§18Λυκῖνος
ἀλλʼ εἰς καλὸν γὰρ τουτονὶ Σώπολιν ὁρῶ τὸν ἰατρὸν προσιόντα, φέρε τούτῳ ἐγχειρίσαντές σε καὶ διαλεχθέντες ὑπὲρ τῆς νόσου ἴασίν τινά σοι εὑρώμεθα·
リュキノスおや、ちょうど都合のいいことに、あちらから医師のソポリスがやって来るのが見えるぞ。 さあ、この男にお前を委ね、病気について相談して、何か治療法を彼から見出してもらうとしよう。
συνετὸς γὰρ ἁνὴρ καὶ πολλοὺς ἤδη παραλαβὼν ὥσπερ σὲ ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον.
彼は賢明な男で、お前のように半ば気が狂って鼻風邪を引いている多くの者たちを引き取り、薬を飲ませて治療してきたのだから。
χαῖρε, Σώπολι, καὶ τουτονὶ Λεξιφάνην παραλαβὼν ἑταῖρον, ὡς οἶσθα, ἡμῖν ὄντα, λήρῳ δὲ νῦν καὶ ξένῃ περὶ τὴν φωνὴν νόσῳ ξυνόντα καὶ κινδυνεύοντα ἤδη τελέως ἀπολωλέναι σῶσον ἑνί γέ τῳ τρόπῳ.
こんにちは、ソポリス。 私たちの仲間である(ご存じの通りだが)このレクシパネスを引き取ってくれ。 彼は今、言葉に関するくだらない、聞き慣れない奇妙な病気にかかっていて、すでに完全に破滅しかけているのだ。 何とかして救ってやってくれ。
§19Λεξιφάνης
μὴ ἐμέ, Σώπολι, ἀλλὰ τουτονὶ Λυκῖνον, ὃς περιφανῶς μακκοᾷ καὶ ἄνδρας πεφρενωμένους ὀλισθογνωμονεῖν οἴεται καὶ κατὰ τὸν Μνησάρχου τὸν Σάμιον σιωπὴν καὶ γλωτταργίαν ἡμῖν ἐπιβάλλει.
レクシパネス私ではなく、ソポリスよ、このリュキノスをだ。 彼は明らかにぼんやりしており、分別の精神を持った人間たちが判断を誤っていると思い込み、サモスのムネサルコスの子のように、私たちに沈黙と舌の活動停止を強いるのだ。
ἀλλὰ μὰ τὴν ἀναίσχυντον Ἀθηνᾶν καὶ τὸν μέγαν θηριομάχον Ἡρακλέα οὐδʼ ὅσον τοῦ γρῦ καὶ τοῦ φνεῖ φροντιοῦμεν αὐτοῦ·
だが、恥知らずなアテナや、偉大な獣退治のヘラクレスに誓って、私たちは彼の言うことなど、ブタの鳴き声や不条理な音ほども気に留めないぞ。
ὀττεύομαι γοῦν μηδὲ ὅλως ἐντυγχάνειν αὐτῷ.
とにかく私は彼に全く出会わないことを祈る。
ἔοικα δὲ καὶ ῥιναυλήσειν τοιαῦτα ἐπιτιμῶντος ἀκούων.
このような難癖を聞いていると、私は鼻を鳴らすことになりそうだ。
καὶ ἤδη γε ἄπειμι παρὰ τὸν ἑταῖρον Κλεινίαν, ὅτι πυνθάνομαι χρόνου ἤδη ἀκάθαρτον εἶναι αὐτῷ τὴν γυναῖκα καὶ ταύτην νοσεῖν, ὅτι μὴ ῥεῖ.
さて、私はもう友人のクレイニアスのところへ行く。 彼から聞いたところでは、すでにしばらくの間、彼の妻の生理が止まっており、流れないために病気になっているそうだ。
ὥστε οὐκέτι οὐδʼ ἀναβαίνει αὐτήν, ἀλλʼ ἄβατος καὶ ἀνήροτός ἐστιν.
そのため、彼はもはや彼女と交わらず、彼女は踏み入れられず、耕されずにあるのだ。
§20Σώπολις
τί δὲ νοσεῖ, ὦ Λυκῖνε, Λεξιφάνης;
ソポリスリュキノスよ、レクシパネスはどんな病気なのかね。
Λυκῖνος
αὐτὰ ταῦτα, ὦ Σώπολι.
リュキノスまさにこれですよ、ソポリス。
οὐκ ἀκούεις οἷα φθέγγεται;
彼が何と言っているか聞こえませんか。
καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπʼ αὐτοῖς, ὡς δή τι μέγα ὄν, εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι.
私たち今生きている話し相手を置き去りにして、千年前の人々に向けて、舌をねじ曲げ、これら奇妙な言葉を組み立て、それを一大事であるかのように熱心に行っているのです。 あたかも、言葉を奇異にし、通用している言葉の鋳造貨幣を偽造することが、何か偉大なことであるかのように。
Σώπολις
μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε.
ソポリスゼウスにかけて、リュキノスよ、お前が言うのは決して小さな病気ではないな。
βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ — κατὰ θεὸν γὰρ τῶν χολώντων τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε — φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς.
この男を何としても助けなければ。 ちょうど好都合なことに、私は胆汁を患っている者のためにこの薬を調合して出かけるところだったのだ。 これを飲めば吐き出す。 さあ、レクシパネス、まずお前自身がこれを飲むのだ。 健康に、そして清らかになるように。 このような言葉の奇妙さを吐き出して空にするのだ。
ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ.
さあ、私を信じて、飲んでくれ。 そうすれば楽になる。
Λεξιφάνης
οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου.
レクシパネスソポリス、そしてリュキノスよ、お前たちがこの薬を私に飲ませて、何をしようとしているのかわからない。
δέδοικα γοῦν μὴ πῶμα γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα.
この飲み物が、私の言葉の終わりにならないか恐しいよ。
Λυκῖνος
πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις.
リュキノス飲んでくれ、ためらうな。 そうすれば、今後は人間らしく考え、話すことができるようになる。
Λεξιφάνης
ἰδοὺ πείθομαι καὶ πίομαι.
レクシパネスほら、お前の言う通りに飲おう。
φεῦ, τί τοῦτο;
おお、これは何だ。
πολὺς ὁ βορβορυγμός.
お腹がひどくゴロゴロ鳴る。
ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι.
腹話術師を飲み込んでしまったかのようだ。
§21Σώπολις
ἄρξαι δὴ ἐμεῖν.
ソポリスさあ、吐き出し始めなさい。
βαβαί.
おやおや。
πρῶτον τουτὶ τὸ μῶν, εἶτα μετʼ αὐτὸ ἐξελήλυθεν τὸ κᾆτα, εἶτα ἐπʼ αὐτοῖς τὸ ἦ δʼ ὅς καὶ ἀμηγέπη καὶ λῷστε καὶ δήπουθεν καὶ συνεχὲς τὸ ἄττα.
まずこの「ムーン」が、そしてその後に「カイタ」が出てきた。 さらにその後に「エー・ドス」、「アメゲペー」、「ロー(イ)ステ」、「デープーテン」、そしてひっきりなしに「アッタ」が出てきた。
βίασαι δʼ ὅμως, καὶ κάθες εἰς τὴν φάρυγγα τοὺς δακτύλους.
しかし、もっとこらえて、指を喉に突っ込みなさい。
οὐδέπω τὸ ἴκταρ ἐμήμεκας οὐδὲ τὸ σκορδινᾶσθαι οὐδὲ τὸ τευτάζεσθαι οὐδὲ τὸ σκύλλεσθαι.
まだ「イクタル」も「スコルディナスタイ」も「テウタゼスタイ」も「スキュッレスタイ」も吐き出していないぞ。
πολλὰ ἔτι ὑποδέδυκε καὶ μεστή σοι αὐτῶν ἡ γαστήρ.
まだまだたくさん胃の底に潜んでいて、お前の胃はそれらでいっぱいだ。
ἄμεινον δέ, εἰ καὶ κάτω διαχωρήσειεν ἂν ἔνια·
いくつかは下から下した方がいいかもしれない。
ἡ γοῦν σιληπορδία μέγαν τὸν ψόφον ἐργάσεται συνεκπεσοῦσα μετὰ τοῦ πνεύματος.
特に「シリポルディア」は、ガスと一緒に飛び出して大きな音を立てるだろう。
ἀλλʼ ἤδη μὲν καθαρὸς οὑτοσὶ πλὴν εἴ τι μεμένηκεν ὑπόλοιπον ἐν τοῖς κάτω ἐντέροις.
さあ、この男はもう清らかになった。 下の方の腸に何かしら残り物が留まっていない限りは。
σὺ δὲ τὸ μετὰ τοῦτο παραλαβὼν αὐτόν, ὦ Λυκῖνε, μεταπαίδευε καὶ δίδασκε ἃ χρὴ λέγειν.
リュキノスよ、お前は次に彼を引き受けて、再教育し、何を言うべきか教えなさい。