Humanitext Reader

琉善 · 莱克西法内斯 §22-25

吕基诺斯关于研读古典与改善文风的劝告

第 6 段,共 6 段 · 希腊语

内容简介

吕基诺斯劝告莱克西法内斯放弃肤浅晦涩的词汇,重新向古典作家学习正统的阿提卡文体,注重明晰与优雅,并具体指出了他的语言错误。

§22Λυκῖνος οὕτω ποιήσομεν, ὦ Σώπολι, ἐπειδήπερ ἡμῖν προωδοποίηται τὰ παρὰ σοῦ· καὶ πρὸς σὲ τὸ λοιπόν, ὦ Λεξίφανες, ἡ συμβουλή.
吕基诺斯我们会这样做的,索波利斯,既然你已经为我们铺好了道路;而莱克西法内斯,接下来的建议是给你的。
εἴπερ ἄρʼ ἐθέλεις ὡς ἀληθῶς ἐπαινεῖσθαι ἐπὶ λόγοις κἀν τοῖς πλήθεσιν εὐδοκιμεῖν, τὰ μὲν τοιαῦτα πάντα φεῦγε καὶ ἀποτρέπου, ἀρξάμενος δὲ ἀπὸ τῶν ἀρίστων ποιητῶν καὶ ὑπὸ διδασκάλοις αὐτοὺς ἀναγνοὺς μέτιθι ἐπὶ τοὺς ῥήτορας, καὶ τῇ ἐκείνων φωνῇ συντραφεὶς ἐπὶ τὰ Θουκυδίδου καὶ Πλάτωνος ἐν καιρῷ μέτιθι, πολλὰ καὶ τῇ καλῇ κωμῳδίᾳ καὶ τῇ σεμνῇ τραγῳδίᾳ ἐγγεγυμνασμένος·
如果你真的希望在言辞上获得真实的赞誉,并在大众中赢得声望,就请避开并远离所有这类东西。 从最好的诗人开始,在教师的指导下阅读他们,然后过渡到雄辩家;在他们语言的熏陶下成长,并在适当的时候转向修昔底德和柏拉图的作品,同时也要在优美的喜剧和庄严的悲剧里多加磨练。
παρὰ γὰρ τούτων ἅπαντα τὰ κάλλιστα ἀπανθισάμενος ἔσῃ τις ἐν λόγοις·
因为从这些人那里采集所有最美丽的芬芳,你就会在言辞上成为一个了不起的人物。
ὡς νῦν γε ἐλελήθεις σαυτὸν τοῖς ὑπὸ τῶν κοροπλάθων εἰς τὴν ἀγορὰν πλαττομένοις ἐοικώς, κεχρωσμένος μὲν τῇ μίλτῳ καὶ τῷ κυανῷ, τὸ δʼ ἔνδοθεν πήλινός τε καὶ εὔθρυπτος ὤν.
正如现在,你一直没有意识到自己就像那些被捏像人捏出来卖到市场上的泥人,表面上涂着红土和群青,内里却是泥做的,一触即碎。
§23Λυκῖνος ἐὰν ταῦτα ποιῇς, πρὸς ὀλίγον τὸν ἐπὶ τῇ ἀπαιδευσίᾳ ἔλεγχον ὑπομείνας καὶ μὴ αἰδεσθεὶς μεταμανθάνων, θαρρῶν ὁμιλήσεις τοῖς πλήθεσι καὶ οὐ καταγελασθήσῃ ὥσπερ νῦν οὐδὲ διὰ στόματος ἐπὶ τῷ χείρονι τοῖς ἀρίστοις ἔσῃ, Ἕλληνα καὶ Ἀττικὸν ἀποκαλούντων σε τὸν μηδὲ βαρβάρων ἐν τοῖς σαφεστάτοις ἀριθμεῖσθαι ἄξιον.
吕基诺斯如果你这样做,在短时间内忍受对你缺乏教养的指责,并且不以重新学习为耻,你就会满怀信心地与大众交往,而不会像现在这样被人耻笑,也不会在最优秀的人口中留下坏名声,他们称你为希腊人和阿提卡人——而你甚至不配被列入最显而易见的蛮族之中。
πρὸ πάντων δὲ ἐκεῖνο μέμνησό μοι, μὴ μιμεῖσθαι τῶν ὀλίγον πρὸ ἡμῶν γενομένων σοφιστῶν τὰ φαυλότατα μηδὲ περιεσθίειν ἐκεῖνα ὥσπερ νῦν, ἀλλὰ τὰ μὲν τοιαῦτα καταπατεῖν, ζηλοῦν δὲ τὰ ἀρχαῖα τῶν παραδειγμάτων.
但最重要的是,替我记住这一点:不要模仿在我们之前不久出现的那些诡辩家们最糟糕的特质,也不要像现在这样啃食它们,而是要将此类东西践踏在脚下,效法古代的典范。
μηδέ σε θελγέτωσαν αἱ ἀνεμῶναι τῶν λόγων, ἀλλὰ κατὰ τὸν τῶν ἀθλητῶν νόμον ἡ στερρά σοι τροφὴ συνήθης ἔστω, μάλιστα δὲ Χάρισι καὶ Σαφηνείᾳ θῦε, ὧν πάμπολυ λίαν νῦν ἀπελέλειψο.
不要让言辞的银莲花迷惑你,而要按照运动员的规矩,让结实的食物成为你的习惯,尤其是要向美惠三女神和明晰之神献祭,因为你现在已经远远落后于她们了。
§24Λυκῖνος καὶ ὁ τῦφος δὲ καὶ ἡ μεγαλαυχία καὶ ἡ κακοήθεια καὶ τὸ βρενθύεσθαι καὶ λαρυγγίζειν ἀπέστω, καὶ τὸ διασιλλαίνειν τὰ τῶν ἄλλων καὶ οἴεσθαι ὅτι πρῶτος ἔσῃ αὐτός, ἢν τὰ πάντων συκοφαντῇς.
吕基诺斯还有狂妄、自吹自擂、恶意、神气活现和大声叫嚷,都应该远离;同样,也不要嘲笑别人的作品,并以为只要诋毁所有人,你自己就能成为第一。
καὶ μὴν κἀκεῖνο οὐ μικρόν, μᾶλλον δὲ τὸ μέγιστον ἁμαρτάνεις, ὅτι οὐ πρότερον τὰς διανοίας τῶν λέξεων προπαρεσκευασμένος ἔπειτα κατακοσμεῖς τοῖς ῥήμασιν καὶ τοῖς ὀνόμασιν, ἀλλὰ ἤν που ῥῆμα ἔκφυλον εὕρῃς ἢ αὐτὸς πλασάμενος οἰηθῇς εἶναι καλόν, τούτῳ ζητεῖς διάνοιαν ἐφαρμόσαι καὶ ζημίαν ἡγῇ, ἂν μὴ παραβύσῃς αὐτό που, κἂν τῷ λεγομένῳ μηδʼ ἀναγκαῖον ᾖ, οἷον πρῴην τὸν θυμάλωπα οὐδὲ εἰδὼς ὅ τι σημαίνει, ἀπέρριψας οὐδὲν ἐοικότα τῷ ὑποκειμένῳ.
而且,你还犯了一个不小的错误,或者说是最大的错误,那就是你没有在说话前先准备好思想,然后再用动词和名词来装点它们,而是只要在什么地方发现了一个奇特生僻的词,或者自己造了一个并认为它很美,你就试图把思想套用在这个词上,并且认为如果不把它塞进某个地方,即使在所说的话中完全没有必要,也是一种损失。 例如,前几天你连“炭火”是什么意思都不知道,就把它扔了出来,与当时的主题毫不相干。
καὶ οἱ μὲν ἰδιῶται πάντες ἐτεθήπεσαν ὑπὸ τοῦ ξένου πληγέντες τὰ ὦτα, οἱ πεπαιδευμένοι δὲ ἐπʼ ἀμφοτέροις, καὶ σοὶ καὶ τοῖς ἐπαινοῦσιν, ἐγέλων.
而普通人因耳朵受到这奇异之词的冲击而惊叹不已,有教养的人则在嘲笑你和那些赞美你的人。
§25Λυκῖνος τὸ δὲ πάντων καταγελαστότατον ἐκεῖνό ἐστιν, ὅτι ὑπεράττικος εἶναι ἀξιῶν καὶ τὴν φωνὴν εἰς τὸ ἀρχαιότατον ἀπηκριβωμένος τοιαῦτα ἔνια, μᾶλλον δὲ τὰ πλεῖστα, ἐγκαταμιγνύεις τοῖς λόγοις ἃ μηδὲ παῖς ἄρτι μανθάνων ἀγνοήσειεν ἄν·
吕基诺斯而最荒谬的是,你自命为极端的阿提卡派,将自己的语言精确地调整到最古老的标准,却在言辞中混入了某些——或者说大部分——连刚开始学习的小孩也不会不知道的东西。
οἷον ἐκεῖνα πῶς οἴει κατὰ γῆς δῦναι ηὐχόμην ἀκούων σου ἐπιδεικνυμένου, ὅτε χιτώνιον μὲν καὶ τὸ ἀνδρεῖον ᾤου λέγεσθαι, δουλάρια δὲ καὶ τοὺς ἄρρενας τῶν ἀκολούθων ἀπεκάλεις, ἃ τίς οὐκ οἶδεν ὅτι χιτώνιον μὲν γυναικὸς ἐσθής, δουλάρια δὲ τὰ θήλεα καλοῦσιν;
例如,当你进行展示时,我听着你的话,你认为我有多想钻进地底去? 那时你以为男人的衣服也可以叫“奇同尼翁”,还将男侍从称为“杜拉里亚”,而谁不知道“奇同尼翁”是女人的衣服, “杜拉里亚”指的是女奴隶?
καὶ ἄλλα πολὺ τούτων προφανέστερα, οἷον τὸ ἵπτατο καὶ τὸ ἀπαντώμενος καὶ τὸ καθεσθείς, οὐδὲ μετοικικὰ τῆς Ἀθηναίων φωνῆς.
还有其他比这些明显得多的例子,比如“希普塔托”、“阿潘托梅诺斯”和“卡特斯泰斯”,它们甚至配不上在雅典人的语言中作外侨。
ἡμεῖς οὐδὲ ποιητὰς ἐπαινοῦμεν τοὺς κατάγλωττα γράφοντας ποιήματα.
我们甚至不赞美那些写满晦涩词汇的诗人。
τὰ δὲ σά, ὡς πεζὰ μέτροις παραβάλλειν, καθάπερ ὁ Δωσιάδα Βωμὸς ἂν εἴη καὶ ἡ τοῦ Λυκόφρονος Ἀλεξάνδρα, καὶ εἴ τις ἔτι τούτων τὴν φωνὴν κακοδαιμονέστερος.
而你的作品,若将散文比作诗歌,就像是多西亚达斯的《祭坛》和吕科弗隆的《亚历山德拉》,以及如果还有谁的语言比这些人更加不幸。
ἂν ταῦτα ζηλώσῃς καὶ μεταμάθῃς, ἄριστα βεβουλευμένος ὑπὲρ σεαυτοῦ ἔσῃ· ἢν δὲ λάθῃς αὖθις εἰς τὴν λιχνείαν κατολισθών, ἐμοὶ μὲν ἀποπεπλήρωται ἡ παραίνεσις, σὺ δὲ σεαυτὸν αἰτιάσῃ, ἄν γε καὶ ξυνῇς χείρων γενόμενος.
如果你效法并重新学习这些,你就是为自己做了最好的打算;但如果你不知不觉中再次滑回那种贪婪中,我的劝告便已尽到了,而你只能责怪自己,如果你确实能明白自己已经变得更糟的话。

词汇与语法注释

  1. §22ὑπὸ διδασκάλοις — 介词 ὑπό 后面接与格(διδασκάλοις)表示处于某种支配、指导或影响之下,在此指“在教师的指导或教导下”。
  2. §22ἐλελήθεις σαυτὸν ... ἐοικώς — 动词 λανθάνω 后面接反身代词 σαυτόν 以及与主语一致的主格分词 ἐοικώς 的句式。通常单用 λανθάνω 加分词表示“不知不觉地做某事”,但加入反身代词后,更强调主语自身缺乏自我认知,意为“你一直没有意识到自己正类似于……”。
  3. §23ἀποκαλούντων — 省略了明确属格名词的属格独立结构。从上下文来看,未明示的施事者指代前文的“最优秀的人们(τοῖς ἀρίστοις)”或一般的公众,意为“当(人们)称呼你为……时”。
  4. §24ὅτι — 此处的 ὅτι 并非引导原因状语从句(因为),而是引导一个同位语从句,用以具体解释前文指示代词 ἐκεῖνο(即 ἁμαρτάνεις 的同位宾语)的内容,意为“即……这件事”。
  5. §25ἀκούων σου ἐπιδεικνυμένου — 感官动词 ἀκούω 后面接表示行为者的属格代词(σου)和表示其行为的属格分词(ἐπιδεικνυμένου)的句式,意为“当我听见你正在展示(辩才)的时候”。

引用这一段

琉善, 莱克西法内斯 §22-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:22-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。