§6Ζεύς
οἶδα πολλὰ καὶ ταῦτα εἰπὼν τότε.
宙斯:我也记得当时说过很多这样的话。
σὺ δὲ τὰ μετὰ ταῦτα ἤδη λέγε, ὅπως μὲν ὑπεδέξαντό σε καταπταμένην τὸ πρῶτον, ἅτινα δὲ νῦν ὑπʼ αὐτῶν πέπονθας.
但是你现在应该说一说后来的事:当你最初飞降而下时,他们是如何迎接你的,以及现在你又遭受了他们怎样的对待。
Φιλοσοφία
ἦιξα μέν, ὦ πάτερ, οὐκ ἐπὶ τοὺς Ἕλληνας εὐθύς, ἀλλʼ ὅπερ ἐδόκει μοι χαλεπώτερον τοῦ ἔργου εἶναι, τὸ βαρβάρους παιδεύειν καὶ διδάσκειν, τοῦτο πρῶτον ἠξίουν ἐργάσασθαι·
哲学:父亲,我并没有立刻奔向希腊人,而是首先认为应该去做我认为这项工作中最艰难的部分,即教育和启发蛮族人。
τὸ Ἑλληνικὸν δὲ εἴων ὡς ῥᾷστα ὑποβαλέσθαι οἷόν τε καὶ τάχιστα, ὥς γε ᾤμην, ἐνδεξόμενον τὸν χαλινὸν καὶ ὑπαχθησόμενον τῷ ζυγῷ.
至于希腊之地,依我所想,他们最容易接受缰绳并被套上轭,因而能以最轻松、最迅速的方式被降服,所以我便暂且搁置。
ὁρμήσασα δὲ εἰς Ἰνδοὺς τὸ πρῶτον, ἔθνος μέγιστον τῶν ἐν τῷ βίῳ, οὐ χαλεπῶς ἔπεισα καταβάντας ἀπὸ τῶν ἐλεφάντων ἐμοὶ συνεῖναι, ὥστε καὶ γένος ὅλον, οἱ Βραχμᾶνες, τοῖς Νεχραίοις καὶ Ὀξυδράκαις ὅμορον, οὗτοι πάντες ὑπʼ ἐμοὶ τάττονται καὶ βιοῦσίν τε κατὰ τὰ ἡμῖν δοκοῦντα, τιμώμενοι πρὸς τῶν περιοίκων ἁπάντων, καὶ ἀποθνήσκουσι παράδοξόν τινα τοῦ θανάτου τρόπον.
我首先急奔向印度人,那是世上最强大的民族,我不费吹灰之力就说服他们从大象上下来与我交往。 结果,与内克莱奥伊和奥克西德拉凯相邻的整个婆罗门族,他们全体都归入我的麾下,并按照我们的教义生活,受到所有邻人的尊敬,且以一种奇特的死亡方式死去。
§7Ζεύς
τοὺς γυμνοσοφιστὰς λέγεις.
宙斯:你指的是“裸体哲学家”。
ἀκούω γοῦν τά τε ἄλλα περὶ αὐτῶν καὶ ὅτι ἐπὶ πυρὰν μεγίστην ἀναβάντες ἀνέχονται καιόμενοι, οὐδὲν τοῦ σχήματος ἢ τῆς καθέδρας ἐντρέποντες.
关于他们,我至少听说过,除了其他事情外,他们登上极大的火堆并忍受被焚烧,而不改变其姿势或坐姿。
ἀλλʼ οὐ μέγα τοῦτο·
但这并非什么大事。
ἔναγχος γοῦν καὶ Ὀλυμπίασιν τὸ ὅμοιον ἐγὼ εἶδον γενόμενον, εἰκὸς δὲ καὶ σὲ παρεῖναι καιομένου τότε τοῦ γέροντος.
至少不久前在奥林匹亚,我也看到了同样的事情发生,想必那个老人被烧的时候,你也在场。
Φιλοσοφία
οὐδὲ ἀνῆλθον, ὦ πάτερ, εἰς Ὀλυμπίαν δέει τῶν καταράτων ἐκείνων οὓς ἔφην, ὅτι πολλοὺς αὐτῶν ἑώρων ἀπιόντας, ὡς λοιδορήσαιντο τοῖς ξυνεληλυθόσι καὶ βοῆς τὸν ὀπισθόδομον ἐμπλήσωσιν ὑλακτοῦντες, ὥστε οὐδὲ εἶδον ἐκεῖνον ὅπως ἀπέθανεν.
哲学:父亲,我甚至没有去奥林匹亚,因为害怕我提到的那些该死的家伙。 我看到他们中的许多人走开,去辱骂聚集在那里的人,并像狗吠一样用喧闹声填满神殿后室。 所以我甚至没有看到那个人是如何死去的。
§8Φιλοσοφία
μετὰ δʼ οὖν τοὺς Βραχμᾶνας εἰς Αἰθιοπίαν εὐθύς, εἶτα εἰς Αἴγυπτον κατέβην, καὶ ξυγγενομένη τοῖς ἱερεῦσιν καὶ προφήταις αὐτῶν καὶ τὰ θεῖα παιδεύσασα ἐς Βαβυλῶνα ἀπῆρα Χαλδαίους καὶ μάγους μυήσουσα, εἶτα εἰς Σκυθίαν ἐκεῖθεν, εἶτα εἰς Θρᾴκην, ἔνθα μοι Εὔμολπός τε καὶ Ὀρφεὺς συνεγενέσθην, οὓς καὶ προαποστείλασα ἐς τὴν Ἑλλάδα, τὸν μὲν ὡς τελέσειεν αὐτούς, τὸν Εὔμολπον — ἐμεμαθήκει γὰρ τὰ θεῖα παρʼ ἡμῶν ἅπαντα — τὸν δὲ ὡς ἐπᾴδων προσβιβάζοι τῇ μουσικῇ, κατὰ πόδας εὐθὺς εἱπόμην.
哲学:在婆罗门之后,我立刻下到埃塞俄比亚,接着是埃及。 在与他们的祭司和先知交往并传授了神圣的知识后,我启程前往巴比伦,引导迦勒底人和美赞斯(马格斯)进入秘仪。 然后从那里前往斯基泰,再到色雷斯。 在色雷斯,欧摩尔波斯和俄耳甫斯与我交往。 我将他们提前派往希腊,其中一人,即欧摩尔波斯——因为他已经从我们这里学到了一切神圣的事物——去为他们举行秘仪;另一人则用音乐和歌唱去吸引和感化他们,而我则紧随其后。
§9Φιλοσοφία
καὶ τὸ μὲν πρῶτον εὐθὺς ἐλθοῦσαν οὔτε πάνυ ἠσπάσαντο οἱ Ἕλληνες οὔτε ὅλως ἀπέκλεισαν·
哲学:我刚到的时候,希腊人既没有非常热烈地欢迎我,也没有完全排斥我。
κατʼ ὀλίγον δὲ προσομιλοῦσα ἑπτὰ ἐκ τῶν ἁπάντων ἑταίρους καὶ μαθητὰς προσηγαγόμην, καὶ ἄλλον ἐξ Σάμου καὶ ἄλλον ἐξ Ἐφέσου καὶ Ἀβδηρόθεν ἄλλον, ὀλίγους παντάπασιν.
但随着逐渐交往,我从所有人中吸引了七位同伴和弟子。 此外从萨摩斯吸引了一人,从以弗所吸引了一人,从阿布德拉吸引了一人,总共极少。
§10Φιλοσοφία
μεθʼ οὓς τὸ σοφιστῶν φῦλον οὐκ οἶδʼ ὅπως μοι παρενεφύετο, οὔτε ζηλοῦν τἀμὰ ἐς βάθος οὔτε κομιδῇ ἀπᾷδον, ἀλλʼ οἷον τὸ Ἱπποκενταύρων γένος, σύνθετόν τι καὶ μικτὸν ἐν μέσῳ ἀλαζονείας καὶ φιλοσοφίας πλαζόμενον, οὔτε τῇ ἀγνοίᾳ τέλεον προσεχόμενον οὔτε ἡμᾶς ἀτενέσι τοῖς ὀφθαλμοῖς καθορᾶν δυνάμενον, ἀλλʼ οἷον λημῶντες ὑπὸ τοῦ ἀμβλυώττειν ἀσαφές τι καὶ ἀμυδρὸν ἡμῶν εἴδωλον ἢ σκιὰν ἐνίοτε ἰδόντες ἄν·
哲学:在他们之后,诡辩家这一流派不知怎的就在我的身旁寄生开来。 他们既不深入效仿我的教导,也非完全与我格格不入。 他们就像半人马一族,是一种介于虚荣与哲学之间的混合物,四处徘徊。 他们既未完全被无知所俘获,又无法用明亮的眼睛直视我们。 他们就像因眼疾而视力模糊的人,有时只能看到我们模糊、暗淡的幻象或影子。
οἱ δὲ ᾤοντο ἀκριβῶς πάντα κατανενοηκέναι.
然而,他们却以为自己已经准确地理解了一切。
ὅθεν παρʼ αὐτοῖς ἡ ἀχρεῖος ἐκείνη καὶ περιττὴ σοφία καί, ὡς αὐτοὶ ᾤοντο, ἀπρόσμαχος ἀνεφλέγετο, αἱ κομψαὶ καὶ ἄποροι καὶ ἄτοποι ἀποκρίσεις καὶ δυσέξοδοι καὶ λαβυρινθώδεις ἐρωτήσεις.
因此,他们那种无用且多余的智慧,以及他们自以为无懈可击的学问便燃烧起来:那些巧妙、难解、奇特的回应,以及那些难以摆脱的、迷宫般的提问。
§11Φιλοσοφία
εἶτα κωλυόμενοι καὶ ἐλεγχόμενοι πρὸς τῶν ἑταίρων τῶν ἐμῶν ἠγανάκτουν καὶ συνίσταντο ἐπʼ αὐτούς, καὶ τέλος δικαστηρίοις ὑπῆγον καὶ παρεδίδοσαν πιομένους τοῦ κωνείου.
哲学:接着,由于受到我那些同伴的阻碍和批驳,他们大为恼火,并联手对付他们,最终将他们送上法庭,递上毒参汁让他们喝下。
ἐχρῆν μὲν οὖν ἴσως τότε φυγεῖν εὐθὺς καὶ μηκέτι ἀνέχεσθαι τὴν συνουσίαν αὐτῶν· νῦν δὲ Ἀντισθένης με καὶ Διογένης καὶ μετὰ μικρὸν Κράτης καὶ Μένιππος οὗτος ἔπεισαν ὀλίγον ὅσον ἐπιμετρῆσαι τῆς μονῆς, ὡς μήποτε ὤφελον·
也许,当时我理应立刻逃走,不再忍受与他们的交往;但现在,安提斯泰尼、第欧根尼,以及不久后的克拉特斯和这里的门尼波斯,说服我稍微延长留下的时间。 但愿他们没有这样做!
οὐ γὰρ ἂν τοσαῦτα ἐπεπόνθειν ὕστερον.
否则我后来就不会遭受这么多苦难了。