§23Ζεύς
εὖ λέγεις, ὦ Ἄπολλον.
宙斯: “阿波罗,你说得对。
ἀλλὰ καὶ σύ, ὦ Ἡράκλεις, ἅμα καὶ τὴν Φιλοσοφίαν αὐτὴν ἔχοντες ἄπιτε ὡς τάχιστα εἰς τὸν βίον.
但是你,赫拉克勒斯,也要和哲学本身一起,尽速降落到凡间去。
τρισκαιδέκατον γοῦν ἆθλον οἴου τοῦτον οὐ σμικρὸν ἐκτελέσειν, ἢν ἐκκόψῃς μιαρὰ οὕτω καὶ ἀναίσχυντα θηρία.
如果你能消灭这群如此污秽且无耻的野兽,这就当做你完成了一次不小的第十三项功绩吧。
Ἡρακλῆς
καὶ μὴν ἄμεινον ἦν, ὦ πάτερ, τὴν κόπρον ἐκκαθᾶραι αὖθις τὴν Αὐγέου ἢ τούτοις συμπλέκεσθαι.
” 赫拉克勒斯: “不过,父亲,再次清理奥革阿斯的牛圈,也比和这些家伙纠缠要好。
ἀπίωμεν δʼ ὅμως.
但无论如何,我们走吧。
Φιλοσοφία
ἄκουσα μέν, ἀκολουθητέον δὲ κατὰ τὰ δόξαντα τῷ πατρί.
” 哲学: “我虽不情愿,但必须遵照父亲的决定。
§24Ἑρμῆς
Κατίωμεν, ὡς κἂν ὀλίγους αὐτῶν ἐπιτρίψωμεν σήμερον.
” 赫尔墨斯: “我们下去吧,好在今天至少消灭他们中的几个。
ποίαν δὲ χρὴ τραπέσθαι, ὦ Φιλοσοφία;
但是,哲学啊,我们该往哪走?
σὺ γὰρ οἶσθα ὅπου εἰσίν.
因为你知道他们在哪里。
ἢ πρόδηλον ὅτι ἐν τῇ Ἑλλάδι;
或者,很明显他们是在希腊吗?
Φιλοσοφία
οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς φιλοσοφοῦσιν, ὦ Ἑρμῆ.
” 哲学: “绝非如此,或者说只有极少数,即那些正确研习哲学的人,赫尔墨斯。
οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλʼ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν.
而这些人根本不需要阿提卡的贫困,但凡有大量金银开采的地方,那就是我们应该寻找他们的地方。
Ἑρμῆς
οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον.
” 赫尔墨斯: “那么,我们应当直接去色雷斯。
Ἡρακλῆς
εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ.
” 赫拉克勒斯: “你说得对,我来给你们领路。
οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών.
因为我经常去色雷斯,对那里的情况了如指掌。
καί μοι τήνδε ἤδη τραπώμεθα.
来,我们现在就走这条路。
Ἑρμῆς
ποίαν λέγεις;
” 赫尔墨斯: “你指的是哪一条?
§25Ἡρακλῆς
ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων (Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη) πεδίον δὲ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως.
” 赫拉克勒斯: “赫尔墨斯,还有哲学,你们看,那是两座最大、在所有山中最美丽的山(较大的是海墨斯山,对面的是罗多彼山),以及在两山山麓之下展开的一片极为肥沃的平原,还有三座非常美丽的丘陵耸立着,其险峻并不显得难看,倒像是那座位于其下的城市的好几座卫城。
καὶ ἡ πόλις γὰρ ἤδη φαίνεται.
那座城市也已经看得到了。
Ἑρμῆς
νὴ Δίʼ, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη ἁπασῶν·
” 赫尔墨斯: “凭着宙斯起誓,赫拉克勒斯,这真是一座极大且最美丽的城市;至少它的美丽从远处就在闪耀。
πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος.
还有一条极大的河在城市旁边流过,几乎贴着它的边缘。
καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς.
” 赫拉克勒斯: “这是赫布罗斯河,而这座城市是那位腓力的杰作。
Ἡρακλῆς
Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι· ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.
我们也已经接近地面,来到云层之下了;那么,祝我们好运,降落吧。
§26Ἑρμῆς
οὕτω γινέσθω.
” 赫尔墨斯: “就这样办。
τί δʼ οὖν χρὴ ποιεῖν, ἢ πῶς τὰ θηρία ἐξιχνευτέον;
那么,我们该做什么,或者该如何追踪那些野兽?
Ἡρακλῆς
τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ· κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.
” 赫拉克勒斯: “这现在是你的工作了,赫尔墨斯;因为你是传令官,所以你应当毫不耽搁地发出宣告。
Ἑρμῆς
οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν.
” 赫尔墨斯: “这倒不难,但我不知道他们的名字。
σὺ οὖν, Φιλοσοφία, λέγε οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι.
所以,哲学,告诉我要呼唤谁,还有他们的特征。
Φιλοσοφία
οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομάζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς· ἀπὸ δʼ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ κτήματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυκτήτους.
” 哲学: “我自己也说不准他们叫什么名字,因为我从未与他们相处过;不过,从他们对财产的贪欲来看,你如果呼唤克特松、克特西普斯、克特西克勒斯、欧克特蒙或波吕克特托斯,是绝不会错的。
§27Ἑρμῆς
εὖ λέγεις.
” 赫尔墨斯: “你说得对。
ἀλλὰ τίνες οὗτοί εἰσιν ἢ τί περισκοποῦσιν καὶ αὐτοί;
但是这些是什么人?
μᾶλλον δὲ καὶ προσίασιν καί τι καὶ ἐρέσθαι θέλουσιν.
他们自己也在四处寻找什么? 不仅如此,他们还走上前来,似乎想问点什么。
Ἀνήρ
ἆρʼ ἂν ἔχοιτε ἡμῖν, ὦ ἄνδρες, εἰπεῖν, ἢ σύ, ὦ βελτίστη, εἴ τινας τρεῖς γόητας ἅμα εἴδετε καί τινα γυναῖκα ἐν χρῷ κεκαρμένην εἰς τὸ Λακωνικόν, ἀρρενωπὴν καὶ κομιδῇ ἀνδρικήν;
” 男: “请问各位,或者,这位美丽尊贵的女士,你们是否看到三个骗子在一起,还有一个剪着拉科尼亚式贴皮短发、性格阳刚、十足像个男人的女人?
Φιλοσοφία
παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν.
” 哲学: “呀,这些人找的正我们要找的人!
Ἀνήρ
πῶς τὰ ὑμέτερα;
” 男: “什么叫‘你们要找的人’?
δραπέται γὰρ ἐκεῖνοι ἅπαντες.
那些家伙全是逃跑的奴隶。
ἡμεῖς δὲ τὴν γυναῖκα μάλιστα μέτιμεν ἠνδραποδισμένην πρὸς αὐτῶν.
我们主要是想追回那个被他们拐走的女人。
Ἑρμῆς
εἴσεσθε δὴ καθʼ ὅ τι καὶ ζητοῦμεν αὐτούς.
” 赫尔墨斯: “你们很快就会明白我们为什么也在寻找他们了。
τὸ νῦν δὲ ἅμα κηρύττωμεν. εἴ τις εἶδεν ἀνδράποδον Παφλαγονικὸν τῶν ἀπὸ Σινώπης βαρβάρων, ὄνομα τοιοῦτον οἷον ἀπὸ κτημάτων, ὕπωχρον, ἐν χρῷ κουρίαν, ἐν γενείῳ βαθεῖ, πήραν ἐξημμένον καὶ τριβώνιον ἀμπεχόμενον, ὀργίλον, ἄμουσον, τραχύφωνον, λοίδορον, μηνύειν ἐπὶ ῥητῷ αὐτόν.
但现在,让我们一起发出宣告: ‘若有人看见一个帕弗拉戈尼亚奴隶,是来自西诺普的蛮族之一,名字与财产相关,面色发黄,剪着贴皮短发,留着浓密的胡须,肩上挂着褡裢,身上穿着粗斗篷,易怒,没有教养,声音沙哑,口出秽言,请在提供线索后领取所定的赏金。
Δεσπότης α §28ἀνόμοιον, ὦ οὗτος, ὃ κηρύττεις·
’网络” 第一の主人: “喂,伙计,你宣告的那个和我的那个可不一样。
ὡς ἐκείνῳ γε ὄνομα ἦν παρʼ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τὸ γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο·
因为他在我这里时,名字叫坎塔罗斯,他留着长发,拔掉胡须,并且懂得我的手艺。
ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθήμενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ.
因为他以前坐在我的漂洗店里,剪掉衣服上浮现出来的多余绒毛。
Φιλοσοφία
ἐκεῖνος αὐτός ἐστιν, ὁ οἰκέτης ὁ σός, ἀλλὰ νῦν φιλοσόφῳ ἔοικεν ἀκριβῶς ἑαυτὸν ἐπιγνάψας.
” 哲学: “那正是他,是你的仆人,但他现在看起来完全像个哲学家,把自己打扮得天衣无缝。
Δεσπότης α
ὢ τῆς τόλμης, ὁ Κάνθαρος φιλοσοφεῖ, φησίν, ἡμῶν δὲ οὐδεὶς λόγος.
” 第一の主人: “真是胆大包天! 坎塔罗斯竟然在研究哲学,而且根本不把我们放在眼里。
Δεσπότης
β Ἀμέλει ἅπαντας ἀνευρήσομεν·
” 第二の主人: “别管那么多了,我们会把他们全部找到的。
ξυνίησιν γάρ, ὥς φησιν, αὕτη.
正如这位女士所说,她心里一清二楚。 ”