Humanitext Reader

ルキアノス · 逃亡者たち §6-11

フィロソフィアによる異民族とギリシアでの遍歴の回想

2 / 6 箇所 · ギリシア語

要旨

ゼウスに促されたフィロソフィアは、人間界に降り立った後にインドのブラフマネスをはじめとする異民族を教育し、その後ギリシアに至ってソフィストたちに妨害され、迫害を受けるまでの苦難の旅路を回想する。

§6Ζεύς οἶδα πολλὰ καὶ ταῦτα εἰπὼν τότε.
ゼウス:私もその時そのようなことを多く語ったのを覚えている。
σὺ δὲ τὰ μετὰ ταῦτα ἤδη λέγε, ὅπως μὲν ὑπεδέξαντό σε καταπταμένην τὸ πρῶτον, ἅτινα δὲ νῦν ὑπʼ αὐτῶν πέπονθας.
しかし汝は、これに続く事柄を、すなわち最初に天から舞い降りた時に彼らが汝をいかに迎え入れたか、そして今彼らからどのような仕打ちを受けているかを、今すぐ語るがよい。
Φιλοσοφία ἦιξα μέν, ὦ πάτερ, οὐκ ἐπὶ τοὺς Ἕλληνας εὐθύς, ἀλλʼ ὅπερ ἐδόκει μοι χαλεπώτερον τοῦ ἔργου εἶναι, τὸ βαρβάρους παιδεύειν καὶ διδάσκειν, τοῦτο πρῶτον ἠξίουν ἐργάσασθαι·
フィロソフィア:父上、私は直ちにギリシア人のもとへと急いだのではなく、むしろ、この課題のうちでより困難に思われたこと、すなわち野蛮人たちを教育し教えることを、最初に実行すべきだと考えました。
τὸ Ἑλληνικὸν δὲ εἴων ὡς ῥᾷστα ὑποβαλέσθαι οἷόν τε καὶ τάχιστα, ὥς γε ᾤμην, ἐνδεξόμενον τὸν χαλινὸν καὶ ὑπαχθησόμενον τῷ ζυγῷ.
ギリシアの地については、私が考えた限りでは、手綱を容易に受け入れ、軛の下に引き入れられるであろうから、最も容易に、かつ最も迅速に服従させることができるだろうと、そのままにしておいたのです。
ὁρμήσασα δὲ εἰς Ἰνδοὺς τὸ πρῶτον, ἔθνος μέγιστον τῶν ἐν τῷ βίῳ, οὐ χαλεπῶς ἔπεισα καταβάντας ἀπὸ τῶν ἐλεφάντων ἐμοὶ συνεῖναι, ὥστε καὶ γένος ὅλον, οἱ Βραχμᾶνες, τοῖς Νεχραίοις καὶ Ὀξυδράκαις ὅμορον, οὗτοι πάντες ὑπʼ ἐμοὶ τάττονται καὶ βιοῦσίν τε κατὰ τὰ ἡμῖν δοκοῦντα, τιμώμενοι πρὸς τῶν περιοίκων ἁπάντων, καὶ ἀποθνήσκουσι παράδοξόν τινα τοῦ θανάτου τρόπον.
まず世界最大の民族であるインド人たちのもとへと急ぎ、彼らを説得して象から降りさせ、私と交わらせることは難しくありませんでした。 その結果、ネクライオイやオクシュドラカイと隣り合うブラフマネスという全種族が、今や皆私の下に整列し、私たちの教えに従って生活し、近隣のすべての人々から敬われ、奇妙な死の様式によって死を遂げております。
§7Ζεύς τοὺς γυμνοσοφιστὰς λέγεις.
ゼウス:裸行の哲学者たち(グムノソフィスタイ)のことだな。
ἀκούω γοῦν τά τε ἄλλα περὶ αὐτῶν καὶ ὅτι ἐπὶ πυρὰν μεγίστην ἀναβάντες ἀνέχονται καιόμενοι, οὐδὲν τοῦ σχήματος ἢ τῆς καθέδρας ἐντρέποντες.
彼らについては、極めて大きな薪の山に登って、姿勢や座り方を変えることなく、焼かれるのを耐え忍ぶということなどを、私もかねがね聞いている。
ἀλλʼ οὐ μέγα τοῦτο·
だが、それは大したことではない。
ἔναγχος γοῦν καὶ Ὀλυμπίασιν τὸ ὅμοιον ἐγὼ εἶδον γενόμενον, εἰκὸς δὲ καὶ σὲ παρεῖναι καιομένου τότε τοῦ γέροντος.
私も少し前にオリンピアで、これと同じことが起こるのを目にしたのだ。 あの老人が燃えていた時、おそらく汝もそこに居合わせたのであろう。
Φιλοσοφία οὐδὲ ἀνῆλθον, ὦ πάτερ, εἰς Ὀλυμπίαν δέει τῶν καταράτων ἐκείνων οὓς ἔφην, ὅτι πολλοὺς αὐτῶν ἑώρων ἀπιόντας, ὡς λοιδορήσαιντο τοῖς ξυνεληλυθόσι καὶ βοῆς τὸν ὀπισθόδομον ἐμπλήσωσιν ὑλακτοῦντες, ὥστε οὐδὲ εἶδον ἐκεῖνον ὅπως ἀπέθανεν.
フィロソフィア:父上、先ほど申し上げたあの呪わしい者たちを恐れるあまり、私はオリンピアに登ることさえいたしませんでした。 彼らの多くが、集まった人々を罵倒し、吠え立てて神殿の後室(オピストドモス)を騒音で満たそうと出かけていくのを目にしたからです。 ですから、私はあの男がどのように死んだのかさえ見ておりません。
§8Φιλοσοφία μετὰ δʼ οὖν τοὺς Βραχμᾶνας εἰς Αἰθιοπίαν εὐθύς, εἶτα εἰς Αἴγυπτον κατέβην, καὶ ξυγγενομένη τοῖς ἱερεῦσιν καὶ προφήταις αὐτῶν καὶ τὰ θεῖα παιδεύσασα ἐς Βαβυλῶνα ἀπῆρα Χαλδαίους καὶ μάγους μυήσουσα, εἶτα εἰς Σκυθίαν ἐκεῖθεν, εἶτα εἰς Θρᾴκην, ἔνθα μοι Εὔμολπός τε καὶ Ὀρφεὺς συνεγενέσθην, οὓς καὶ προαποστείλασα ἐς τὴν Ἑλλάδα, τὸν μὲν ὡς τελέσειεν αὐτούς, τὸν Εὔμολπον — ἐμεμαθήκει γὰρ τὰ θεῖα παρʼ ἡμῶν ἅπαντα — τὸν δὲ ὡς ἐπᾴδων προσβιβάζοι τῇ μουσικῇ, κατὰ πόδας εὐθὺς εἱπόμην.
フィロソフィア:ブラフマネスの後は、直ちにエチオピアへ、次いでエジプトへと下り、彼らの神官や預言者たちと交わって神聖な事柄を教え、さらにカルデア人とマゴスたちを秘儀に参入させるためにバビロンへと旅立ちました。 そこからスキティアへ、次いでトラキアへと赴き、そこでエウモルポスとオルペウスが私と交わりました。 彼らをあらかじめギリシアへと送り出し、一方のエウモルポスには、私たちからすべての神聖な事柄を学んでいたので、彼らに秘儀を授けさせ、他方の者には、音楽とともに歌を詠みかけて味方に引き入れさせ、私はそのすぐ後ろに続きました。
§9Φιλοσοφία καὶ τὸ μὲν πρῶτον εὐθὺς ἐλθοῦσαν οὔτε πάνυ ἠσπάσαντο οἱ Ἕλληνες οὔτε ὅλως ἀπέκλεισαν·
フィロソフィア:そして、私が到着した当初、ギリシア人たちは私を大いに歓迎することも、完全に締め出すこともいたしませんでした。
κατʼ ὀλίγον δὲ προσομιλοῦσα ἑπτὰ ἐκ τῶν ἁπάντων ἑταίρους καὶ μαθητὰς προσηγαγόμην, καὶ ἄλλον ἐξ Σάμου καὶ ἄλλον ἐξ Ἐφέσου καὶ Ἀβδηρόθεν ἄλλον, ὀλίγους παντάπασιν.
しかし、少しずつ交際を重ねるうちに、すべての人々の中から七人の仲間と弟子を私の下に引き入れました。 さらにサモスから一人、エフェソスから一人、アブデラから一人と、極めて少数の者たちを引き入れました。
§10Φιλοσοφία μεθʼ οὓς τὸ σοφιστῶν φῦλον οὐκ οἶδʼ ὅπως μοι παρενεφύετο, οὔτε ζηλοῦν τἀμὰ ἐς βάθος οὔτε κομιδῇ ἀπᾷδον, ἀλλʼ οἷον τὸ Ἱπποκενταύρων γένος, σύνθετόν τι καὶ μικτὸν ἐν μέσῳ ἀλαζονείας καὶ φιλοσοφίας πλαζόμενον, οὔτε τῇ ἀγνοίᾳ τέλεον προσεχόμενον οὔτε ἡμᾶς ἀτενέσι τοῖς ὀφθαλμοῖς καθορᾶν δυνάμενον, ἀλλʼ οἷον λημῶντες ὑπὸ τοῦ ἀμβλυώττειν ἀσαφές τι καὶ ἀμυδρὸν ἡμῶν εἴδωλον ἢ σκιὰν ἐνίοτε ἰδόντες ἄν·
フィロソフィア:彼らの後に、ソフィストという輩が、どういうわけか私の傍らに生い茂って(取り憑いて)きました。 彼らは私の教えを深く慕うこともなければ、全く調和しないというわけでもなく、あたかもケンタウロスの種族のように、虚飾と哲学の中間を彷徨う、何やら合成された混合物のようでした。 彼らは完全に無知に囚われているわけでもなく、かといって私たちを真っ直ぐな目で見つめることもできず、あたかも眼病(目やに)のために目が霞んで、私たちの不鮮明でかすかな幻影や影を時に目にするだけのようでした。
οἱ δὲ ᾤοντο ἀκριβῶς πάντα κατανενοηκέναι.
それなのに、彼らはすべてを正確に理解したと思い込んでいたのです。
ὅθεν παρʼ αὐτοῖς ἡ ἀχρεῖος ἐκείνη καὶ περιττὴ σοφία καί, ὡς αὐτοὶ ᾤοντο, ἀπρόσμαχος ἀνεφλέγετο, αἱ κομψαὶ καὶ ἄποροι καὶ ἄτοποι ἀποκρίσεις καὶ δυσέξοδοι καὶ λαβυρινθώδεις ἐρωτήσεις.
そこから、彼らのあの無用で無駄な知恵が、そして彼ら自身が信じるには、反論の余地のない知恵が燃え上がったのです。 あの巧妙で、解決不能で、奇妙な回答や、逃れがたい迷宮のような質問が。
§11Φιλοσοφία εἶτα κωλυόμενοι καὶ ἐλεγχόμενοι πρὸς τῶν ἑταίρων τῶν ἐμῶν ἠγανάκτουν καὶ συνίσταντο ἐπʼ αὐτούς, καὶ τέλος δικαστηρίοις ὑπῆγον καὶ παρεδίδοσαν πιομένους τοῦ κωνείου.
フィロソフィア:その後、私の仲間たちに阻まれ、論破されたことで、彼らは憤慨し、彼らに対して徒党を組み、ついには法廷に引き出してドクニンジンを飲ませるように引き渡しました。
ἐχρῆν μὲν οὖν ἴσως τότε φυγεῖν εὐθὺς καὶ μηκέτι ἀνέχεσθαι τὴν συνουσίαν αὐτῶν·
ですから、おそらくその時に直ちに逃げ去り、彼らとの交際をこれ以上耐え忍ばないようにすべきだったのです。
νῦν δὲ Ἀντισθένης με καὶ Διογένης καὶ μετὰ μικρὸν Κράτης καὶ Μένιππος οὗτος ἔπεισαν ὀλίγον ὅσον ἐπιμετρῆσαι τῆς μονῆς, ὡς μήποτε ὤφελον·
しかし今、アンティステネスとディオゲネス、そして少し後にクラテスと、ここにいるメニッポスが、滞在をほんの少しだけ延ばすよう私を説得したのです。 彼らがそうしなければよかったのですが。
οὐ γὰρ ἂν τοσαῦτα ἐπεπόνθειν ὕστερον.
そうしていれば、後になってこれほど多くの苦痛を受けることはなかったでしょうに。

語釈・文法注

  1. 6τὸ βαρβάρους παιδεύειν — 先行する関係節 ὅπερ ἐδόκει μοι χαλεπώτερον τοῦ ἔργου εἶναι(この課題のうちでより困難に思われたこと)の内容を具体的に説明する同格の関係にある不定詞句である。
  2. 6ὡς ῥᾷστα ὑποβαλέσθαι οἷόν τε — ὡς ... οἷόν τε は「できるだけ…」という可能の極限を表す表現。ここでは ῥᾷστα(最も容易に)と τάχιστα(最も迅速に)の両方に掛かっており、「できるだけ容易かつ迅速に」を意味する。
  3. 8οὓς καὶ προαποστείλασα — 関係代名詞 οὓς は Eumolpus と Orpheus を指し、分詞 προαποστείλασα の目的語となっている。続く ὡς 節(ὡς τελέσειεν ... ὡς ... προσβιβάζοι)は目的を表す希求法(歴史過去の主節に続くため)を導く。
  4. 10ἰδόντες ἄν — 分詞 ἰδόντες に ἄν が付くことで、潜在的・仮定的ニュアンス(「時に見るかもしれないような」)を帯びており、動詞 ἴδοιεν ἄν に相当する表現を分詞で表したものである。
  5. 11ὡς μήποτε ὤφελον — ὤφελον(ὀφείλω のアオリスト)に ὡς が伴うことで、過去の実現しなかった事柄に対する強い後悔や願望を表す(「〜しなければよかったのに」)。

この箇所を引用する

ルキアノス, 逃亡者たち §6-11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:6-11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。