Humanitext Reader

琉善 · 逃亡者 §29-33

抓捕逃亡者与赫尔墨斯的判决

第 6 段,共 6 段 · 希腊语

内容简介

赫尔墨斯等人在俄耳甫斯的指引下,找到了出逃的伪哲学家们的住所。赫尔墨斯随即进行判决,令被捕获的奴隶们重操旧业。

§29Ἑρμῆς τίς δʼ οὗτος ἄλλος ὁ προσιών ἐστιν, ὦ Ἡράκλεις, ὁ καλός, ὁ τὴν κιθάραν;
赫尔墨斯: “赫拉克勒斯,那个正走过来的、拿着竖琴的漂亮男子是谁?
Ἡρακλῆς Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥδιστος κελευστῶν ἁπάντων·
” 赫拉克勒斯: “那是俄耳甫斯,我当年在阿尔戈号上的船友,是所有领唱员中最令人愉悦的一位。
πρὸς γοῦν τὴν ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες.
在他的歌声中,我们划桨时一点也不觉得累。
χαῖρε, ὦ ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ· οὐκ ἐπιλέλησαι γάρ που Ἡρακλέους.
你好,最优秀、最懂音乐的俄耳甫斯;你大概没有忘记赫拉克勒斯吧。
Ὀρφεύς νὴ καὶ ὑμεῖς γε, ὦ Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ.
” 俄耳甫斯: “你们也安好,哲学、赫拉克勒斯和赫尔墨斯。
ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα, ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα.
不过,现在该是支付赏金的时候了,因为我非常清楚你们正在寻找的人在哪里。
Ἑρμῆς οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστίν· χρυσίου γὰρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν.
” 赫尔墨斯: “那么,卡利俄珀之子啊,告诉我们他在哪里;我想,既然你是一位智者,自然不需要金子。
Ὀρφεύς εὖ φής.
” 俄耳甫斯: “你说得对。
ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμʼ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι πρὸς αὐτοῦ· μιαρὸς γὰρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν.
我可以指给你们看他住的房子,但不能指出他本人,免得我被他辱骂;因为他极其污秽,整天只琢磨这些勾当。
Ἑρμῆς δεῖξον μόνον.
” 赫尔墨斯: “只需指出房子即可。
Ὀρφεύς αὕτη πλησίον.
” 俄耳甫斯: “就在这附近。
ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδʼ ἴδοιμι αὐτόν.
我先避开了,免得连他的面都见到。
§30Φιλοσοφία ἐπίσχες.
” 哲学: “等一下。
οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου;
这难道不是一个女人在朗诵荷马诗句的声音吗?
Ἑρμῆς νὴ Δία·
” 赫尔墨斯: “凭宙斯起誓,正是!
ἀλλʼ ἀκούσωμεν ὅ τι καὶ λέγει.
让我们听听她到底在说什么。
Γυνή " ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
” 女: “那个心底喜爱金子、口中却说另一套话的人,对我来说就像冥府的门一样可憎。
" Ἑρμῆς οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον.
” 赫尔墨斯: “那么,你肯定很憎恨坎塔罗斯。
Γυνή "ξεινοδόκον κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ.
” 女: “他向招待他并给予他友谊的主人施加了恶行。
" Ἀνήρ περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην.
” 男: “这句诗说的就是我。 我接纳了他,他却拐走了我的妻子。
Γυνή " οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ, Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.
” 女: “你这个酒囊饭袋,有着狗一样的眼睛、鹿一样的胆子,在战场上无足轻重,在议事会里也毫无地位,满口胡言的瑟西特斯,恶劣乌鸦中最能言者,徒劳且无礼地与君王争辩。
" Δεσπότης α Εἰκότως τῷ καταράτῳ τὰ ἔπη.
” 第一の主人: “这些诗句真适用于那个该死的家伙。
Γυνή " Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ὁρμήν. "
” 女: “前是狗,后是狮,中是奇美拉,可怕地喷吐出第三只狗的狂野冲动。
§31Ἀνήρ οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων.
” 男: “唉,妻子啊,你竟遭受了这么多条狗的蹂躏!
φασὶ δʼ αὐτὴν καὶ κυεῖν ἀπʼ αὐτῶν.
而且人们还说你怀了它们的孩子。
Ἑρμῆς θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον.
” 赫尔墨斯: “放心吧,她会给你生个刻耳柏洛斯或革律翁,好让这位赫拉克勒斯重新有活干。
ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν.
不过他们出来了,所以根本不用敲门。
Δεσπότης α ἔχω σε, ὦ Κάνθαρε.
” 第一の主人: “抓到你了,坎塔罗斯。
νῦν σιωπᾷς;
现在你怎么不说话了?
φέρʼ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος.
让我看看你的褡裢里装了什么,也许是羽扇豆,或者是一块面包?
οὐ μὰ Δίʼ, ἀλλὰ ζώνην χρυσίου.
不,凭宙斯起誓,竟然是一条装满金子的腰带!
Ἡρακλῆς μὴ θαυμάσῃς· κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος ἀκριβῶς ἐστιν.
” 赫拉克勒斯: “别奇怪;他以前在希腊时自称是犬儒派,但在色雷斯这里,他却成了不折不扣的克律西波斯派。
τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει· κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν.
因此,你很快就会看到他变成克勒安特斯;因为他如此污秽,将会被用他的胡须吊起来。
Δεσπότης β §32σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις;
” 第一地主人: “至于你,恶棍,你难道不是我的逃跑奴隶莱库提翁吗?
οὐ μὲν οὖν ἄλλος.
绝无他人。
ὢ τοῦ γέλωτος.
真是笑死人了。
εἶτα τί οὐκ ἂν γένοιτο;
接下来还会发生什么?
καὶ Ληκυθίων φιλοσοφεῖ.
连莱库提翁也在研究哲学了!
Ἑρμῆς ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν;
” 赫尔墨斯: “这第三个人,你们当中没有人是他的主人吗?
Δεσπότης γ Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι.
” 第三の主人: “非也,但我这个做主人的,宁愿由得他去死。
Ἑρμῆς ὅτι τί;
” 赫尔墨斯: “那是为何?
Δεσπότης γ ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν.
” 第三の主人: “因为他骨子里彻底烂掉了。
τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν.
我们以前叫他缪罗普诺斯。
Ἑρμῆς Ἡράκλεις ἀλεξίκακε, ἀκούεις;
” 赫尔墨斯: “消灾除难的赫拉克勒斯啊,你听到了吗?
ἔπειτα πήρα καὶ βάκτρον.
他居然也拿着褡裢和拐杖。
— καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ.
——至于你,把你的妻子领回去吧。
Ἀνήρ μηδαμῶς.
” 男: “千万不要。
οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν.
我绝不领回一个为我怀着古代书物的女人。
Ἑρμῆς πῶς βιβλίον;
” 赫尔墨斯: “怎么叫怀着书物?
Ἀνήρ ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον.
” 男: “贤士啊,有一本书叫《三头记》。
Ἑρμῆς Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.
赫尔墨斯: “这也没什么稀奇的,既然还有《三阴茎记》呢。
§33Φιλοσοφία σόν, ὦ Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο.
” 哲学: “赫尔墨斯,接下来的判决就是你的工作了。
Ἑρμῆς οὕτω μοι δοκεῖ, ταύτην μέν, ἵνα μηδὲν τέρας μηδὲ πολυκέφαλον τέκῃ, οἴχεσθαι παρὰ τὸν ἄνδρα ὀπίσω ἐς τὴν Ἑλλάδα, τὼ δύο δὲ τούτω δραπετίσκω παραδοθέντε τοῖν δεσπόταιν μανθάνειν ἃ πρὸ τοῦ, τὸν μὲν ἀποπλύνειν τὰς ῥυπώσας τῶν ὀθονῶν, τὸν Ληκυθίωνα, τὸν Μυρόπνουν δὲ αὖθις ἀκεῖσθαι τῶν ἱματίων τὰ διερρωγότα, μαλάχῃ γε πρότερον μαστιγωθέντε.
” 赫尔墨斯: “我认为应当这样:这个女人,为了不让她生出任何怪物或多头怪物,应当回到她丈夫身边,返回希腊;而这两个逃跑的奴隶,应当交给他们的主人,去干他们以前干的活:一洗干净那些肮脏的亚麻布,即莱库提翁,而缪罗普诺斯则重新缝补衣服的破洞,当然,在此之前他们要先用葵菜鞭打一顿。
ἔπειτα καὶ τοῦτον παραδοθῆναι τοῖς πιττωταῖς, ὡς ἀπόλοιτο παρατιλλόμενος τὰ πρῶτα, ῥυπώσῃ προσέτι καὶ γυναικείᾳ τῇ πίττῃ, εἶτα ἐς τὸν Αἷμον ἀναχθέντα γυμνὸν ἐπὶ τῆς χιόνος μένειν συμπεποδισμένον τὼ πόδε.
然后,这个家伙要被交给脱毛师,让他被肮脏且是女人用的松脂拔光毛而死;接着他要被带到海墨斯山,双手双脚被绑,赤身裸体地留在雪地上。
Κάνθαρος φεῦ τῶν κακῶν, ὀτοτοῖ, παππαπαιάξ.
” 坎塔罗斯: “悲哉,痛哉,哎呀呀!
Δεσπότης α τί τοῦτο παρεντίθης τῶν τραγικῶν σου διαλόγων;
” 第一の主人: “你干嘛在这里加进你的悲剧对白?
ἀλλʼ ἀκολούθει παρὰ τοὺς πιττωτὰς ἤδη, ἀποδυσάμενός γε πρότερον τὴν λεοντῆν, ὡς γνωσθῇς ὄνος ὤν.
赶紧跟脱毛师走吧,在此之前先脱掉你的狮皮,免得别人看不出你是个蠢驴。 ”

词汇与语法注释

  1. 29ὁ τὴν κιθάραν — 在定冠词 ὁ 与宾格名词 τὴν κιθάραν 之间省略了分词(例如 ἔχων “拿着”),构成一个表示“拿着竖琴的人”的惯用名词短语。
  2. 29ὡς μὴ κακῶς ἀκούοιμι — 目的从句(ὡς μή + 祈愿式)。此处使用了惯用语 κακῶς ἀκούω(被辱骂、名声败坏),施事由接下来的 πρὸς αὐτοῦ 表示,在句法上相当于被动语态。
  3. 31Χρυσίππειος — 一个结合了哲学家“克律西波斯”(斯多葛派)以及希腊语中的“金子”(χρυσός)与“马”(ἵππος)的双关语,以此讽刺过去标榜犬儒派清贫的逃跑奴隶如今因偷窃而成了“拥金者”。
  4. 32ὅτι τί — 包含省略的疑问短语。它是诸如 διὰ τί ὅτι...(为什么是因为……)之类句式的极度缩写,是一种表示“到底是为什么”或“那又是为何”的口语化惯用表达。
  5. 33τὸν μὲν ἀποπλύνειν ... τὸν Ληκυθίωνα — 属于赫尔墨斯判决的一系列“宾格加不定式”结构(隶属于 μανθάνειν...)中的分句。主语 τὸν μὲν(一方面)指代坎塔罗斯,随后以同格(或另一个省略的宾格主语)的形式给出了 τὸν Ληκυθίωνα(莱库提翁),表明这两名奴隶将被送回各自不同的行业(漂洗与缝补)。

引用这一段

琉善, 逃亡者 §29-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:29-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。