← ルキアノス

逃亡者たち

§29-33

逃亡者たちの捕縛とヘルメスの判決

ヘルメスたちはオルフェウスの案内で、逃亡した偽哲学者たちの家を見つける。そこで捕らえられた奴隷たちに、ヘルメスはそれぞれの元の仕事に戻るよう判決を下す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§29

Ἑρμῆς τίς δʼ οὗτος ἄλλος ὁ προσιών ἐστιν, ὦ Ἡράκλεις, ὁ καλός, ὁ τὴν κιθάραν;1 Ἡρακλῆς Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥδιστος κελευστῶν ἁπάντων· πρὸς γοῦν τὴν ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες. χαῖρε, ὦ ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ· οὐκ ἐπιλέλησαι γάρ που Ἡρακλέους. Ὀρφεύς νὴ καὶ ὑμεῖς γε, ὦ Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ. ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα, ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα. Ἑρμῆς οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστίν· χρυσίου γὰρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν. Ὀρφεύς εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμʼ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι2 πρὸς αὐτοῦ· μιαρὸς γὰρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν. Ἑρμῆς δεῖξον μόνον. Ὀρφεύς αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδʼ ἴδοιμι αὐτόν.

ヘルメス: 「ヘラクレスよ、向こうからやって来る、あの竪琴を持った美しい別の男は誰だ?」 ヘラクレス: 「オルフェウスだ。アルゴ号での私の船仲間であり、すべての音頭取りの中で最も愉快な男だ。彼の歌に合わせて漕いでいると、私たちは少しも疲れなかった。こんにちは、最も優れ、最も音楽に秀でたオルフェウスよ。まさかヘラクレスのことを忘れてはいまいな。」 オルフェウス: 「あなたがたもご無事で、フィロソフィア、ヘラクレス、そしてヘルメスよ。しかし、今や報奨金を支払ってもらう時です。私はあなたがたの捜している男がどこにいるか、はっきりと知っているのですから。」 ヘルメス: 「それなら、カリオペの子よ、彼がどこにいるか示しておくれ。知恵あるお前なら、金など全く必要としないだろうからね。」 オルフェウス: 「その通りです。私は彼が住んでいる家は教えて差し上げられますが、彼自身を示すわけにはいきません。彼から悪口を言われないようにするためです。彼は極限まで汚らわしく、ただそればかりを練習してきたのですから。」 ヘルメス: 「家を示すだけでよい。」 オルフェウス: 「このすぐ近くです。私はあなたがたの邪魔にならないよう立ち去ります。彼の姿を見ることさえしないために。」

§30

Φιλοσοφία ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου; Ἑρμῆς νὴ Δία· ἀλλʼ ἀκούσωμεν ὅ τι καὶ λέγει. Γυνή "ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ." Ἑρμῆς οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον. Γυνή "ξεινοδόκον κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ." Ἀνήρ περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην. Γυνή "οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ, Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν." Δεσπότης α Εἰκότως τῷ καταράτῳ τὰ ἔπη. Γυνή "Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ὁρμήν."

フィロソフィア: 「待って。ホーメロスの詩を朗唱している女の声ではありませんか?」 ヘルメス: 「その通りだ。彼女が何を言っているか聞いてみよう。」 女: 「心では金を愛しつつ、口では別のことを言う男は、私にとって冥府の門と同じくらい憎い。」 ヘルメス: 「それなら、あなたにとってカンタロスは憎むべき男だな。」 女: 「友情を示してくれた、もてなし主に悪を働いた。」 男: 「この詩は私のことです。私が彼を家に迎え入れたというのに、私の妻を連れ去って行ってしまったのですから。」 女: 「酒に酔いしれ、犬の眼を、鹿の心臓を持ち、戦でも民会でも重きをなすことのない者。言葉の分別のないテルシテスよ、悪い烏どもの中で最も優れた者よ、むやみに、しかも無作法に、王たちと争う者よ。」 第一の主人: 「あの呪われた男にぴったりの詩だ。」 女: 「前は犬、後ろは獅子、真ん中はキマイラ。第三の犬の荒々しい衝動を恐ろしく吐き出しながら。」

§31

Ἀνήρ οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων. φασὶ δʼ αὐτὴν καὶ κυεῖν ἀπʼ αὐτῶν. Ἑρμῆς θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν. Δεσπότης α ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς; φέρʼ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος. οὐ μὰ Δίʼ, ἀλλὰ ζώνην χρυσίου. Ἡρακλῆς μὴ θαυμάσῃς· κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος3 ἀκριβῶς ἐστιν. τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει· κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν. Δεσπότης β σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις; οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ. Ἑρμῆς ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν; Δεσπότης γ Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι. Ἑρμῆς ὅτι τί;4 Δεσπότης γ ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν. Ἑρμῆς Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα καὶ βάκτρον. — καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ. Ἀνήρ μηδαμῶς. οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν. Ἑρμῆς πῶς βιβλίον; Ἀνήρ ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον. Ἑρμῆς Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.

男: 「ああ、妻よ、お前はそれほど多くの犬どもからひどい目に遭わされたのだな。彼らによって身籠もっているとさえ言われている。」 ヘルメス: 「案ずるな、ケルベロスかゲリュオネスのようなものを生んでくれるだろう、ここにいるヘラクレスが再び難業にありつけるようにな。おや、彼らが出てくるぞ。だから戸を叩く必要は全くない。」 第一の主人: 「捕まえたぞ、カンタロス。今は黙っているのか?さあ、お前のズタ袋に何が入っているか見せてみろ。ルピナスの豆か、それともパンの一切れか。いや、ゼウスにかけて、そうではなく金の入った帯だ!」 ヘラクレス: 「驚くことはない。彼は以前ギリシアにいた時はキニク(犬)派だと主張していたが、ここトラキアではまさにクリュシッポス(金馬)派なのだ。それゆえ、遠からずお前は彼がクレアンテス(吊り男)になるのを目にすることだろう。これほど汚らわしい男なのだから、あの顎髭で吊るされることになるのだ。」 第二の主人:「おい、悪党め、お前は私の逃亡奴隷レキュティオンではないか。まさしく他ならぬお前だ。おおか笑いぐさだ!一体何が起こらないだろうか。レキュティオンまでもが哲学しているとは!」 ヘルメス: 「ところで、この三人目の男はあなたがたの中に主人がいないのか?」 第三の主人: 「とんでもない、主人の私は彼を喜んで野垂れ死にに任せているのだ。」 ヘルメス: 「それはまた、なぜだ?」 第三の主人: 「彼はひどく腑抜けだからだ。彼の名前を私たちはミュロプヌースと呼んでいた。」 ヘルメス: 「災い除けのヘラクレスよ、聞こえるか?それでズタ袋と杖を持っているとは。――そして、お前は自分の妻を取り戻すのだ。」 男: 「とんでもない。私に古い書物を孕んでいるような女を引き取る気はありません。」 ヘルメス: 「どういうことだ、書物を孕んでいるとは?」 男: 「もしもし、世の中には『トリカラノス』という書物があるのです。」 ヘルメス: 「おかしなことではない、世の中には『トリパレス』というものもあるのだからな。」

§33

Φιλοσοφία σόν, ὦ Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο. Ἑρμῆς οὕτω μοι δοκεῖ, ταύτην μέν, ἵνα μηδὲν τέρας μηδὲ πολυκέφαλον τέκῃ, οἴχεσθαι παρὰ τὸν ἄνδρα ὀπίσω ἐς τὴν Ἑλλάδα, τὼ δύο δὲ τούτω δραπετίσκω παραδοθέντε τοῖν δεσπόταιν μανθάνειν ἃ πρὸ τοῦ, τὸν μὲν ἀποπλύνειν τὰς ῥυπώσας τῶν ὀθονῶν, τὸν Ληκυθίωνα,5 τὸν Μυρόπνουν δὲ αὖθις ἀκεῖσθαι τῶν ἱματίων τὰ διερρωγότα, μαλάχῃ γε πρότερον μαστιγωθέντε. ἔπειτα καὶ τοῦτον παραδοθῆναι τοῖς πιττωταῖς, ὡς ἀπόλοιτο παρατιλλόμενος τὰ πρῶτα, ῥυπώσῃ προσέτι καὶ γυναικείᾳ τῇ πίττῃ, εἶτα ἐς τὸν Αἷμον ἀναχθέντα γυμνὸν ἐπὶ τῆς χιόνος μένειν συμπεποδισμένον τὼ πόδε. Κάνθαρος φεῦ τῶν κακῶν, ὀτοτοῖ, παππαπαιάξ. Δεσπότης α τί τοῦτο παρεντίθης τῶν τραγικῶν σου διαλόγων; ἀλλʼ ἀκολούθει παρὰ τοὺς πιττωτὰς ἤδη, ἀποδυσάμενός γε πρότερον τὴν λεοντῆν, ὡς γνωσθῇς ὄνος ὤν.

フィロソフィア: 「ヘルメスよ、この後の裁きはあなたの役目です。」 ヘルメス: 「私の考えはこうだ。この女については、怪異や多頭の怪物を産み出さないよう、夫のもとへギリシアに送り返す。一方、これら二人の逃亡奴隷はそれぞれの主人に引き渡され、以前やっていたことを再びやらせる。すなわち、一方のレキュティオンは汚れた亜麻布を洗い、ミュロプヌースは再び衣服の破れた箇所を繕うのだ。ただし、その前にゼニアオイで鞭打たれてからな。その後、さらに、この男(カンタロス)は脱毛師たちに引き渡され、まず、しかも汚らしく女用のピッチで毛を抜かれて死ぬようにする。その後、ハイモス山に連行され、雪の上で裸で、両足を縛られたまま放置されるのだ。」 カンタロス: 「ああ、何たる災難だ、おやおや、なんということだ!」 第一の主人: 「お前の悲劇的な対話のセリフをなぜ今さら挟むのだ?さあ、あの脱毛師たちのところへ今すぐついて来い。その前に獅子の皮を脱いで、自分がロバであることを知らしめるのだな。」

構文注5 件
  1. 29ὁ τὴν κιθάραν

    名詞の前にある定冠詞 ὁ と、対格名詞 τὴν κιθάραν の間に、分詞(例えば ἔχων 「持っている」など)が省略されている。「竪琴を持つ男」という名詞句を形成する慣用的な表現。

  2. 29ὡς μὴ κακῶς ἀκούοιμι

    目的節(ὡς μὴ + 希求法)。「悪く言われる、悪評を立てられる」を意味する慣用句 κακῶς ἀκούω が用いられており、行為者は後続の πρὸς αὐτοῦ によって示されている(受動態に準ずる扱い)。

  3. 31Χρυσίππειος

    哲学の「ストア派(クリュシッポス)」と、ギリシア語の「金(χρυσός)」および「馬(ἵππος)」を掛けた言葉遊び。かつては無所有を誇るキニク派であった逃亡奴隷が、金目のものを盗んで「金(クリュソス)持ち」になったことを皮肉っている。

  4. 32ὅτι τί

    省略を含んだ疑問文。διὰ τί ὅτι...(〜であるのはなぜか)などの表現が著しく短縮されたもので、「一体なぜか」「それはどうしてか」という疑問の理由を促す口語的・慣用的な表現。

  5. 33τὸν μὲν ἀποπλύνειν ... τὸν Ληκυθίωνα

    Ἑρμῆς の判決を示す一連の対格不定詞構文(μανθάνειν...)内の節。主語 τὸν μὲν(一方は)はその後に同格として置かれた τὸν Ληκυθίωνα(レキュティオン)を指し、二人の奴隷がそれぞれ異なる生業(漂洗と裁縫)に戻されることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 4 件
urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:29-33