- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:23-28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ゼウスはヘラクレスとヘルメスに、フィロソフィアを伴って偽哲学者たちを処罰しに人間界へ下るよう命じる。トラキアに降り立った一行は、偽哲学者たちを捕まえようとする彼らの元の主人たちに出会う。
Ζεύς εὖ λέγεις, ὦ Ἄπολλον. ἀλλὰ καὶ σύ, ὦ Ἡράκλεις, ἅμα καὶ τὴν Φιλοσοφίαν αὐτὴν ἔχοντες ἄπιτε ὡς τάχιστα εἰς τὸν βίον. τρισκαιδέκατον γοῦν ἆθλον οἴου τοῦτον οὐ σμικρὸν ἐκτελέσειν, ἢν ἐκκόψῃς μιαρὰ οὕτω καὶ ἀναίσχυντα θηρία. Ἡρακλῆς καὶ μὴν ἄμεινον ἦν,1 ὦ πάτερ, τὴν κόπρον ἐκκαθᾶραι αὖθις τὴν Αὐγέου ἢ τούτοις συμπλέκεσθαι. ἀπίωμεν δʼ ὅμως. Φιλοσοφία ἄκουσα μέν, ἀκολουθητέον δὲ κατὰ τὰ δόξαντα τῷ πατρί.
ゼウス: 「そなたの言う通りだ、アポロンよ。しかし、ヘラクレス、お前もだ。フィロソフィア自身を連れて、二人ともできるだけ速やかに人間界へ下って行くがよい。もしそのような汚らわしく破廉恥な獣どもを退治したなら、これを、小さからぬ第十三の難業を成し遂げることだと思いなさい。」 ヘラクレス: 「それにしても、父よ、アウゲイアスの家畜小屋を再び掃除する方が、こ奴らと取っ組み合いをするよりもましでございました。しかし、ともかく出発いたしましょう。」 フィロソフィア: 「不本意ながらも、父の決定に従わねばなりません。」
Ἑρμῆς Κατίωμεν, ὡς κἂν ὀλίγους αὐτῶν ἐπιτρίψωμεν σήμερον. ποίαν δὲ χρὴ τραπέσθαι, ὦ Φιλοσοφία; σὺ γὰρ οἶσθα ὅπου εἰσίν. ἢ πρόδηλον ὅτι ἐν τῇ Ἑλλάδι; Φιλοσοφία οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς φιλοσοφοῦσιν, ὦ Ἑρμῆ. οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλʼ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν. Ἑρμῆς οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον. Ἡρακλῆς εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ. οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών. καί μοι τήνδε ἤδη τραπώμεθα. Ἑρμῆς ποίαν λέγεις;
ヘルメス: 「下って行こう、今日中に彼らのうちのいくらかでも懲らしめてやるために。ところで、フィロソフィアよ、どちらの方向へ進むべきかな。彼らがどこにいるか、お前は知っているのだから。それとも、やはりギリシアにおることは明らかなのか?」 フィロソフィア: 「とんでもありません、ヘルメスよ。正しく哲学している者ならごく僅かしかおりませんが。彼らはアッティカの貧しさなど露ほども求めておらず、多くの金や銀が採掘される場所、そのような場所こそ私たちが彼らを捜すべきところです。」 ヘルメス: 「それなら、まっすぐトラキアへ行くべきだな。」 ヘラクレス: 「その通りだ。私が君たちの道案内をしよう。トラキアのことなら、何度も訪れたことがあるので何でも知っている。さあ、こちらへ進もうではないか。」 ヘルメス: 「どちらの道のことだ?」
Ἡρακλῆς ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων (Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη) πεδίον δὲ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. καὶ ἡ πόλις γὰρ ἤδη φαίνεται. Ἑρμῆς νὴ Δίʼ, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη ἁπασῶν· πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος. καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς. Ἡρακλῆς Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι· ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.
ヘラクレス: 「ヘルメス、そしてフィロソフィアよ、見えるかね。あらゆる山の中で最も大きく最も美しい二つの山(大きい方はハイモス山であり、向かいにあるのはロドペ山だ)と、その両方の麓からすぐ始まって、その下に広がる肥沃な平野、そして立ち並ぶ三つの極めて美しい丘が見える。その険しさは決して不格好ではなく、その下に広がる都市の、まるでいくつものアクロポリスのようではないか。そしてその都市も、もう見えてきた。」 ヘルメス: 「ゼウスにかけて、ヘラクレスよ、何とも大きく、またすべての中で最も美しい都市だな。遠くからでもその美しさが輝き放っている。そして、何とも大きな河が、その都市のすぐ脇をかすめるように流れている。」 ヘラクレス: 「これはヘブロス河だ。そして都市は、あのフィリッポスの偉業なのだ。私たちもすでに地上に近づき、雲の下に来た。それゆえ、幸運を祈って降り立つとしよう。」
Ἑρμῆς οὕτω γινέσθω. τί δʼ οὖν χρὴ ποιεῖν, ἢ πῶς τὰ θηρία ἐξιχνευτέον; Ἡρακλῆς τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ· κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.2 Ἑρμῆς οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν. σὺ οὖν, Φιλοσοφία, λέγε οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι. Φιλοσοφία οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομάζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς· ἀπὸ δʼ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ κτήματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυκτήτους.
ヘルメス: 「そのようにしよう。ところで、何をすべきか、あるいはどのようにして獣どもの足跡を追うべきか?」 ヘラクレス: 「それは今や君の仕事だ、ヘルメスよ。君は伝令官なのだから、すぐにでもお触れを出すのがよかろう。」 ヘルメス: 「そんなことは少しも難しくないが、私は彼らの名前を知らないのだ。だから、フィロソフィアよ、誰を呼び出すべきか、さらにその特徴をも教えてくれ。」 フィロソフィア: 「私自身も、彼らが何という名前なのか正確には知らないのです。一度も彼らと交わったことがありませんから。しかし、彼らが財産に対して抱いている執着からすれば、クテソン、クテシッポス、クテシクレス、エウクテモン、ポリュクテトスといった名前で呼び出せば、間違いはないでしょう。」
Ἑρμῆς εὖ λέγεις. ἀλλὰ τίνες οὗτοί εἰσιν ἢ τί περισκοποῦσιν καὶ αὐτοί; μᾶλλον δὲ καὶ προσίασιν καί τι καὶ ἐρέσθαι θέλουσιν. Ἀνήρ ἆρʼ ἂν ἔχοιτε ἡμῖν, ὦ ἄνδρες, εἰπεῖν, ἢ σύ, ὦ βελτίστη, εἴ τινας τρεῖς γόητας ἅμα εἴδετε καί τινα γυναῖκα ἐν χρῷ κεκαρμένην εἰς τὸ Λακωνικόν, ἀρρενωπὴν καὶ κομιδῇ ἀνδρικήν; Φιλοσοφία παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν. Ἀνήρ πῶς τὰ ὑμέτερα; δραπέται γὰρ ἐκεῖνοι ἅπαντες. ἡμεῖς δὲ τὴν γυναῖκα μάλιστα μέτιμεν ἠνδραποδισμένην πρὸς αὐτῶν. Ἑρμῆς εἴσεσθε δὴ καθʼ ὅ τι καὶ ζητοῦμεν αὐτούς. τὸ νῦν δὲ ἅμα κηρύττωμεν. εἴ τις εἶδεν ἀνδράποδον Παφλαγονικὸν τῶν ἀπὸ Σινώπης βαρβάρων, ὄνομα τοιοῦτον οἷον ἀπὸ κτημάτων, ὕπωχρον, ἐν χρῷ κουρίαν, ἐν γενείῳ βαθεῖ, πήραν ἐξημμένον καὶ τριβώνιον ἀμπεχόμενον, ὀργίλον, ἄμουσον, τραχύφωνον, λοίδορον, μηνύειν ἐπὶ ῥητῷ αὐτόν.3 Δεσπότης α ἀνόμοιον, ὦ οὗτος, ὃ κηρύττεις· ὡς ἐκείνῳ γε ὄνομα ἦν παρʼ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τὸ γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο· ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθήμενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ.4 Φιλοσοφία ἐκεῖνος αὐτός ἐστιν, ὁ οἰκέτης ὁ σός, ἀλλὰ νῦν φιλοσόφῳ ἔοικεν ἀκριβῶς ἑαυτὸν ἐπιγνάψας. Δεσπότης α ὢ τῆς τόλμης, ὁ Κάνθαρος φιλοσοφεῖ, φησίν, ἡμῶν δὲ οὐδεὶς λόγος. Δεσπότης β Ἀμέλει ἅπαντας ἀνευρήσομεν· ξυνίησιν γάρ, ὥς φησιν, αὕτη.
ヘルメス: 「なるほど。しかし、あそこにいる者たちは誰だ?彼ら自身も何かを捜し回っているようだが。いや、それどころかこちらに近づいてきて、何かを尋ねたがっているようだ。」 男: 「もしもし、そちらの皆さん、あるいはそこの美しいご婦人よ、ペテン師を三人、そしてラコニア風に頭を丸刈りにした、男勝りで極めて男性的な女を一人、一緒に見かけませんでしたか。」 フィロソフィア: 「おやおや、彼らは私たちの捜し人を捜しているのですね。」 男: 「何が『あなた方の捜し人』ですか。あいつらは皆、逃亡奴隷なのです。私たちは特に、彼らにさらわれたあの女を取り戻そうとしているのです。」 ヘルメス: 「私たちが彼らを捜している理由も、すぐにわかるでしょう。今は一緒にお触れを出しましょう。『誰か、シノペ出身の野蛮人の一人である、パフラゴニアの奴隷を見かけた者はいないか。財産にちなんだ名前を持ち、青白く、丸刈りで、長い髭を蓄え、ズタ袋を肩にかけ、ボロ外套を身にまとい、怒りっぽく、無教養で、だみ声で、口汚く罵る者である。見つけた者には所定の報奨金を与える。』」第一の主人: 「おい、あんたがお触れを出している奴は、ちょっと違うな。私のもとにいた時、あいつの名前はカンタロスだった。髪を伸ばし、髭を抜き、私の技術を知っていた。というのも、あいつは縮絨店に座って、衣服の表面に浮き出た余分な毛羽を刈り取っていたのだから。」 フィロソフィア: 「その男こそ彼自身、あなたの召使です。しかし、今は自分をきれいに仕上げ直して、すっかり哲学者らしくなっています。」 第一の主人: 「何というずうずうしさだ!カンタロスが哲学をしているだと?彼はそう言い、私たちのことなど一顧だにしないのだな。」 第二の主人: 「構うものか、全員を見つけ出してやろう。この婦人が言うには、彼女には合点がいっているのだから。」
- 23ἄμεινον ἦν
帰結節において現実と異なる事態(反実仮想)を表現するために、接続法や ἄν を伴わない直説法未完了過去 ἦν が用いられている。「(実際にはそうではないが、アウゲイアスの牛舎を掃除する方が)より好ましかっただろうに」という意味。
- 26οὐκ ἂν φθάνοις κηρύττων
οὐκ ἂν φθάνοιμι(あるいは φθάνοις)+分詞の形で、「私は(あなたは)すぐに〜する」「〜するのに早すぎることはない」という強い勧誘や命令を表す慣用表現。
- 27μηνύειν ἐπὶ ῥητῷ αὐτόν
命令文として機能する不定詞(命令不定詞)。ἐπὶ ῥητῷ は「定められた条件で」、ここでは「所定の報酬と引き換えに」という慣用句。αὐτόν は不定詞の意味上の主語ではなく、μηνύειν の直接目的語(彼を)。
- 28ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ
関係代名詞 ὁπόσον(〜する限りのすべてのもの)が名詞化された περιττόν(余分なもの)を修飾している。τῶν κροκύδων(毛羽の)は部分属格で περιττόν に係る。τοῖς ἱματίοις は ἐπανθεῖ((衣服の表面に)浮き出る)に係る与格(衣服に)。全体で「衣服に浮き出る毛羽のうちの、余分なすべてのもの」を意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
