§13Λεξιφάνης
πίνωμεν οὖν,
ἦ δʼ ὃς ὁ Μεγαλώνυμος,
καὶ γὰρ καὶ λάγυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομίζων καὶ τυροῦ τροφαλίδας καὶ ἐλαίας χαμαιπετεῖς — φυλάττω δʼ αὐτὰς ὑπὸ σφραγῖσιν θριπηδέστοις — καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα ταυτὶ ποτήρια, ὀξυόστρακα, εὐπυνδάκωτα, ὡς ἐξ αὐτῶν πίνοιμεν, καὶ πλακοῦντα ἐξ ἐντέρων κρωβυλώδη τὴν πλοκήν.
莱克西法内斯 “那么,我们喝酒吧,”梅加洛纽莫斯说道,“因为我给你们带来了这个陈年的酒罐、几块干酪、落地的奥利弗——我把它们保存在被木蠹咬坏的封印下——以及其他浸泡在液体里的奥利弗,还有这些陶制杯子,它们器壁薄且底平,好让我们用它们喝酒,还有一个用内脏做的、编织得像发髻一样的糕点。
σὺ δʼ, ὦ παῖ, πλέον μοι τοῦ ὕδατος ἔγχει, ὡς μὴ καραιβαρεῖν ἀρξαίμην κᾆτά σοι τὸν παιδοβοσκὸν καλῶ ἐπὶ σέ·
你,孩子,给我倒多一点水,免得我开始头疼,否则我就要把儿童监护员叫来找你了。
ἴστε γὰρ ὡς ὀδυνῶμαι καὶ διέμπιλον ἔχω τὴν κεφαλήν.
因为你们知道我很痛苦,头沉重得像塞满了毛毡。
§14Λεξιφάνης
μετὰ δὲ τὸν ποτὸν συνυθλήσομεν οἷα καὶ ἅττʼ ἐώθαμεν· οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν.
” 莱克西法内斯 “喝完酒后,我们将像平时那样一起聊天;因为在酒席上胡言乱语想必并非不合时宜。
ἐπαινῶ τοῦτο,
ἦν δʼ ἐγώ,
καὶ γὰρ ὅτιπερ ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον.
” “我赞成这一点,”我说道,“因为我们确实是阿提卡风雅的极致。
εὖ λέγεις,
ἦ δʼ ὃς ὁ Καλλικλῆς· τὸ γὰρ ἐρεσχηλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται.
” “说得好,”卡里克勒斯说道,“因为经常互相开玩笑会成为唠叨的砥石。
ἐγὼ δέ,
ἦ δʼ ὃς ὁ Εὔδημος —
κρύος γάρ ἐστιν — ἥδιον ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι· καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ.
” “而我,”欧德莫斯说道,“因为天气寒冷,更愿意频频饮用更浓的酒;因为我快冻死了,暖和过来之后,我更愿意听听这些手艺精湛的艺人,即笛手和弹竖琴的歌女的表演。
§15Λεξιφάνης
τί ταῦτα ἔφησθα, ὦ Εὔδημε;
” 莱克西法内斯 “欧德莫斯,你为什么这么说?
ἦν
δʼ ἐγώ· ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις;
”我说道,“你强求我们保持沉默,就好像我们是没有嘴和舌头的人一样吗?
ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας.
而我的舌头已经渴望说话了,我正要启航,用古雅的语言向你们叙述,并用我的舌头将所有人冲刷殆尽。
ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν, ἐμπεπνευματωμένου τοῦ ἀκατίου, εὐφοροῦσάν τε καὶ ἀκροκυματοῦσαν, ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον, φθόνῳ τῆς εὐηνεμίας.
但你对我做的事,就像是一艘三桅商船在顺风中航行,小帆吃满了风,轻快地在波浪尖上飞驰,却有人投下双头锚、铁锚爪和锁船链,出于对风和日丽的嫉妒,阻止它在航道上乘风破浪。
Οὐκοῦν,
ἦ δʼ ὅς,
σὺ μέν, εἰ βούλει, πλεῖ καὶ νεῖ καὶ θεῖ κατὰ τοῦ κλύδωνος, ἐγὼ δὲ ἀπόγειος πίνων ἅμα ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἢ ἀπὸ φαλάκρων ἢ ἀπὸ τῆς ἀκρουρανίας ὄψομαι διαφερόμενόν σέ τε καὶ τὴν ναῦν πρύμνηθεν ὑπὸ τοῦ ἀνέμου κατουρουμένην.
” “既然如此,”他说道,“你若愿意,就尽管迎着海浪航行、游泳、奔跑吧;而我则在岸边,一边喝着酒,就像荷马笔下的宙斯那样,无论是在法拉克拉山还是在天之顶,看着你和你的船被顺风从船尾送走。
§16Λυκῖνος
ἅλις, ὦ Λεξίφανες, καὶ ποτοῦ καὶ ἀναγνώσεως.
” 吕基诺斯 “够了,莱克西法内斯,无论是喝酒还是朗读。
ἐγὼ γοῦν ἤδη μεθύω σοι καὶ ναυτιῶ καὶ ἢν μὴ τάχιστα ἐξεμέσω πάντα ταῦτα ὁπόσα διεξελήλυθας, εὖ ἴσθι, κορυβαντιάσειν μοι δοκῶ περιβομβούμενος ὑφʼ ὧν κατεσκέδασάς μου ὀνομάτων.
至少我已经因为你而醉了,感到恶心,如果我不快点把我所经历的这一切全部吐出来,确信无疑,我觉得自己会在你向我倾倒的那些词汇的嗡嗡声中发疯。
καίτοι τὸ μὲν πρῶτον γελᾶν ἐπῄει μοι ἐπʼ αὐτοῖς, ἐπειδὴ δὲ πολλὰ καὶ πάντα ὅμοια ἦν, ἠλέουν σε τῆς κακοδαιμονίας ὁρῶν εἰς λαβύρινθον ἄφυκτον ἐμπεπτωκότα καὶ νοσοῦντα νόσον τὴν μεγίστην, μᾶλλον δὲ μελαγχολῶντα.
然而起初我还想对这些一笑了之,但当它们数量繁多且千篇一律时,我便可怜起你的不幸,看到你落入了一个无法逃脱的迷宫,患上了最严重的疾病,或者更确切地说,是发了疯。
§17Λυκῖνος
ζητῶ οὖν πρὸς ἐμαυτὸν ὁπόθεν τὰ τοσαῦτα κακὰ συνελέξω καὶ ἐν ὁπόσῳ χρόνῳ καὶ ὅπου κατακλείσας εἶχες τοσοῦτον ἐσμὸν ἀτόπων καὶ διαστρόφων ὀνομάτων, ὧν τὰ μὲν αὐτὸς ἐποίησας, τὰ δὲ κατορωρυγμένα ποθὲν ἀνασπῶν κατὰ τὸ ἰαμβεῖον
"ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς·
” 吕基诺斯 “因此我自问,你从哪里收集了这么多有害的词汇,用了多少时间,又把这么多古怪而扭曲的词汇群关在什么地方。 这些词中有些是你自己造的,有些则是从埋藏的地方挖出来的,正如那句短长格诗所说:‘愿你在收集凡人灾祸的过程中灭亡。
"
τοσοῦτον βόρβορον συνερανίσας κατήντλησάς μου μηδέν σε δεινὸν εἰργασμένου.
’你搜集了这么多的污泥,倾泻在没有对你做过任何坏事的我的身上。
δοκεῖς δέ μοι μήτε φίλον τινὰ ἢ οἰκεῖον ἢ εὔνουν ἔχειν μήτε ἀνδρὶ ἐλευθέρῳ πώποτε καὶ παρρησίαν ἄγοντι ἐντετυχηκέναι, ὃς τἀληθὲς εἰπὼν ἔπαυσεν ἄν σε ὑδέρῳ μὲν ἐχόμενον καὶ ὑπὸ τοῦ πάθους διαρραγῆναι κινδυνεύοντα, σαυτῷ δὲ εὔσαρκον εἶναι δοκοῦντα καὶ εὐρωστίαν οἰόμενον τὴν συμφορὰν καὶ ὑπὸ μὲν τῶν ἀνοήτων ἐπαινούμενον ἀγνοούντων ἃ πάσχεις, ὑπὸ δὲ τῶν πεπαιδευμένων εἰκότως ἐλεούμενον.
在我看来,你似乎既没有朋友,也没有亲戚或对你抱有善意的人,也从未遇到过一个自由且敢于直言的人,如果遇到了,他本可以通过告诉你真相来阻止你。 你正被水肿折磨,面临因病胀破的危险,却自以为肌肉丰满,将灾难误认为是强健,被那些不了解你病痛的愚人称赞,却理所当然地被有教养的人怜悯。 ”