Humanitext Reader

琉善 · 莱克西法内斯 §18-21

索波利斯用催吐药净化生僻词汇

第 5 段,共 6 段 · 希腊语

内容简介

吕基诺斯请来医生索波利斯治疗莱克西法内斯那学究式且不自然的言语疾病。索波利斯给莱克西法内斯服下催吐药,后者随后吐出一连串晦涩的古语和奇特词汇,使语言得以净化。

§18Λυκῖνος ἀλλʼ εἰς καλὸν γὰρ τουτονὶ Σώπολιν ὁρῶ τὸν ἰατρὸν προσιόντα, φέρε τούτῳ ἐγχειρίσαντές σε καὶ διαλεχθέντες ὑπὲρ τῆς νόσου ἴασίν τινά σοι εὑρώμεθα·
吕基诺斯啊,瞧,正巧医生索波利斯朝这边走过来了。 来,让我们把你交给他,同他商量一下你的病情,为你找个治疗的方法。
συνετὸς γὰρ ἁνὴρ καὶ πολλοὺς ἤδη παραλαβὼν ὥσπερ σὲ ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον.
因为他是个明白人,已经接治了许多像你这样半疯且流着鼻涕的人,通过给他们灌药治好了他们。
χαῖρε, Σώπολι, καὶ τουτονὶ Λεξιφάνην παραλαβὼν ἑταῖρον, ὡς οἶσθα, ἡμῖν ὄντα, λήρῳ δὲ νῦν καὶ ξένῃ περὶ τὴν φωνὴν νόσῳ ξυνόντα καὶ κινδυνεύοντα ἤδη τελέως ἀπολωλέναι σῶσον ἑνί γέ τῳ τρόπῳ.
你好,索波利斯,请接治这里的这位莱克西法内斯,如你所知,他是我们的同伴,但现在正遭受一种关于言语的荒谬而奇特的疾病折磨,已经面临完全毁灭的危险;请务必用一切办法救救他。
§19Λεξιφάνης μὴ ἐμέ, Σώπολι, ἀλλὰ τουτονὶ Λυκῖνον, ὃς περιφανῶς μακκοᾷ καὶ ἄνδρας πεφρενωμένους ὀλισθογνωμονεῖν οἴεται καὶ κατὰ τὸν Μνησάρχου τὸν Σάμιον σιωπὴν καὶ γλωτταργίαν ἡμῖν ἐπιβάλλει.
莱克西法内斯不要治我,索波利斯,而要治这个吕基诺斯,他显然是在胡涂,竟认为有理智的人在判断上犯了错,并且学着萨摩斯人姆内萨尔科斯之子的样子,强加给我们沉默和舌的静止。
ἀλλὰ μὰ τὴν ἀναίσχυντον Ἀθηνᾶν καὶ τὸν μέγαν θηριομάχον Ἡρακλέα οὐδʼ ὅσον τοῦ γρῦ καὶ τοῦ φνεῖ φροντιοῦμεν αὐτοῦ· ὀττεύομαι γοῦν μηδὲ ὅλως ἐντυγχάνειν αὐτῷ.
但是,凭着无耻的雅典娜和伟大的斗兽者赫拉克勒斯发誓,我们对他的话甚至连猪叫声或“夫内”声那般微小的分量都不屑一顾;无论如何,我祈祷根本不要碰见他。
ἔοικα δὲ καὶ ῥιναυλήσειν τοιαῦτα ἐπιτιμῶντος ἀκούων.
听到他提出这样的指责,我似乎都要用鼻子哼气了。
καὶ ἤδη γε ἄπειμι παρὰ τὸν ἑταῖρον Κλεινίαν, ὅτι πυνθάνομαι χρόνου ἤδη ἀκάθαρτον εἶναι αὐτῷ τὴν γυναῖκα καὶ ταύτην νοσεῖν, ὅτι μὴ ῥεῖ.
而且我现在就要到同伴克莱尼亚斯那里去,因为我听说已经有一段时间了,他的妻子月事不净,并且因为不能排流而患病。
ὥστε οὐκέτι οὐδʼ ἀναβαίνει αὐτήν, ἀλλʼ ἄβατος καὶ ἀνήροτός ἐστιν.
所以,他再也不去亲近她,而她便无人涉足,无人耕耘了。
§20Σώπολις τί δὲ νοσεῖ, ὦ Λυκῖνε, Λεξιφάνης;
索波利斯吕基诺斯,莱克西法内斯得了什么病?
Λυκῖνος αὐτὰ ταῦτα, ὦ Σώπολι.
吕基诺斯正是这些,索波利斯。
οὐκ ἀκούεις οἷα φθέγγεται;
你没听见他说话的样子吗?
καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπʼ αὐτοῖς, ὡς δή τι μέγα ὄν, εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι.
他抛下我们这些现在的谈话对象,却用一千年前的话和我们交谈,扭曲着舌头,拼凑出这些稀奇古怪的词,还把它们当成一件了不得的大事,仿佛如果他引进一些新奇的词,伪造通行的语言货币,就是什么了不起的事似的。
Σώπολις μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε.
索波利斯凭宙斯起誓,吕基诺斯,你说的病绝非小事。
βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ — κατὰ θεὸν γὰρ τῶν χολώντων τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε — φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς.
必须想尽一切办法帮助这人,而且——真是天意,我刚好为一位胆汁过盛的病人配好了这药正要出门,好让他喝下去呕吐——来吧,莱克西法内斯,你自己先喝了它,好让我们看到你变得健康和干净,把这些荒谬的词汇清空。
ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ.
来,听我的,喝下去,你就会舒服些。
Λεξιφάνης οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου.
莱克西法内斯我不知道你和吕基诺斯让我喝下这药,是要对我做什么,索波利斯。
δέδοικα γοῦν μὴ πῶμα γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα.
无论如何,我担心这杯饮料会成为我言语的盖子。
Λυκῖνος πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις.
吕基诺斯喝下去吧,不要拖延,这样你从今往后才能像正常人一样思考和说话。
Λεξιφάνης ἰδοὺ πείθομαι καὶ πίομαι.
莱克西法内斯瞧,我听你们的,我喝。
φεῦ, τί τοῦτο;
哎呀,这是什么?
πολὺς ὁ βορβορυγμός.
肚子里咕噜咕噜直响。
ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι.
我好像吞下了一个腹语者。
§21Σώπολις ἄρξαι δὴ ἐμεῖν.
索波利斯现在开始吐吧。
βαβαί.
天哪!
πρῶτον τουτὶ τὸ μῶν, εἶτα μετʼ αὐτὸ ἐξελήλυθεν τὸ κᾆτα, εἶτα ἐπʼ αὐτοῖς τὸ ἦ δʼ ὅς καὶ ἀμηγέπη καὶ λῷστε καὶ δήπουθεν καὶ συνεχὲς τὸ ἄττα.
首先吐出的是这个“门”,接着出来的是“凯塔”,再接着是“埃·德·奥斯”、“阿梅格佩”、“洛斯特”、“代普森”,还有接连不断的“阿塔”。
βίασαι δʼ ὅμως, καὶ κάθες εἰς τὴν φάρυγγα τοὺς δακτύλους.
不过还是要使劲,把手指伸进喉咙里去。
οὐδέπω τὸ ἴκταρ ἐμήμεκας οὐδὲ τὸ σκορδινᾶσθαι οὐδὲ τὸ τευτάζεσθαι οὐδὲ τὸ σκύλλεσθαι.
你还没有吐出“伊克塔尔”,也没有吐出“斯科尔迪纳斯泰”,没有吐出“特乌塔泽斯泰”,也没有吐出“斯屈莱斯泰”。
πολλὰ ἔτι ὑποδέδυκε καὶ μεστή σοι αὐτῶν ἡ γαστήρ.
还有很多潜伏在下面,你的胃里塞满了这些词。
ἄμεινον δέ, εἰ καὶ κάτω διαχωρήσειεν ἂν ἔνια· ἡ γοῦν σιληπορδία μέγαν τὸν ψόφον ἐργάσεται συνεκπεσοῦσα μετὰ τοῦ πνεύματος.
如果有些词也能往下排泄就更好了;无论如何,“西利波尔迪亚”伴随着气体排出来时,一定会发出巨大的响声。
ἀλλʼ ἤδη μὲν καθαρὸς οὑτοσὶ πλὴν εἴ τι μεμένηκεν ὑπόλοιπον ἐν τοῖς κάτω ἐντέροις.
好了,这人现在干净了,除非在下肠里还留有什么余物。
σὺ δὲ τὸ μετὰ τοῦτο παραλαβὼν αὐτόν, ὦ Λυκῖνε, μεταπαίδευε καὶ δίδασκε ἃ χρὴ λέγειν.
吕基诺斯,在此之后你接管他,重新教育他,教他该说什么。

词汇与语法注释

  1. §18ἀλλʼ εἰς καλὸν γὰρ — 介词短语 εἰς καλόν(正合时宜地)插在 ἀλλʼ...γάρ 的组合中间。由于 γάρ 不能放在句首,它通常位于其分句的第二位,紧跟在插入语之后。
  2. §19ὅτι μὴ ῥεῖ — 在原因从句 ὅ提 中,使用了否定词 μή 而非客观的 οὐ。这表明说话者莱克西法内斯的主观判断或转述原因,或者带有条件性的含义(“因为她不排流这一状况”)。
  3. §20ὡς δή τι μέγα ὄν — ὡς δή 结合中性分词 ὄν(在此作对格绝对结构或与后文同位),表示主观的、声称的或讽刺性的原因(“仿佛这确实是什么了不起的大事”)。它与后文的希求法条件从句 εἴ τι ξενίζοι... 相呼应,加强了假设的虚饰感。
  4. §20δέδοικα γοῦν μὴ πῶμα γένοιτό μοι τοῦτο τὸ πόμα — 由 δέδοικα 引导的表示担忧的 μή 从句。动词 γένοιτο 为不定过去时希求法,表示对未来可能性较低的担忧。此外,这里构成了莱克西法内斯式的双关语(pun),利用了 πῶμα(盖子、终结)与 πόμα(饮料、药水)这两个读音极为相似的词。

引用这一段

琉善, 莱克西法内斯 §18-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:18-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。