Humanitext Reader

ルキアノス · 逃亡者たち §17-22

偽哲学者の害悪とヘルメスの派遣決定

4 / 6 箇所 · ギリシア語

要旨

フィロソフィアは、偽哲学者たちが引き起こす害悪や彼らの欺瞞に満ちた生活実態を語り、今や民衆が哲学を嫌悪している現状を嘆く。これを聞いたゼウスとアポロンは、ヘルメスを派遣して真偽の哲学者を裁かせることを決定する。

§17Φιλοσοφία ὄψει τοίνυν μετὰ μικρὸν οἷα ἔσται.
フィロソフィア:「それゆえ、少しすればどのようなことになるか、あなたには見えるでしょう。
οἱ γὰρ ἐκ τῶν ἐργαστηρίων ἅπαντες ἀναπηδήσαντες ἐρήμους τὰς τέχνας ἐάσουσιν ὅταν ὁρῶσι σφᾶς μέν, πονοῦντας καὶ κάμνοντας ἕωθεν ἐς ἑσπέραν ἐπικεκυφότας τοῖς ἔργοις, μόγις ἀποζῶντας ἐκ τῆς τοιαύτης μισθαρνίας, ἀργοὺς δὲ καὶ γόητας ἀνθρώπους ἐν ἅπασιν ἀφθόνοις βιοῦντας, αἰτοῦντας μὲν τυραννικῶς, λαμβάνοντας δὲ προχείρως, ἀγανακτοῦντας δέ, εἰ μὴ λάβοιεν, οὐκ ἐπαινοῦντας δέ, οὐδʼ εἰ λάβοιεν.
仕事場からあらゆる者が飛び出してきて、自らの技術を打ち棄てることになるのです。 彼らが次のことを見る時に。 すなわち、自分たちは朝から晩まで仕事にかがみ込み、労苦し疲れ果てて、そのような雇われ仕事から辛うじて生きているのに対し、怠惰でペテン師のような人間たちが、あらゆる不自由のない暮らしを送り、独裁者のように要求し、手際よく受け取り、もし受け取れなければ憤慨し、たとえ受け取っても感謝しないのを目にする時に。
ταῦτα ὁ ἐπὶ Κρόνου βίος δοκεῖ αὐτοῖς καὶ ἀτεχνῶς τὸ μέλι αὐτὸ ἐς τὰ στόματα ἐσρεῖν ἐκ τοῦ οὐρανοῦ.
彼らにとって、これはクロノスの時代の生活のように思われ、文字通り、天から彼らの口に蜂蜜そのものが流れ込んでくるように見えるのです。
§18Φιλοσοφία καὶ ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ τοιοῦτοι ὄντες μηδὲν εἰς ἡμᾶς ἄλλο ἐξύβριζον·
フィロソフィア:「そして、もし彼らがそのような者でありながら、私たちに対して他にいかなる侮辱も加えなかったならば、この事態もまだそれほど恐ろしいものではなかったでしょう。
οἱ δέ, μάλα σεμνοὶ καὶ σκυθρωποὶ τὰ ἔξω καὶ τὰ δημόσια φαινόμενοι, ἢν παιδὸς ὡραίου ἢ γυναικὸς λάβωνται καλῆς ἢ ἐλπίσωσιν, σιωπᾶν ἄξιον οἷα ποιοῦσιν.
しかし彼らは、外見や公の場では極めて厳かで物憂げに見えるものの、美しい少年や美しい女性を捕らえるか、あるいはその見込みがある時に、彼らがどのようなことを仕出かすかは、沈黙に伏すに値します。
ἔνιοι δὲ καὶ ξένων τῶν σφετέρων γυναῖκας ἀπάγουσι μοιχεύσοντες κατὰ τὸν Ἰλιέα ἐκεῖνον νεανίσκον, ὡς φιλοσοφοῖεν δὴ καὶ αὗται·
ある者たちは、自分たちの主人の妻たちを密通のために連れ去り、あのイリオンの若者のように振る舞いながら、彼女たちも哲学をするためだなどと言い張ります。
εἶτα κοινὰς αὐτὰς ἅπασι τοῖς ξυνοῦσι προθέμενοι Πλάτωνός τι δόγμα οἴονται ποιεῖν, οὐκ εἰδότες ὅπως ὁ ἱερὸς ἐκεῖνος ἠξίου κοινὰς ἡγεῖσθαι τὰς γυναῖκας.
そして、自らに付き従うすべての者たちに彼女たちを共有物として差し出し、それがプラトンの教えを実践しているのだと思い込んでいるのです。 あの神聖な人が、いかなる意味で妻たちを共有とみなすべきだと主張したのかも知らずに。
§19Φιλοσοφία ἃ μὲν γὰρ ἐν τοῖς συμποσίοις δρῶσιν καὶ ἃ μεθύσκονται, μακρὸν ἂν εἴη λέγειν.
フィロソフィア:「彼らが宴席で何を行い、いかに泥酔するかは、語るには長すぎるでしょう。
καὶ ταῦτα ποιοῦσι πῶς οἴει κατηγοροῦντες αὐτοὶ μέθης καὶ μοιχείας καὶ λαγνείας καὶ φιλαργυρίας·
そして彼らがこれらを行う一方で、自らは泥酔や姦淫、好色、強欲をいかに非難しているか、あなたはどう思われますか。
οὐδὲν γοῦν οὕτως εὕροις ἂν ἄλλο ἄλλῳ ἐναντίον ὡς τοὺς λόγους αὐτῶν καὶ τὰ ἔργα.
彼らの言葉と行いほど、互いに相反するものは他に見出せないでしょう。
οἷον κολακείαν μισεῖν φασιν, κολακείας ἕνεκα τὸν Γναθωνίδην ἢ τὸν Στρουθίαν ὑπερβαλέσθαι δυνάμενοι.
例えば、彼らはへつらいを嫌うと言いますが、へつらいにおいてはグナトニデスやストルティアスをも凌駕することができるのです。
ἀληθεύειν τοὺς ἄλλους προτρέποντες, οὐκ ἂν οὐδὲ κινῆσαι τὴν γλῶτταν μὴ μετὰ τοῦ καὶ ψεύσασθαι δύναιντο.
他人に真実を語るよう促しながら、自らは嘘を交えなければ舌を動かすことさえできません。
ἡδονὴ πᾶσιν ἐχθρὸν τῷ λόγῳ καὶ ὁ Ἐπίκουρος πολέμιος, ἔργῳ δὲ διὰ ταύτην ἅπαντα πράττουσιν.
言葉の上では快楽はすべての人にとっての敵であり、エピクロスは宿敵ですが、実際には快楽のためにすべてのことを行っています。
τὸ δʼ ὀξύχολον καὶ μικραίτιον καὶ πρὸς ὀργὴν ῥᾴδιον ὑπὲρ τὰ βρεφύλλια τὰ νεογνά·
また、怒りっぽく、些細なことで難癖をつけ、すぐに腹を立てる様子は、生まれたばかりの赤ん坊以上です。
γέλωτα γοῦν οὐ μικρὸν παρέχουσι τοῖς θεωμένοις, ὁπόταν ὑπὸ τῆς τυχούσης αἰτίας ἐπιζέσῃ μὲν αὐτοῖς ἡ χολή, πελιδνοὶ δὲ τὴν χροιὰν βλέπωνται, ἰταμόν τι καὶ παράφορον δεδορκότες, καὶ ἀφροῦ, μᾶλλον δὲ ἰοῦ, μεστὸν αὐτοῖς ᾖ τὸ στόμα.
まことに、彼らは見物人たちに少なからぬ失笑を提供しています。 些細な原因によって彼らの胆汁が沸き立ち、顔色が土気色になり、執拗で常軌を逸した目つきで睨みつけ、口元が泡で、いやむしろ毒で満たされる時には。
§20μὴ σύ γε κεῖθι τύχοις, ὅτε ὁ μιαρὸς ἐκεῖνος ἐκχεῖται βόρβορος, χρυσίον μὲν ἢ ἀργύριον, Ἡράκλεις, οὐδὲ κεκτῆσθαι ἀξιῶ·
『あそこに君が居合わせぬよう。 あの汚らわしい泥が流れ出る時には。 』彼らは言います。 『ヘラクレスよ、金や銀など、私は所有することすら望まない。
ὀβολὸς ἱκανός, ὡς θέρμους πριαίμην·
レンズ豆を買うための1オボロスで十分だ。
ποτὸν γὰρ ἢ κρήνη ἢ ποταμὸς παρέξει.
飲み物は泉や川が提供してくれるのだから。
καὶ μετʼ ὀλίγον αἰτοῦσιν οὐκ ὀβολοὺς οὐδὲ δραχμὰς ὀλίγας, ἀλλὰ πλούτους ὅλους, ὥστε τίς ἔμπορος τοσοῦτον ἀπὸ τοῦ φόρτου ἐμπολήσειεν ἂν ὅσον τούτοις φιλοσοφία ἐς χρηματισμὸν συντελεῖ;
』しかしそのすぐ後に、彼らが要求するのは1オボロスでも数ドラクマでもなく、莫大な富です。 いかなる商人が、その積荷から、これら不届き者たちが哲学によって金儲けするほどの稼ぎを得られるでしょうか。
εἶτʼ ἐπειδὰν ἱκανῶς συλλέξωνται καὶ ἐπισιτίσωνται, ἀπορρίψαντες ἐκεῖνο τὸ δύστηνον τριβώνιον ἀγροὺς ἐνίοτε καὶ ἐσθῆτας τῶν μαλθακῶν ἐπρίαντο καὶ παῖδας κομήτας καὶ συνοικίας ὅλας, μακρὰ χαίρειν φράσαντες τῇ πήρᾳ τῇ Κράτητος καὶ τῷ τρίβωνι τῷ Ἀντισθένους καὶ τῷ πίθῳ τῷ Διογένους.
そして、十分に掻き集め、蓄えを蓄えた後には、あの惨めなボロ外套を放り捨て、時には農地や柔らかな衣服を買い、髪の長い奴隷やアパート一棟を丸ごと買い入れ、クラテスのズタ袋やアンティステネスのボロ外套、ディオゲネスの樽には永遠の別れを告げるのです。
§21οἱ ἰδιῶται δὲ ταῦτα ὁρῶντες καταπτύουσιν ἤδη φιλοσοφίας καὶ ἅπαντας εἶναι τοιούτους οἴονται κἀμὲ τῆς διδασκαλίας αἰτιῶνται, ὥστε πολλοῦ ἤδη χρόνου ἀδύνατόν μοι γεγένηται κἂν ἕνα τινὰ προσαγαγέσθαι αὐτῶν, ἀλλὰ τὸ τῆς Πηνελόπης ἐκεῖνο πάσχω·
一般の民衆はこれを見て、今や哲学を唾棄し、すべての者がこのような者たちであると思い込み、私の教えのせいにします。 そのため、今や長い間、私は彼らのうちの一人さえもこちらに引き寄せることができなくなっており、あのペネロペのような苦しみを味わっています。
ὁπόσον γὰρ δὴ ἐγὼ ἐξυφήνω, τοῦτο ἐν ἀκαρεῖ αὖθις ἀναλύεται.
なぜなら、私が織り上げたものは、瞬く間に再び解かれてしまうからです。
ἡ Ἀμαθία δὲ καὶ ἡ Ἀδικία ἐπιγελῶσιν, ὁρῶσαι ἀνεξέργαστον ἡμῖν τὸ ἔργον καὶ ἀνήνυτον τὸν πόνον.
無知と不義は、私たちの仕事が未完成のままであり、苦労が実を結ばないのを見て、あざ笑っています。
§22Ζεύς οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων.
ゼウス:「神々よ、フィロソフィアはあの呪わしい奴らによって、私たちのために何と過酷な目に遭わされてきたことか。
ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον.
それゆえ、何をなすべきか、あるいはどのように彼らを追及すべきかを検討する時である。
ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ θάνατος ταχύς.
というのも、雷電は一撃で命を奪い、死は速やかすぎるからだ。
Ἀπόλλων ἐγώ σοι, ὦ πάτερ, ὑποθήσομαι·
」アポロン:「父よ、私から提案させていただきます。
μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν.
私自身、彼らが教養もないのに大言壮語するのをすでに忌み嫌っており、ムーサたちのために憤慨しているのです。
κεραυνοῦ μὲν γὰρ ἢ τῆς σῆς δεξιᾶς οὐδαμῶς ἐκεῖνοι ἄξιοι, τὸν Ἑρμῆν δὲ αὐτοκράτορα, εἰ δοκεῖ, τῆς κολάσεως κατάπεμψον ἐπʼ αὐτούς, ὃς ἅτε δὴ περὶ λόγους ἔχων καὶ αὐτὸς τάχιστα εἴσεται τούς τε ὀρθῶς φιλοσοφοῦντας καὶ τοὺς μή.
雷電やあなたの右手に、彼らは到底値しません。 もしよろしければ、ヘルメスをこの処罰の全権委任者として彼らのもとへ派遣してください。 彼は言葉に関わっている者ですから、誰が正しく哲学をしており、誰がそうでないかを即座に見分けるでしょう。
εἶτα τοὺς μὲν ἐπαινέσεται, ὡς τὸ εἰκός, οἱ δὲ κολασθήσονται ὅπως ἂν ἐκείνῳ παρὰ τὸν καιρὸν δοκῇ.
そして、当然のごとく前者を称賛し、後者はその時に彼が良いと思う方法で処罰されるでしょう。 」

語釈・文法注

  1. 17σφᾶς μέν — ὁρῶσι の補語(分詞)の意味上の主語であり、後半の対比語 ἀργοὺς δὲ καὶ γόητας ἀνθρώπους と対比されている。σφᾶς は主節の主語(職人たち)自身を指す三人称再帰代名詞の対格。
  2. 18ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ ... μὴ ... ἐξύβριζον — 直説法過去を用いた現在反実仮想条件文。条件節(εἰ... ἐξύβριζον)と帰結節(ἂν... ἦν)の双方が、現在の事実に反する仮定と帰結を表現している。
  3. 22ὅπως αὐτοὺς μετελευστέον — 動形容詞 μετελευστέον(μετέρχομαι「追及する、処罰する」由来)を用いた非人称構文。間接疑問節 ὅπως の中で、対格の目的語 αὐτούς を取る。

この箇所を引用する

ルキアノス, 逃亡者たち §17-22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:17-22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。