Humanitext Reader

琉善 · 逃亡者 §17-22

伪哲学者的危害与派遣赫尔墨斯的决定

第 4 段,共 6 段 · 希腊语

内容简介

哲学叙述了伪哲学家们所带来的危害及其虚伪的生活现状,并哀叹如今民众唾弃哲学。听到这些,宙斯和阿波罗决定派遣赫尔墨斯去审判和惩罚他们。

§17Φιλοσοφία ὄψει τοίνυν μετὰ μικρὸν οἷα ἔσται.
哲学:“因此,过不了多久你就会看到会发生什么。
οἱ γὰρ ἐκ τῶν ἐργαστηρίων ἅπαντες ἀναπηδήσαντες ἐρήμους τὰς τέχνας ἐάσουσιν ὅταν ὁρῶσι σφᾶς μέν, πονοῦντας καὶ κάμνοντας ἕωθεν ἐς ἑσπέραν ἐπικεκυφότας τοῖς ἔργοις, μόγις ἀποζῶντας ἐκ τῆς τοιαύτης μισθαρνίας, ἀργοὺς δὲ καὶ γόητας ἀνθρώπους ἐν ἅπασιν ἀφθόνοις βιοῦντας, αἰτοῦντας μὲν τυραννικῶς, λαμβάνοντας δὲ προχείρως, ἀγανακτοῦντας δέ, εἰ μὴ λάβοιεν, οὐκ ἐπαινοῦντας δέ, οὐδʼ εἰ λάβοιεν.
因为工场里的人都会跳出来,将他们的手艺荒废,当他们看到自己从早到晚俯身于工作,劳苦而疲惫,仅能靠这样的微薄薪水勉强度日,而那些游手好闲、招摇撞骗的人却过着应有尽有的富足生活,专横地索取,轻易地收受,如果没有得到就愤愤不平,即使得到了也绝不称赞。
ταῦτα ὁ ἐπὶ Κρόνου βίος δοκεῖ αὐτοῖς καὶ ἀτεχνῶς τὸ μέλι αὐτὸ ἐς τὰ στόματα ἐσρεῖν ἐκ τοῦ οὐρανοῦ.
这在他们看来就是克洛诺斯时代的时代生活,简直就像蜂蜜直接从天上流入他们的口中。
§18Φιλοσοφία καὶ ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ τοιοῦτοι ὄντες μηδὲν εἰς ἡμᾶς ἄλλο ἐξύβριζον·
哲学:“而且,如果他们虽是这样的人,却没有对我们做出其他侮辱,事情还不至于那么可怕。
οἱ δέ, μάλα σεμνοὶ καὶ σκυθρωποὶ τὰ ἔξω καὶ τὰ δημόσια φαινόμενοι, ἢν παιδὸς ὡραίου ἢ γυναικὸς λάβωνται καλῆς ἢ ἐλπίσωσιν, σιωπᾶν ἄξιον οἷα ποιοῦσιν.
但是,他们在外表和公共场所显得极其庄重和忧郁,可一旦他们得手或企图得手一个俊美的少年或美丽的妇人,他们所做出的勾当,实在令人不齿提及。
ἔνιοι δὲ καὶ ξένων τῶν σφετέρων γυναῖκας ἀπάγουσι μοιχεύσοντες κατὰ τὸν Ἰλιέα ἐκεῖνον νεανίσκον, ὡς φιλοσοφοῖεν δὴ καὶ αὗται· εἶτα κοινὰς αὐτὰς ἅπασι τοῖς ξυνοῦσι προθέμενοι Πλάτωνός τι δόγμα οἴονται ποιεῖν, οὐκ εἰδότες ὅπως ὁ ἱερὸς ἐκεῖνος ἠξίου κοινὰς ἡγεῖσθαι τὰς γυναῖκας.
有些人甚至勾引并带走女主人的妻子去行奸淫,就像那个伊利翁的年轻人一样,还口口声声说这些女人也是为了研究哲学;然后,他们把她们公开作为所有同伙的共享物,自以为是在践行柏拉图的某种学说,却根本不知道那位神圣的人所主张的妇女共产到底是什么意思。
§19Φιλοσοφία ἃ μὲν γὰρ ἐν τοῖς συμποσίοις δρῶσιν καὶ ἃ μεθύσκονται, μακρὸν ἂν εἴη λέγειν.
哲学:“至于他们在宴席上的所作所为,以及他们如何酩酊大醉,那将是说来话长。
καὶ ταῦτα ποιοῦσι πῶς οἴει κατηγοροῦντες αὐτοὶ μέθης καὶ μοιχείας καὶ λαγνείας καὶ φιλαργυρίας·
而你认为他们是在怎样做这些事的呢? ——他们自己还在谴责醉酒、奸淫、好色和贪婪!
οὐδὲν γοῦν οὕτως εὕροις ἂν ἄλλο ἄλλῳ ἐναντίον ὡς τοὺς λόγους αὐτῶν καὶ τὰ ἔργα.
实际上,你找不到任何两样事物能像他们的言论与行为那样截然相反。
οἷον κολακείαν μισεῖν φασιν, κολακείας ἕνεκα τὸν Γναθωνίδην ἢ τὸν Στρουθίαν ὑπερβαλέσθαι δυνάμενοι.
例如,他们口头上说讨厌谄媚,但为了谄媚,他们甚至能超过格纳托尼德斯或斯特鲁提亚斯。
ἀληθεύειν τοὺς ἄλλους προτρέποντες, οὐκ ἂν οὐδὲ κινῆσαι τὴν γλῶτταν μὴ μετὰ τοῦ καὶ ψεύσασθαι δύναιντο.
他们劝勉别人要说真话,自己若不夹杂谎言甚至连舌头都无法转动。
ἡδονὴ πᾶσιν ἐχθρὸν τῷ λόγῳ καὶ ὁ Ἐπίκουρος πολέμιος, ἔργῳ δὲ διὰ ταύτην ἅπαντα πράττουσιν.
在口头上,享乐是所有人的敌人,伊壁鸠鲁是死敌,但在行动上,他们所做的一切都是为了享乐。
τὸ δʼ ὀξύχολον καὶ μικραίτιον καὶ πρὸς ὀργὴν ῥᾴδιον ὑπὲρ τὰ βρεφύλλια τὰ νεογνά·
他们易怒、斤斤计较、动辄发火,程度甚至超过了刚出生的婴儿。
γέλωτα γοῦν οὐ μικρὸν παρέχουσι τοῖς θεωμένοις, ὁπόταν ὑπὸ τῆς τυχούσης αἰτίας ἐπιζέσῃ μὲν αὐτοῖς ἡ χολή, πελιδνοὶ δὲ τὴν χροιὰν βλέπωνται, ἰταμόν τι καὶ παράφορον δεδορκότες, καὶ ἀφροῦ, μᾶλλον δὲ ἰοῦ, μεστὸν αὐτοῖς ᾖ τὸ στόμα.
当他们因为微不足道的原因而胆汁沸腾、脸色铁青、眼神凶狠而狂乱、口中充满唾沫(或者更确切地说是毒液)时,实在给旁观者提供了不小的笑柄。
§20μὴ σύ γε κεῖθι τύχοις, ὅτε ὁ μιαρὸς ἐκεῖνος ἐκχεῖται βόρβορος, χρυσίον μὲν ἢ ἀργύριον, Ἡράκλεις, οὐδὲ κεκτῆσθαι ἀξιῶ· ὀβολὸς ἱκανός, ὡς θέρμους πριαίμην· ποτὸν γὰρ ἢ κρήνη ἢ ποταμὸς παρέξει.
‘愿你绝对不要在场,当那污秽的泥浆倾泻而出时! ’他们说:‘凭着赫拉克勒斯起誓,我甚至不屑于拥有金银;一奥博尔就足够我买羽扇豆了,因为泉水或河流会提供饮料。
καὶ μετʼ ὀλίγον αἰτοῦσιν οὐκ ὀβολοὺς οὐδὲ δραχμὰς ὀλίγας, ἀλλὰ πλούτους ὅλους, ὥστε τίς ἔμπορος τοσοῦτον ἀπὸ τοῦ φόρτου ἐμπολήσειεν ἂν ὅσον τούτοις φιλοσοφία ἐς χρηματισμὸν συντελεῖ;
’然而过不了一会儿,他们索要的就不是几奥博尔或几德拉克马,而是整笔的财富,以至于有什么商人在货物上赚取的利润,能像哲学为这些人敛财所做出的贡献那么多呢?
εἶτʼ ἐπειδὰν ἱκανῶς συλλέξωνται καὶ ἐπισιτίσωνται, ἀπορρίψαντες ἐκεῖνο τὸ δύστηνον τριβώνιον ἀγροὺς ἐνίοτε καὶ ἐσθῆτας τῶν μαλθακῶν ἐπρίαντο καὶ παῖδας κομήτας καὶ συνοικίας ὅλας, μακρὰ χαίρειν φράσαντες τῇ πήρᾳ τῇ Κράτητος καὶ τῷ τρίβωνι τῷ Ἀντισθένους καὶ τῷ πίθῳ τῷ Διογένους.
然后,当他们收集和储备得差不多时,便扔掉那件可怜的粗斗篷,有时会买下田产、柔软的衣服、留着长发的奴仆以及整栋的公寓,向克拉特斯的褡裢、安提斯泰尼的粗斗篷和第欧根尼的木桶道一声永远的再见。
§21οἱ ἰδιῶται δὲ ταῦτα ὁρῶντες καταπτύουσιν ἤδη φιλοσοφίας καὶ ἅπαντας εἶναι τοιούτους οἴονται κἀμὲ τῆς διδασκαλίας αἰτιῶνται, ὥστε πολλοῦ ἤδη χρόνου ἀδύνατόν μοι γεγένηται κἂν ἕνα τινὰ προσαγαγέσθαι αὐτῶν, ἀλλὰ τὸ τῆς Πηνελόπης ἐκεῖνο πάσχω· ὁπόσον γὰρ δὴ ἐγὼ ἐξυφήνω, τοῦτο ἐν ἀκαρεῖ αὖθις ἀναλύεται.
普通百姓看到这些,如今对哲学唾弃不已,以为所有人都是这个样子,并怪罪于我的教导,以至于很久以来,我连他们中的任何一个都无法争取过来,反而遭受了像珀涅罗珀那样的境遇:因为无论我织出多少,转眼之间又被拆解开来。
ἡ Ἀμαθία δὲ καὶ ἡ Ἀδικία ἐπιγελῶσιν, ὁρῶσαι ἀνεξέργαστον ἡμῖν τὸ ἔργον καὶ ἀνήνυτον τὸν πόνον.
而无知与不义则在一旁嘲笑,看着我们的工作半途而废,劳苦毫无成果。
§22Ζεύς οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων.
宙斯:‘诸神啊,我们的哲学在那群该死的家伙手里遭受了怎样的折磨!
ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον.
因此,是时候考虑该做些什么,或者该如何惩治他们了。
ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ θάνατος ταχύς.
因为雷霆一击就会夺去性命,死得实在太快了。
Ἀπόλλων ἐγώ σοι, ὦ πάτερ, ὑποθήσομαι·
’ 阿波罗:‘父亲,我给您提个建议。
μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν.
因为我自己早就讨厌这些毫无教养却大言惭的骗子了,我在为缪斯女神们感到愤愤不平。
κεραυνοῦ μὲν γὰρ ἢ τῆς σῆς δεξιᾶς οὐδαμῶς ἐκεῖνοι ἄξιοι, τὸν Ἑρμῆν δὲ αὐτοκράτορα, εἰ δοκεῖ, τῆς κολάσεως κατάπεμψον ἐπʼ αὐτούς, ὃς ἅτε δὴ περὶ λόγους ἔχων καὶ αὐτὸς τάχιστα εἴσεται τούς τε ὀρθῶς φιλοσοφοῦντας καὶ τοὺς μή.
实际上,他们根本配不上雷霆或您的右手;如果可以的话,请派赫尔墨斯作为惩罚的特使去对付他们,因为他本身就是主管言辞与学问的,他自己最快能分清谁是真正的哲学家,谁不是。
εἶτα τοὺς μὲν ἐπαινέσεται, ὡς τὸ εἰκός, οἱ δὲ κολασθήσονται ὅπως ἂν ἐκείνῳ παρὰ τὸν καιρὸν δοκῇ.
然后,他会照例赞扬前者,而后者则将按照他届时认为合适的方式受到惩罚。 ’

词汇与语法注释

  1. 17σφᾶς μέν — 分词 πονοῦντας 的宾格主语,作为 ὁρῶσι 的宾语,与后半句的 ἀργοὺς δὲ καὶ γόητας ἀνθρώπους 形成对比。代词 σφᾶς 是指代主句主语(工匠们)第三人称反身代词宾格。
  2. 18ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ ... μὴ ... ἐξύβριζον — 使用直说过去时的虚拟条件句。条件从句(εἰ... ἐξύβριζον)和主句(ἂν... ἦν)均表示与现在事实相反的假设。
  3. 22ὅπως αὐτοὺς μετελευστέον — 使用动形容词 μετελευστέον(源自 μετέρχομαι,“追究、惩罚”)的无人称句。在由 ὅπως 引导的间接疑问从句中,它带宾格宾语 αὐτούς。

引用这一段

琉善, 逃亡者 §17-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:17-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。