Humanitext Reader

琉善 · 逃亡者 §12-16

哲学对伪哲学家卑劣行径的控诉

第 3 段,共 6 段 · 希腊语

内容简介

在宙斯的促请下,哲学揭露了虚假哲学家(特别是冒充犬儒学派的人)如何出身卑微却模仿学者的外表,以谋求安逸的生活和权力,并规避学术检验、放纵恶行。

§12Ζεύς οὐδέπω μοι λέγεις, ὦ Φιλοσοφία, τίνα ἠδίκησαι, ἀλλὰ ἀγανακτεῖς μόνον.
宙斯:“哲学啊,你还没有告诉我你遭受了怎样的不公,而只是在一味地愤怒。
Φιλοσοφία καὶ μὴν ἄκουε, ὦ Ζεῦ, ἡλίκα ἐστίν.
” 哲学:“那么请听,宙斯,这些事情有多么严重。
μιαρὸν γάρ τι φῦλον ἀνθρώπων καὶ ὡς τὸ πολὺ δουλικὸν καὶ θητικόν, οὐ ξυγγενόμενον ἡμῖν ἐκ παίδων ὑπʼ ἀσχολίας· ἐδούλευεν γὰρ ἢ ἐθήτευεν ἢ ἄλλας τινὰς τέχνας οἵας εἰκὸς τοὺς τοιούτους ἐμάνθανεν, σκυτεύειν ἢ τεκταίνειν ἢ περὶ πλυνοὺς ἔχειν ἢ ἔρια ξαίνειν, ὡς εὐεργὰ εἴη ταῖς γυναιξὶν καὶ εὐμήρυτα καὶ κατάγοιτο εὐμαρῶς ὁπότε ἢ κρόκην ἐκεῖναι στρέφοιεν ἢ μίτον κλώθοιεν.
因为这是一群卑鄙龌龊的人,而且大都是奴隶和雇工,由于没有闲暇,从小就没有与我们交往过;因为他们要么当奴隶,要么做雇工,要么学习其他一些像这样的人该学的技术,比如修鞋、做木工、在洗衣房干活,或者梳理羊毛,好让妇女们容易操作和卷绕,在她们纺纬线或织经线时能轻易地拉下来。
τοιαῦτα τοίνυν ἐν παισὶ μελετῶντες οὐδὲ ὄνομα τὸ ἡμέτερον ᾔδεσαν.
因此,他们在孩提时代只顾操持这些事情,甚至连我们的名字都不知道。
ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἤρξαντο καὶ κατεῖδον τὴν αἰδῶ, ὅση παρὰ τῶν πολλῶν ἐστιν τοῖς ἑταίροις τοῖς ἐμοῖς, καὶ ὡς ἀνέχονται οἱ ἄνθρωποι τὴν παρρησίαν αὐτῶν καὶ χαίρουσιν θεραπευόμενοι καὶ συμβουλεύουσι πείθονται καὶ ἐπιτιμώντων ὑποπτήσσουσι, ταῦτα πάντα τυραννίδα οὐ μικρὰν ἡγοῦντο εἶναι.
但是,当他们开始步入成年,看到我的同伴们在众人中享有何等崇高的敬意,看到人们如何容忍他们的直言不讳、乐于受到他们的照料,听到劝告就听从,遭到斥责就退缩,他们就把这一切当成了一种不小的特权(统治权)。
§13Φιλοσοφία τὸ μὲν δὴ μανθάνειν ὅσα τῇ τοιαύτῃ προαιρέσει πρόσφορα μακρὸν ἦν, μᾶλλον δὲ κομιδῇ ἀδύνατον, αἱ τέχναι δὲ γλίσχραι, καὶ σὺν πόνῳ καὶ μόγις ἱκανὰ παρέχειν ἐδύναντο.
哲学:“要想学习适合这种志向的学问是漫长的,或者更确切地说是完全不可能的,而他们的技术又很贫瘠,伴随着艰辛也仅能维持生计。
ἐνίοις δὲ καὶ ἡ δουλεία βαρὺ καί (ὥσπερ οὖν ἐστιν) ἀφόρητον ἐφαίνετο.
对一些人来说,奴隶身份显得沉重,而且(确实如此)难以忍受。
ἔδοξε δὴ σκοπουμένοις τὴν ὑστάτην ἄγκυραν, ἣν ἱερὰν οἱ ναυτιλλόμενοί φασιν, καθιέναι, καὶ ἐπὶ τὴν βελτίστην ἀπόνοιαν ὁρμήσαντες, ἔτι τε καὶ τόλμαν καὶ ἀμαθίαν καὶ ἀναισχυντίαν προσπαρακαλέσαντες, αἵπερ αὐτοῖς μάλιστα συναγωνίζονται, καὶ λοιδορίας καινὰς ἐκμελετήσαντες, ὡς πρόχειροι εἶεν καὶ ἀνὰ στόμα, ταύτας μόνας ξυμβολὰς ἔχοντες — ὁρᾷς ὁποῖα πρὸς φιλοσοφίαν ἐφόδια;
因此,经过深思熟虑,他们决定放下航海者所说的‘神圣的’最后一根锚,走向最权宜的自暴自弃,并招揽了他们最大的盟友——大胆、无知和厚颜无耻,还充分练习了新的谩骂之词,以便随时脱口而出。 他们仅凭这些作为通行证——你瞧,这是什么样的哲学行囊!
— σχηματίζουσιν καὶ μετακοσμοῦσιν αὑτοὺς εὖ μάλα εἰκότως καὶ πρὸς ἐμέ, οἷόν τι ἀμέλει ὁ Αἴσωπός φησι ποιῆσαι τὸν ἐν τῇ Κύμῃ ὄνον, ὃς λεοντῆν περιβαλόμενος καὶ τραχὺ ὀγκώμενος ἠξίου λέων καὶ αὐτὸς εἶναι· καί πού τινες καὶ ἦσαν ἴσως οἱ πιστεύοντες αὐτῷ.
——他们非常逼真地将自己改造成符合我形象的样子,这正像伊索所说的库墨的那头驴,它披上狮皮,粗野地吼叫,便自以为也是狮子了;或许当时也确实有些人在信以为真。
§14Φιλοσοφία τὰ δʼ ἡμέτερα πάνυ ῥᾷστα, ὡς οἶσθα„ καὶ ἐς μίμησιν πρόχειρα — τὰ προφανῆ λέγω — καὶ οὐ πολλῆς τῆς πραγματείας δεῖ τριβώνιον περιβαλέσθαι καὶ πήραν ἐξαρτήσασθαι καὶ ξύλον ἐν τῇ χειρὶ ἔχειν καὶ βοᾶν, μᾶλλον δὲ ὀγκᾶσθαι ἢ ὑλακτεῖν, καὶ λοιδορεῖσθαι ἅπασιν·
哲学:“另一方面,正如你所知,我们的事情非常容易,且极易模仿——我说的是那些显而易见的外表——并不需要太多费事,只要披上一件粗斗篷,挂上一个褡裢,手里拿根木棍,然后大喊大叫,或者更确切地说是像驴叫或狗吠一样去谩骂所有人。
τὴν ἀσφάλειαν γὰρ αὐτοῖς τοῦ μηδὲν ἐπὶ τούτῳ παθεῖν ἡ πρὸς τὸ σχῆμα αἰδὼς παρέξειν ἔμελλεν.
因为他们不会因此受到任何惩罚的安全保障,将由人们对这种外表扮相的敬畏来提供。
ἡ ἐλευθερία δὲ πρόχειρος ἄκοντος τοῦ δεσπότου, κἂν εἰ βούλοιτο ἀπάγειν, παταχθησομένου τῷ ξύλῳ.
自由唾手可得,甚至违背主人的意愿,即便主人想把他们带走,也会被木棍痛打。
καὶ τὰ ἄλφιτα οὐκέτʼ ὀλίγα οὐδὲ ὡς πρὸ τοῦ μᾶζα ψιλή, τὸ δὲ ὄψον οὐ τάριχος ἢ θύμον, ἀλλὰ κρέα παντοδαπὰ καὶ οἶνος οἷος ἥδιστος, καὶ χρυσίον παρʼ ὅτου ἂν ἐθέλωσι·
而且大麦面粉不再稀少,也不像以前那样只是单调的干饼,配菜不再是咸鱼或百里香,而是各种肉类和最甜美的葡萄酒,并且只要他们想要,就能从任何人那里得到金钱。
δασμολογοῦσι γὰρ ἐπιφοιτῶντες ἤ, ὡς αὐτοί φασιν, ἀποκείρουσιν τὰ πρόβατα, δώσειν τε πολλοὺς οἴονται ἢ αἰδοῖ τοῦ σχήματος ἢ δέει τοῦ μὴ ἀκοῦσαι κακῶς.
因为他们上门收税,或者用他们自己的话说,是‘剪羊毛’,他们认为许多人出于对这种外表的敬畏,或出于害怕被说坏话,都会给予他们金钱。
§15Φιλοσοφία καὶ γὰρ αὖ κἀκεῖνο ἑώρων, οἶμαι, ὡς ἐξ ἴσου καταστήσονται τοῖς ὀρθῶς φιλοσοφοῦσιν, οὐδέ τις ὁ δικάσων καὶ διακρινῶν τὰ τοιαῦτα ἔσται, ἢν μόνον τὰ ἔξω ᾖ ὅμοια.
哲学:“而且我想,他们也看到了,只要外表相似,他们就能与真正的哲学家平起平坐,也不会有人来裁判和区分这些事情。
ἀρχὴν γὰρ οὐδὲ τὸν ἔλεγχον δέχονται, ἢν ἔρηταί τις οὑτωσὶ κοσμίως καὶ κατὰ βραχύ, ἀλλʼ εὐθὺς βοῶσιν καὶ ἐπὶ τὴν ἀκρόπολιν τὴν ἑαυτῶν ἀναφεύγουσι, τὴν λοιδορίαν, καὶ πρόχειρον τὸ ξύλον.
因为如果有人温和且简短地向他们提问,他们根本不接受检验,而是立刻大喊大叫,逃到他们自己的堡垒——谩骂中去,并且随时准备动粗。
καὶ ἢν μὲν τὰ ἔργα ζητῇς, οἱ λόγοι πολλοί, ἢν δὲ ἀπὸ τῶν λόγων κρίνειν ἐθέλῃς, τὸν βίον ἀξιοῦσι σκοπεῖν.
如果你探究他们的行为,他们就滔滔不绝;如果你想根据他们的言论来作判断,他们又要求你去看他们的生活。
§16Φιλοσοφία τοιγαροῦν ἐμπέπλησται πᾶσα πόλις τῆς τοιαύτης ῥᾳδιουργίας, καὶ μάλιστα τῶν Διογένη καὶ Ἀντισθένη καὶ Κράτητα ἐπιγραφομένων καὶ ὑπὸ τῷ κυνὶ ταττομένων, οἳ τὸ μὲν χρήσιμον ὁπόσον ἔνεστι τῇ φύσει τῶν κυνῶν, οἷον τὸ φυλακτικὸν ἢ οἰκουρικὸν ἢ φιλοδέσποτον ἢ μνημονικόν, οὐδαμῶς ἐζηλώκασιν, ὑλακὴν δὲ καὶ λιχνείαν καὶ ἁρπαγὴν καὶ ἀφροδίσια συχνὰ καὶ κολακείαν καὶ τὸ σαίνειν τὸν διδόντα καὶ περὶ τραπέζας ἔχειν, ταῦτα ἀκριβῶς ἐκπεπονήκασιν.
哲学:“因此,每个城市都充满了这种投机取巧,尤其是那些冠以第欧根尼、安提斯泰尼和克拉特斯之名、归于‘犬’(犬儒学派)之列的人。 他们绝不效仿狗的天性中有益的部分,如警惕性、看家、忠于主人或记忆力,却把吠叫、贪嘴、抢夺、频繁的偷情、谄媚、对给予者摇尾巴以及围着桌子转,学得惟妙惟肖。 ”

词汇与语法注释

  1. §12τίνα ἠδίκησαι — τίνα 为中性复数宾格,作副词性(或同源)宾格,而 ἠδίκησαι 是 ἀδικέω 的第二人称单数被动完成式。整句意为“你遭受了怎样的不公”。虽然 τίνα 在理论上也可以被解释为阳性单数宾格(“你被谁所伤害”),但被动语态的施事者通常用 ὑπό 动词加属格表示,因此将其作为中性复数解读更为自然。
  2. §12ὡς εὐεργὰ εἴη ταῖς γυναιξὶν καὶ εὐμήρυτα καὶ κατάγοιτο εὐμαρῶς ὁπότε ἢ κρόκην ἐκεῖναι στρέφοιεν ἢ μίτον κλώθοιεν — 这是一个复杂的从句结构,结合了引导目的从句的连词 ὡς(由于主句动词 ἐμάνθανεν 为过去时,此处使用希求法 εἴη 和 κατάγοιτο)以及引导过去常规/重复动作的时间连词 ὁπότε 加上希求法(στρέφοιεν 和 κλώθοιεν)。
  3. §13ἔδοξε δὴ σκοπουμένοις τὴν ὑστάτην ἄγκυραν... καθιέναι — ἔδοξε 作单部人称动词使用(“在……看来最好 / 决定”),其逻辑主语由与格分词 σκοπουμένοις 表示,不定式 καθιέναι(来自 καθίημι,“放下”)作其宾语补足语。所谓的“圣锚”(ἱερὰ ἄγκυρα)是一个成语,指在危险关头最后赖以求生的手段。
  4. §14δώσειν τε πολλοὺς οἴονται — οἴονται 的主语是那些虚假的哲学家。宾格的 πολλούς 作为将来时不定式 δώσειν 的逻辑主语(即“许多人将会给予”)。整句意为“他们(虚假哲学家)认为许多人会给予(金钱)”。
  5. §15ἀρχὴν γὰρ οὐδὲ τὸν ἔλεγχον δέχονται — 当 ἀρχήν(单数宾格)与否定词(此处为 οὐδέ)结合用作副词时,它构成一个惯用表达,意为“根本 / 完全不”,表示强烈的否定。

引用这一段

琉善, 逃亡者 §12-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:12-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。