§3Λυκῖνος
συντέτακται μέν, ὦ Πάμφιλε, ὡς οἶσθα, ἐκ βασιλέως μισθοφορά τις οὐ φαύλη κατὰ γένη τοῖς φιλοσόφοις, Στωϊκοῖς λέγω καὶ Πλατωνικοῖς καὶ Ἐπικουρείοις, ἔτι δὲ καὶ τοῖς ἐκ τοῦ Περιπάτου, τὰ ἴσα τούτοις ἅπασιν.
ルキノスパンフィロス、君も知っているように、皇帝から哲学者たちに対して、その学派ごとに少なからぬ給与が定められている。 つまりストア派、プラトン派、エピクロス派、さらには逍遥学派にも、これらすべてに同額が支払われるのだ。
ἔδει δὲ ἀποθανόντος αὐτῶν τινος ἄλλον ἀντικαθίστασθαι δοκιμασθέντα ψήφῳ τῶν ἀρίστων.
そして彼らのうちの誰かが死んだときには、最良の人々の投票によって審査された別の者が代わりに任命されることになっていた。
καὶ τὰ ἆθλα οὐ βοείη τις ἦν, κατὰ τὸν ποιητήν, οὐδὲ ἱερεῖον, ἀλλὰ μύριαι κατὰ τὸν ἐνιαυτόν, ἐφʼ ὅτῳ συνεῖναι τοῖς νέοις.
そしてその賞品は、詩人の言うように「牛皮でも犠牲獣でもなく」、若者たちを指導することに対して、年間1万ドラクマなのだ。
Πάμφιλος
οἶδα ταῦτα·
パンフィロスそれは知っている。
καί τινά φασιν αὐτῶν ἔναγχος ἀποθανεῖν, τῶν Περιπατητικῶν οἶμαι τὸν ἕτερον.
最近、彼らのうちの一人が亡くなったそうだね。 ペリパトス派の二人のうちの一人だったと思うが。
Λυκῖνος
αὕτη, ὦ Πάμφιλε, ἡ Ἑλένη ὑπὲρ ἧς ἐμονομάχουν πρὸς ἀλλήλους.
ルキノスパンフィロス、これこそが彼らが互いに決闘して奪い合ったヘレネなのだ。
καὶ ἄχρι γε τούτου γελοῖον οὐδὲν πλὴν ἐκεῖνο ἴσως, τὸ φιλοσόφους εἶναι φάσκοντας καὶ χρημάτων καταφρονεῖν ἔπειτα ὑπὲρ τούτων ὡς ὑπὲρ πατρίδος κινδυνευούσης καὶ ἱερῶν πατρῴων καὶ τάφων προγονικῶν ἀγωνίζεσθαι.
そしてここまでは、おそらく次のようなこと以外には何も滑稽なことはなかった。 つまり、自分たちは哲学者であり、富を軽蔑していると主張しながら、その富のために、あたかも危機に瀕した祖国や、父祖伝来の聖所や、先祖の墓のために戦うかのように闘うことだ。
Πάμφιλος
καὶ μὴν καὶ τὸ δόγμα τοῦτό γέ ἐστιν τοῖς Περιπατητικοῖς, τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων, ἀλλὰ τρίτον τι ἀγαθὸν καὶ τοῦτο οἴεσθαι.
パンフィロスいやしかし、ペリパトス派にとっては、金銭をそれほど激しく軽蔑しないこと、むしろそれをも「第三の善」とみなすことこそが教義なのだよ。
Λυκῖνος
ὀρθῶς λέγεις.
ルキノス君の言う通りだ。
φασὶ γὰρ οὖν ταῦτα, καὶ κατὰ τὰ πάτρια ἐγίγνετο αὐτοῖς ὁ πόλεμος.
確かに彼らはそう言っているからね。 だから、彼らの戦争は「父祖伝来の法」に従って行われていたわけだ。
§4Λυκῖνος
τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουε.
ルキノスでは、その後のことを聞きなさい。
πολλοὶ μὲν γὰρ καὶ ἄλλοι τὸν ἐπιτάφιον τοῦ ἀποθανόντος ἐκείνου ἠγωνίζοντο· δύο δὲ μάλιστα ἦσαν οἱ ἀμφήριστοι αὐτῶν, Διοκλῆς τε ὁ πρεσβύτης — οἶσθα ὃν λέγω, τὸν ἐριστικόν — καὶ Βαγώας ὁ εὐνοῦχος εἶναι δοκῶν.
その亡くなった者の追悼演説を競う者は他にも大勢いたが、その中でも最も激しく争ったのは、年長のディオクレス――知っているだろう、あの議論好きな男だ――と、宦官であると見なされていたバゴアスの二人だった。
τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο·
学説に関する闘いはすでに彼らの間で先行して行われており、双方が教義の知識を誇示し、自分がアリストテレスとその思想を支持していることを証明していた。
καὶ μὰ τὸν Δίʼ οὐδέτερος αὐτῶν ἀμείνων ἦν.
そして、ゼウスにかけて、どちらも他方より劣ってはいなかった。