§1Ἀπόλλων
ἀληθῆ ταῦτά φασιν, πάτερ, ὡς ἐμβάλοι τις φέρων αὑτὸν εἰς τὸ πῦρ κατέναντι Ὀλυμπίων, ἤδη πρεσβύτης ἄνθρωπος, οὐκ ἀγεννὴς θαυματοποιὸς τὰ τοιαῦτα;
阿波罗:父亲,人们说在奥林匹亚,有一个上了年纪的人——一个并非无能的此类奇术师——自愿投身火中,这是真的吗?
ἡ Σελήνη γὰρ ἡμῖν διηγεῖτο, αὐτὴ ἑωρακέναι καιόμενον λέγουσα.
因为塞勒涅曾向我们讲述,说她亲眼看见他被烧着。
Ζεύς
καὶ πάνυ ἀληθῆ, ὦ Ἄπολλον·
宙斯:阿波罗啊,这完全是真的。
ὡς μή ποτε γενέσθαι ὤφελεν.
但愿这从未发生过。
Ἀπόλλων
οὕτω χρηστὸς ὁ γέρων ἦν καὶ ἀνάξιος ἐν πυρὶ ἀπολωλέναι;
阿波罗:那个老人真的如此善良,以至于不该死于火中吗?
Ζεύς
καὶ τοῦτο μὲν ἴσως·
宙斯:或许确实如此。
ἀλλʼ ἐγὼ πολλὴν τὴν ἀηδίαν μέμνημαι ἀνασχόμενος τότε ὑπὸ κνίσης πονηρᾶς, οἵαν εἰκὸς ἀποφέρεσθαι ὀπτωμένων ἀνθρωπείων σωμάτων.
但我仍记得当时忍受了极大的恶心,那是从烤人肉中散发出来的难闻气味。
εἰ γοῦν μὴ εἰς τὴν Ἀραβίαν ὡς εἶχον εὐθὺς ἀπιὼν ᾠχόμην, ἀπολώλειν ἄν, εὖ ἴσθι, ἀτοπίᾳ τοῦ καπνοῦ·
要知道,如果我当时没有立刻动身前往阿拉伯,我早就因为那股可怕的浓烟而丧命了。
καὶ ὅμως ἐν τοσαύτῃ εὐωδίᾳ καὶ ἀφθονίᾳ τῶν ἀρωμάτων καὶ ἐν λιβανωτῷ παμπόλλῳ μόλις αἱ ῥῖνες ἐπιλαθέσθαι μοι καὶ ἀπομαθεῖν ἤθελον τὴν κηλῖδα ἐκείνην τῆς ὀσμῆς, ἀλλὰ καὶ νῦν ὀλίγου δέω ναυτιᾶν ὑπομνησθεὶς αὐτῆς.
然而,即便置身于如此浓郁的芬芳、丰富的香料和大量的乳香之中,我的鼻子也几乎无法忘记和消除那种气味的污痕;甚至直到现在,一想起它,我几乎就要作呕。
§2Ἀπόλλων
τί δὲ βουλόμενος, ὦ Ζεῦ, τοιαῦτα εἴργασται ἑαυτόν;
阿波罗:宙斯啊,他为什么要对自己做出这种事?
ἢ τί τὸ ἀγαθόν, ἀπανθρακωθῆναι ἐμπεσόντα εἰς τὴν πυράν;
或者说,跳入火堆中化为灰烬,有什么好处呢?
Ζεύς
τοῦτο μὲν οὐκ ἄν, ὦ παῖ, φθάνοις καὶ Ἐμπεδοκλεῖ πρὸ αὐτοῦ ἐγκαλῶν, ὃς ἐς τοὺς κρατῆρας ἥλατο καὶ αὐτὸς ἐν Σικελίᾳ.
宙斯:孩子,若是这样,你不妨也去指责在他之前的恩培多克勒,那人也在西西里跳进了火山口。
Ἀπόλλων
μελαγχολίαν τινὰ δεινὴν λέγεις.
阿波罗:您说的是某种可怕的狂躁症。
ἀτὰρ οὗτός γε τίνα ποτὲ ἄρα τὴν αἰτίαν ἔσχε τῆς ἐπιθυμίας;
但是,他究竟是因为什么原因才产生这种愿望的呢?
Ζεύς
αὐτοῦ σοι λόγον ἐρῶ ὃν ἔλεξε πρὸς τὴν πανήγυριν, ἀπολογούμενος πρὸς αὐτοὺς ὑπὲρ τῆς τελευτῆς.
宙斯:我会告诉你他在大会上,为自己的死辩护时所说的话。
§3Ζεύς
ἔφη γάρ, εἴ γε μέμνημαι — ἀλλὰ τίς αὕτη σπουδῇ πρόσεισι τεταραγμένη καὶ δακρύουσα, πάνυ ἀδικουμένῃ ἐοικυῖα;
宙斯:因为他说,如果我没记错的话——但是,那个神色慌张、流着眼泪、看起来受了极大委屈、正匆忙走来的人是谁?
μᾶλλον δὲ Φιλοσοφία ἐστίν, καὶ τοὔνομά γε τοὐμὸν ἐπιβοᾶται σχετλιάζουσα.
不对,那其实是“哲学”,她正大声呼喊着我的名字,痛切地诉苦。
τί, ὦ θύγατερ, δακρύεις;
女儿啊,你为什么哭泣?
ἢ τί ἀπολιποῦσα τὸν βίον ἐλήλυθας;
你又是为什么离开人间来到这里?
ἆρα μὴ οἱ ἰδιῶται αὖθις ἐπιβεβουλεύκασί σοι ὡς τὸ πρόσθεν, ὅτε τὸν Σωκράτην ἀπέκτειναν ὑπὸ Ἀνύτου κατηγορηθέντα, εἶτα φεύγεις διὰ τοῦτο αὐτούς;
难道是凡夫俗子们又像以前听信阿尼图斯的指控杀害苏格拉底那样,再次密谋陷害你,你才因此逃避他们的吗?
Φιλοσοφία
οὐδὲν τοιοῦτον, ὦ πάτερ, ἀλλʼ ἐκεῖνοι μέν, ὁ πολὺς λεώς, ἐπῄνουν καὶ διὰ τιμῆς ἦγον, αἰδούμενοι καὶ θαυμάζοντές με καὶ μονονουχὶ προσκυνοῦντες, εἰ καὶ μὴ σφόδρα ξυνίεσαν ὧν λέγοιμι.
哲学:根本不是这样,父亲。 相反,那些人,也就是广大民众,即使不太懂得我说的是什么,也一直称赞我、敬重我、爱戴和仰慕我,甚至几乎崇拜我。
οἱ δέ — πῶς ἂν εἴποιμι;
但是,那些——我该怎么说呢?
— οἱ ξυνήθεις καὶ φίλοι φάσκοντες εἶναι καὶ τοὔνομα τοὐμὸν ὑποδυόμενοι, ἐκεῖνοί με τὰ δεινότατα εἰργάσαντο.
——自称是我的同伴和朋友、披着我的名号的人,正是他们对我做出了最可怕的事。
§4Ζεύς
οἱ φιλόσοφοι ἐπιβουλήν τινα ἐπιβεβουλεύκασί σοι;
宙斯:难道是哲学家们对你策划了什么阴谋吗?
Φιλοσοφία
οὐδαμῶς, ὦ πάτερ, οἵ γε ξυνηδίκηνταί μοι καὶ αὐτοί.
哲学:绝非如此,父亲。 因为他们自己也同样和我一起遭受了不公。
Ζεύς
πρὸς τίνων οὖν ἠδίκησαι, εἰ μήτε τοὺς ἰδιώτας μήτε τοὺς φιλοσόφους αἰτιᾷ;
宙斯:那么,既然你既不责怪普通人,也不责怪哲学家,你究竟是被谁伤害了呢?
Φιλοσοφία
εἰσίν τινες, ὦ Ζεῦ, ἐν μεταιχμίῳ τῶν τε πολλῶν καὶ τῶν φιλοσοφούντων, τὸ μὲν σχῆμα καὶ βλέμμα καὶ βάδισμα ἡμῖν ὅμοιοι καὶ κατὰ τὰ αὐτὰ ἐσταλμένοι·
哲学:宙斯啊,在普通大众和从事哲学研究的人之间有一群人,他们的外貌、眼神和步态与我们相似,穿着也和我们一样。
ἀξιοῦσι γοῦν ὑπʼ ἐμοὶ τάττεσθαι καὶ τοὔνομα τὸ ἡμέτερον ἐπιγράφονται, μαθηταὶ καὶ ὁμιληταὶ καὶ θιασῶται ἡμῶν εἶναι λέγοντες· ὁ βίος δὲ παμμίαρος αὐτῶν, ἀμαθίας καὶ θράσους καὶ ἀσελγείας ἀνάπλεως, ὕβρις οὐ μικρὰ καθʼ ἡμῶν.
他们甚至要求被归入我的麾下,冠以我们的名号,声称是我们的弟子、同伴和同道者;但他们的生活却极其肮脏,充满了无知、放肆与淫乱,这对我们是莫大的侮辱。
ὑπὸ τούτων, ὦ πάτερ, ἠδικημένη πέφευγα.
父亲,我正是因为受到这些人的伤害才逃离的。
§5Ζεύς
δεινὰ ταῦτα, ὦ θύγατερ.
宙斯:这太可怕了,女儿。
ἀλλὰ τί μάλιστα ἠδικήκασί σε;
但他们最主要是怎么伤害你的?
Φιλοσοφία
σκόπει, ὦ πάτερ, εἰ μικρά.
哲学:父亲,请看看这是否是件小事。
σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπʼ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμεληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες, ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο.
您看到人间充满了不公与不法,与无知和傲慢纠缠在一起并被它们扰乱,您怜悯在愚昧中挣扎的人类,便将我派遣下来,命令我加以照料,好让他们停止互相伤害和施暴、不再像野兽般生活,并在仰望真理的同时更和平地共同生活。
ἔφης γοῦν πρός με καταπέμπων,
ἅ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ ὁρᾷς·
您在派遣我时确实对我说道: “人类所做的事情以及他们在无知中所处的状态,女儿啊,你自己也看到了。
ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην.
而我(因为怜悯他们)将派遣你,我认为只有你能够医治所发生的一切,我从我们所有人中挑选了你,让你去医治他们。 ”