§13Λεξιφάνης
πίνωμεν οὖν,
ἦ δʼ ὃς ὁ Μεγαλώνυμος,
καὶ γὰρ καὶ λάγυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομίζων καὶ τυροῦ τροφαλίδας καὶ ἐλαίας χαμαιπετεῖς — φυλάττω δʼ αὐτὰς ὑπὸ σφραγῖσιν θριπηδέστοις — καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα ταυτὶ ποτήρια, ὀξυόστρακα, εὐπυνδάκωτα, ὡς ἐξ αὐτῶν πίνοιμεν, καὶ πλακοῦντα ἐξ ἐντέρων κρωβυλώδη τὴν πλοκήν.
렉시파네스 “그러니 이제 마시세.” 메갈로뉘모스가 말했네. “내가 자네들을 위해 이 오래된 술병과 치즈 덩어리들, 그리고 땅에 떨어진 올리브(나는 이것들을 좀벌레가 파먹은 봉인 아래 보관하고 있네만)와 기름에 절인 다른 올리브들, 그리고 우리가 잔으로 삼아 마실 수 있도록 얇고 바닥이 평평한 이 흙 잔들을 가져왔기 때문이네. 또한 내장으로 만든, 상투 모양으로 땋은 고기 파이도 있네.
σὺ δʼ, ὦ παῖ, πλέον μοι τοῦ ὕδατος ἔγχει, ὡς μὴ καραιβαρεῖν ἀρξαίμην κᾆτά σοι τὸν παιδοβοσκὸν καλῶ ἐπὶ σέ·
이봐, 아이야, 내게는 물을 술보다 많이 따르거라. 골칫거리가 시작되지 않도록 말이네. 안 그러면 자네에게 아동 감시관을 불러 보내겠네.
ἴστε γὰρ ὡς ὀδυνῶμαι καὶ διέμπιλον ἔχω τὴν κεφαλήν. §14Λεξιφάνης
μετὰ δὲ τὸν ποτὸν συνυθλήσομεν οἷα καὶ ἅττʼ ἐώθαμεν·
자네들도 알다시피 내가 머리가 아프고 머리에 펠트가 가득 들어찬 느낌이라 그렇네.” 렉시파네스 “마신 뒤에는 늘 하던 대로 한가하게 수다를 떨세.
οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν. ἐπαινῶ τοῦτο,
ἦν δʼ ἐγώ,
καὶ γὰρ ὅτιπερ ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον. εὖ λέγεις,
ἦ δʼ ὃς ὁ Καλλικλῆς·
술자리에서 허튼소리를 하는 것은 결코 때에 맞지 않는 일이 아니니 말이네.” “그 생각에 찬성하네.” 내가 말했네. “우리야말로 아티카어 사용의 극치에 다다른 자들이니 말이네.” “좋은 말이네.” 칼리클레스가 말했네.
τὸ γὰρ ἐρεσχηλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται. ἐγὼ δέ,
ἦ δʼ ὃς ὁ Εὔδημος —
κρύος γάρ ἐστιν — ἥδιον ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι·
“서로 농담을 주고받는 것은 종종 말재주를 단련하는 숫돌이 되기 마련이지.” “하지만 나는,” 에우데모스가 말했네. “날이 추우니 좀 더 진한 술을 자주 들이켜고 싶네.
καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ. §15Λεξιφάνης
τί ταῦτα ἔφησθα, ὦ Εὔδημε; ἦν
δʼ ἐγώ·
나는 추위로 얼어 죽을 지경이니 말이네. 몸이 따뜻해지면 이 손재주 좋은 예인들, 즉 피리 부는 이와 하프를 타며 노래하는 여인의 공연을 기분 좋게 듣고 싶군.” 렉시파네스 “에우데모스, 그게 무슨 말인가?” 내가 말했네.
ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις;
“자네는 우리에게 입이 없고 혀가 잘린 자들처럼 침묵을 강요하는가?
ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας.
내 혀는 벌써 말을 하고 싶어 근질거리고, 실제로 자네들에게 고풍스러운 언어로 이야기하며 내 혀로 모두를 압도해 버리려고 닻을 올리려던 참이었네.
ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν, ἐμπεπνευματωμένου τοῦ ἀκατίου, εὐφοροῦσάν τε καὶ ἀκροκυματοῦσαν, ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον, φθόνῳ τῆς εὐηνεμίας. Οὐκοῦν,
ἦ δʼ ὅς,
σὺ μέν, εἰ βούλει, πλεῖ καὶ νεῖ καὶ θεῖ κατὰ τοῦ κλύδωνος, ἐγὼ δὲ ἀπόγειος πίνων ἅμα ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἢ ἀπὸ φαλάκρων ἢ ἀπὸ τῆς ἀκρουρανίας ὄψομαι διαφερόμενόν σέ τε καὶ τὴν ναῦν πρύμνηθεν ὑπὸ τοῦ ἀνέμου κατουρουμένην. §16Λυκῖνος
ἅλις, ὦ Λεξίφανες, καὶ ποτοῦ καὶ ἀναγνώσεως.
그런데 자네는 마치 순풍을 받아 돛을 올리고 소형 돛이 바람을 잔뜩 머금은 채 물결 위를 가볍게 스쳐 가는 세 마스트 돛 단 상선에 대고, 누군가 쌍날 닻과 철제 갈고리, 배의 사슬을 던져 그 순탄한 기후를 시샘하여 질주하는 배의 물살을 막아서는 것과 같은 짓을 내게 저지른 셈이네.” “그렇다면,” 그가 말했네. “자네는 원한다면 파도를 뚫고 항해하고 헤엄치고 질주하게나. 나는 육지에 머물며 술을 마시며, 마치 호메로스의 제우스처럼 팔라크라 산이나 하늘 가장 높은 곳에서, 자네와 자네의 배가 순풍을 타고 고물 쪽에서 밀려가는 모습을 지켜볼 테니 말이네.” 뤼키노스 “그만하게, 렉시파네스, 술도 낭독도 이제 충분하네.
ἐγὼ γοῦν ἤδη μεθύω σοι καὶ ναυτιῶ καὶ ἢν μὴ τάχιστα ἐξεμέσω πάντα ταῦτα ὁπόσα διεξελήλυθας, εὖ ἴσθι, κορυβαντιάσειν μοι δοκῶ περιβομβούμενος ὑφʼ ὧν κατεσκέδασάς μου ὀνομάτων.
적어도 나는 벌써 자네 때문에 취하고 멀미가 날 지경이네. 자네가 주절댄 그 모든 말을 내가 지금 당장 토해내지 않는다면, 틀림없이 자네가 내게 쏟아부은 단어들이 머릿속에서 윙윙거려 광란 상태에 빠질 것만 같네.
καίτοι τὸ μὲν πρῶτον γελᾶν ἐπῄει μοι ἐπʼ αὐτοῖς, ἐπειδὴ δὲ πολλὰ καὶ πάντα ὅμοια ἦν, ἠλέουν σε τῆς κακοδαιμονίας ὁρῶν εἰς λαβύρινθον ἄφυκτον ἐμπεπτωκότα καὶ νοσοῦντα νόσον τὴν μεγίστην, μᾶλλον δὲ μελαγχολῶντα. §17Λυκῖνος
ζητῶ οὖν πρὸς ἐμαυτὸν ὁπόθεν τὰ τοσαῦτα κακὰ συνελέξω καὶ ἐν ὁπόσῳ χρόνῳ καὶ ὅπου κατακλείσας εἶχες τοσοῦτον ἐσμὸν ἀτόπων καὶ διαστρόφων ὀνομάτων, ὧν τὰ μὲν αὐτὸς ἐποίησας, τὰ δὲ κατορωρυγμένα ποθὲν ἀνασπῶν κατὰ τὸ ἰαμβεῖον
"ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς· "
τοσοῦτον βόρβορον συνερανίσας κατήντλησάς μου μηδέν σε δεινὸν εἰργασμένου.
처음에는 그 말들이 우스웠지만, 너무 많고 온통 똑같은 식이라 자네가 빠져나갈 수 없는 미로에 갇혀 가장 큰 병에 걸려 있는 것, 아니 차라리 미쳐 버린 것을 보고 자네의 불행이 가여워졌네.” 뤼키노스 “그래서 나는 도대체 자네가 어디서 이 수많은 나쁜 말들을 모았으며, 얼마 동안, 그리고 이 기괴하고 뒤틀린 단어 떼를 어디에 가두어 두고 있었는지 자문해 보았네. 그 단어들 중 어떤 것은 자네가 직접 만들었고, 어떤 것은 저 유명한 단장격 시구처럼 어디 묻혀 있던 것을 끄집어낸 것이지. ‘인간들의 재앙만을 골라 모으다가 망해 버려라.’ 자네는 이 수많은 진흙을 긁어모아 자네에게 아무런 해를 끼치지 않은 내게 쏟아부었네.
δοκεῖς δέ μοι μήτε φίλον τινὰ ἢ οἰκεῖον ἢ εὔνουν ἔχειν μήτε ἀνδρὶ ἐλευθέρῳ πώποτε καὶ παρρησίαν ἄγοντι ἐντετυχηκέναι, ὃς τἀληθὲς εἰπὼν ἔπαυσεν ἄν σε ὑδέρῳ μὲν ἐχόμενον καὶ ὑπὸ τοῦ πάθους διαρραγῆναι κινδυνεύοντα, σαυτῷ δὲ εὔσαρκον εἶναι δοκοῦντα καὶ εὐρωστίαν οἰόμενον τὴν συμφορὰν καὶ ὑπὸ μὲν τῶν ἀνοήτων ἐπαινούμενον ἀγνοούντων ἃ πάσχεις, ὑπὸ δὲ τῶν πεπαιδευμένων εἰκότως ἐλεούμενον.
자네에게는 친구도, 친척도, 자네를 아끼는 이도 없는 것 같고, 자유롭고 솔직하게 말하는 사람을 만나 본 적도 없는 듯하네. 만약 그런 이를 만났더라면, 그는 자네에게 진실을 말해 자네를 멈추게 했을 것이네. 자네는 복수가 차올라 그 병으로 터질 위험에 처해 있으면서도 스스로는 살이 붙어 건강하다고 생각하고 그 재앙을 튼튼함으로 여기며, 자네가 겪고 있는 병을 모르는 어리석은 자들에게는 칭송을 받지만 교양 있는 이들에게는 마땅히 동정을 사고 있으니 말이네.”},