← ルキアノス

レクシファネス

§18-21

ソポリスの催吐薬による難語の吐出と治療

リュキノスは医師ソポリスを呼び、レクシパネスの衒学的で不自然な言葉の病を治療しようとする。ソポリスはレクシパネスに催吐薬を飲ませ、彼は胃から難解な古語や奇妙な表現を次々と吐き出し、言葉の清めを受ける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

Λυκῖνος ἀλλʼ εἰς καλὸν γὰρ1 τουτονὶ Σώπολιν ὁρῶ τὸν ἰατρὸν προσιόντα, φέρε τούτῳ ἐγχειρίσαντές σε καὶ διαλεχθέντες ὑπὲρ τῆς νόσου ἴασίν τινά σοι εὑρώμεθα· συνετὸς γὰρ ἁνὴρ καὶ πολλοὺς ἤδη παραλαβὼν ὥσπερ σὲ ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον. χαῖρε, Σώπολι, καὶ τουτονὶ Λεξιφάνην παραλαβὼν ἑταῖρον, ὡς οἶσθα, ἡμῖν ὄντα, λήρῳ δὲ νῦν καὶ ξένῃ περὶ τὴν φωνὴν νόσῳ ξυνόντα καὶ κινδυνεύοντα ἤδη τελέως ἀπολωλέναι σῶσον ἑνί γέ τῳ τρόπῳ.

リュキノスおや、ちょうど都合のいいことに、あちらから医師のソポリスがやって来るのが見えるぞ。さあ、この男にお前を委ね、病気について相談して、何か治療法を彼から見出してもらうとしよう。彼は賢明な男で、お前のように半ば気が狂って鼻風邪を引いている多くの者たちを引き取り、薬を飲ませて治療してきたのだから。こんにちは、ソポリス。私たちの仲間である(ご存じの通りだが)このレクシパネスを引き取ってくれ。彼は今、言葉に関するくだらない、聞き慣れない奇妙な病気にかかっていて、すでに完全に破滅しかけているのだ。何とかして救ってやってくれ。

§19

Λεξιφάνης μὴ ἐμέ, Σώπολι, ἀλλὰ τουτονὶ Λυκῖνον, ὃς περιφανῶς μακκοᾷ καὶ ἄνδρας πεφρενωμένους ὀλισθογνωμονεῖν οἴεται καὶ κατὰ τὸν Μνησάρχου τὸν Σάμιον σιωπὴν καὶ γλωτταργίαν ἡμῖν ἐπιβάλλει. ἀλλὰ μὰ τὴν ἀναίσχυντον Ἀθηνᾶν καὶ τὸν μέγαν θηριομάχον Ἡρακλέα οὐδʼ ὅσον τοῦ γρῦ καὶ τοῦ φνεῖ φροντιοῦμεν αὐτοῦ· ὀττεύομαι γοῦν μηδὲ ὅλως ἐντυγχάνειν αὐτῷ. ἔοικα δὲ καὶ ῥιναυλήσειν τοιαῦτα ἐπιτιμῶντος ἀκούων. καὶ ἤδη γε ἄπειμι παρὰ τὸν ἑταῖρον Κλεινίαν, ὅτι πυνθάνομαι χρόνου ἤδη ἀκάθαρτον εἶναι αὐτῷ τὴν γυναῖκα καὶ ταύτην νοσεῖν, ὅτι μὴ ῥεῖ.2 ὥστε οὐκέτι οὐδʼ ἀναβαίνει αὐτήν, ἀλλʼ ἄβατος καὶ ἀνήροτός ἐστιν.

レクシパネス私ではなく、ソポリスよ、このリュキノスをだ。彼は明らかにぼんやりしており、分別の精神を持った人間たちが判断を誤っていると思い込み、サモスのムネサルコスの子のように、私たちに沈黙と舌の活動停止を強いるのだ。だが、恥知らずなアテナや、偉大な獣退治のヘラクレスに誓って、私たちは彼の言うことなど、ブタの鳴き声や不条理な音ほども気に留めないぞ。とにかく私は彼に全く出会わないことを祈る。このような難癖を聞いていると、私は鼻を鳴らすことになりそうだ。さて、私はもう友人のクレイニアスのところへ行く。彼から聞いたところでは、すでにしばらくの間、彼の妻の生理が止まっており、流れないために病気になっているそうだ。そのため、彼はもはや彼女と交わらず、彼女は踏み入れられず、耕されずにあるのだ。

§20

Σώπολις τί δὲ νοσεῖ, ὦ Λυκῖνε, Λεξιφάνης; Λυκῖνος αὐτὰ ταῦτα, ὦ Σώπολι. οὐκ ἀκούεις οἷα φθέγγεται; καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπʼ αὐτοῖς, ὡς δή τι μέγα ὄν,3 εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι. Σώπολις μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε. βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ — κατὰ θεὸν γὰρ τῶν χολώντων τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε — φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς. ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ. Λεξιφάνης οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου. δέδοικα γοῦν μὴ πῶμα γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα.4 Λυκῖνος πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις. Λεξιφάνης ἰδοὺ πείθομαι καὶ πίομαι. φεῦ, τί τοῦτο; πολὺς ὁ βορβορυγμός. ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι.

ソポリスリュキノスよ、レクシパネスはどんな病気なのかね。リュキノスまさにこれですよ、ソポリス。彼が何と言っているか聞こえませんか。私たち今生きている話し相手を置き去りにして、千年前の人々に向けて、舌をねじ曲げ、これら奇妙な言葉を組み立て、それを一大事であるかのように熱心に行っているのです。あたかも、言葉を奇異にし、通用している言葉の鋳造貨幣を偽造することが、何か偉大なことであるかのように。ソポリスゼウスにかけて、リュキノスよ、お前が言うのは決して小さな病気ではないな。この男を何としても助けなければ。ちょうど好都合なことに、私は胆汁を患っている者のためにこの薬を調合して出かけるところだったのだ。これを飲めば吐き出す。さあ、レクシパネス、まずお前自身がこれを飲むのだ。健康に、そして清らかになるように。このような言葉の奇妙さを吐き出して空にするのだ。さあ、私を信じて、飲んでくれ。そうすれば楽になる。レクシパネスソポリス、そしてリュキノスよ、お前たちがこの薬を私に飲ませて、何をしようとしているのかわからない。この飲み物が、私の言葉の終わりにならないか恐しいよ。リュキノス飲んでくれ、ためらうな。そうすれば、今後は人間らしく考え、話すことができるようになる。レクシパネスほら、お前の言う通りに飲もう。おお、これは何だ。お腹がひどくゴロゴロ鳴る。腹話術師を飲み込んでしまったかのようだ。

§21

Σώπολις ἄρξαι δὴ ἐμεῖν. βαβαί. πρῶτον τουτὶ τὸ μῶν, εἶτα μετʼ αὐτὸ ἐξελήλυθεν τὸ κᾆτα, εἶτα ἐπʼ αὐτοῖς τὸ ἦ δʼ ὅς καὶ ἀμηγέπη καὶ λῷστε καὶ δήπουθεν καὶ συνεχὲς τὸ ἄττα. βίασαι δʼ ὅμως, καὶ κάθες εἰς τὴν φάρυγγα τοὺς δακτύλους. οὐδέπω τὸ ἴκταρ ἐμήμεκας οὐδὲ τὸ σκορδινᾶσθαι οὐδὲ τὸ τευτάζεσθαι οὐδὲ τὸ σκύλλεσθαι. πολλὰ ἔτι ὑποδέδυκε καὶ μεστή σοι αὐτῶν ἡ γαστήρ. ἄμεινον δέ, εἰ καὶ κάτω διαχωρήσειεν ἂν ἔνια· ἡ γοῦν σιληπορδία μέγαν τὸν ψόφον ἐργάσεται συνεκπεσοῦσα μετὰ τοῦ πνεύματος. ἀλλʼ ἤδη μὲν καθαρὸς οὑτοσὶ πλὴν εἴ τι μεμένηκεν ὑπόλοιπον ἐν τοῖς κάτω ἐντέροις. σὺ δὲ τὸ μετὰ τοῦτο παραλαβὼν αὐτόν, ὦ Λυκῖνε, μεταπαίδευε καὶ δίδασκε ἃ χρὴ λέγειν.

ソポリスさあ、吐き出し始めなさい。おやおや。まずこの「ムーン」が、そしてその後に「カイタ」が出てきた。さらにその後に「エー・ドス」、「アメゲペー」、「ロー(イ)ステ」、「デープーテン」、そしてひっきりなしに「アッタ」が出てきた。しかし、もっとこらえて、指を喉に突っ込みなさい。まだ「イクタル」も「スコルディナスタイ」も「テウタゼスタイ」も「スキュッレスタイ」も吐き出していないぞ。まだまだたくさん胃の底に潜んでいて、お前の胃はそれらでいっぱいだ。いくつかは下から下した方がいいかもしれない。特に「シリポルディア」は、ガスと一緒に飛び出して大きな音を立てるだろう。さあ、この男はもう清らかになった。下の方の腸に何かしら残り物が留まっていない限りは。リュキノスよ、お前は次に彼を引き受けて、再教育し、何を言うべきか教えなさい。

構文注4 件
  1. 18ἀλλʼ εἰς καλὸν γὰρ

    ἀλλʼ...γάρ の組み合わせの中に εἰς καλόν(都合よく、適切な時に)が挿入された形。γάρ は通常、文の冒頭には来ないため、接続詞 ἀλλά の直後に配置されつつ、挿入句の後に続く。

  2. 19ὅτι μὴ ῥεῖ

    ὅτι(理由)節において、客観的・直接的な事実を表す οὐ ではなく否定辞 μή が使われている。これは話者レクシパネスによる主観的な判断・伝聞による理由、あるいは「〜がないという事実、〜が流れない状態」という条件的な含みを持つことを示す。

  3. 20ὡς δή τι μέγα ὄν

    ὡς δή + 分詞(中性主格・対格 ὄν)の形で、他人の主観や見せかけの理由(「あたかも何か偉大なことであるかのように」)を表す。後続の条件節 εἴ τι ξενίζοι... と呼応し、仮定的な想定を補強している。

  4. 20δέδοικα γοῦν μὴ πῶμα γένοιτό μοι τοῦτο τὸ πόμα

    懸念を表す動詞 δέδοικα に導かれる μὴ 節。動詞 γένοιτο は希求法過去で、懸念の内容が不確実な未来の可能性であることを示す。さらに、πῶμα(蓋、終焉)と πόμα(飲み物、薬)の同音異義語を用いたレクシパネス特有の言葉遊び(pun)が構成されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:18-21