§12Ζεύς
οὐδέπω μοι λέγεις, ὦ Φιλοσοφία, τίνα ἠδίκησαι, ἀλλὰ ἀγανακτεῖς μόνον.
ゼウス:「フィロソフィアよ、お前は自分がどのような不正を被ったのかをまだ私に語らず、ただ憤慨しているだけだ。
Φιλοσοφία
καὶ μὴν ἄκουε, ὦ Ζεῦ, ἡλίκα ἐστίν.
」フィロソフィア:「それならお聞きください、ゼウスよ、それがいかに重大なことであるかを。
μιαρὸν γάρ τι φῦλον ἀνθρώπων καὶ ὡς τὸ πολὺ δουλικὸν καὶ θητικόν, οὐ ξυγγενόμενον ἡμῖν ἐκ παίδων ὑπʼ ἀσχολίας·
というのも、それらは卑しく汚らわしい人間の一群であり、その大部分は奴隷か日雇いであって、忙しさのために子供の頃から私たちと交わることがなかったからです。
ἐδούλευεν γὰρ ἢ ἐθήτευεν ἢ ἄλλας τινὰς τέχνας οἵας εἰκὸς τοὺς τοιούτους ἐμάνθανεν, σκυτεύειν ἢ τεκταίνειν ἢ περὶ πλυνοὺς ἔχειν ἢ ἔρια ξαίνειν, ὡς εὐεργὰ εἴη ταῖς γυναιξὶν καὶ εὐμήρυτα καὶ κατάγοιτο εὐμαρῶς ὁπότε ἢ κρόκην ἐκεῖναι στρέφοιεν ἢ μίτον κλώθοιεν.
彼らは奴隷として仕えるか、日雇い仕事をするか、あるいはそのような連中が学びそうな他の技術を学んでいました。 靴直しや大工仕事、あるいは洗濯仕事にかかわることや、羊毛をほぐすことなどです。 それは、女たちにとって羊毛が扱いやすく、巻き取りやすく、彼女たちが横糸をよったり、縦糸を紡いだりする時に、容易に手元に引き下ろせるようにするためです。
τοιαῦτα τοίνυν ἐν παισὶ μελετῶντες οὐδὲ ὄνομα τὸ ἡμέτερον ᾔδεσαν.
子供の時にこのようなことばかりに従事していたので、彼らは私たちの名前すら知りませんでした。
ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἤρξαντο καὶ κατεῖδον τὴν αἰδῶ, ὅση παρὰ τῶν πολλῶν ἐστιν τοῖς ἑταίροις τοῖς ἐμοῖς, καὶ ὡς ἀνέχονται οἱ ἄνθρωποι τὴν παρρησίαν αὐτῶν καὶ χαίρουσιν θεραπευόμενοι καὶ συμβουλεύουσι πείθονται καὶ ἐπιτιμώντων ὑποπτήσσουσι, ταῦτα πάντα τυραννίδα οὐ μικρὰν ἡγοῦντο εἶναι.
しかし、彼らが大人の仲間入りをし、私の仲間たちに対して多くの人々からどれほどの敬意が払われているかを目にし、また、人々が彼らの率直な物言いを耐え忍び、彼らに配慮されるのを喜び、助言されれば従い、非難されれば畏縮するのを目にすると、彼らはこれらすべてを、少なからぬ支配であると考えたのです。
§13Φιλοσοφία
τὸ μὲν δὴ μανθάνειν ὅσα τῇ τοιαύτῃ προαιρέσει πρόσφορα μακρὸν ἦν, μᾶλλον δὲ κομιδῇ ἀδύνατον, αἱ τέχναι δὲ γλίσχραι, καὶ σὺν πόνῳ καὶ μόγις ἱκανὰ παρέχειν ἐδύναντο.
フィロソフィア:「このような道に適した事柄を学ぶことは長く、というよりむしろ全く不可能なことであり、一方、彼らの技術は貧しく、労苦を伴って辛うじて生計を立てるに足る程度しか提供できませんでした。
ἐνίοις δὲ καὶ ἡ δουλεία βαρὺ καί (ὥσπερ οὖν ἐστιν) ἀφόρητον ἐφαίνετο.
また、ある者たちには奴隷の身分が重苦しく、そして(実際にそうであるように)耐え難いものに思われました。
ἔδοξε δὴ σκοπουμένοις τὴν ὑστάτην ἄγκυραν, ἣν ἱερὰν οἱ ναυτιλλόμενοί φασιν, καθιέναι, καὶ ἐπὶ τὴν βελτίστην ἀπόνοιαν ὁρμήσαντες, ἔτι τε καὶ τόλμαν καὶ ἀμαθίαν καὶ ἀναισχυντίαν προσπαρακαλέσαντες, αἵπερ αὐτοῖς μάλιστα συναγωνίζονται, καὶ λοιδορίας καινὰς ἐκμελετήσαντες, ὡς πρόχειροι εἶεν καὶ ἀνὰ στόμα, ταύτας μόνας ξυμβολὰς ἔχοντες — ὁρᾷς ὁποῖα πρὸς φιλοσοφίαν ἐφόδια;
そこで彼らは熟考した結果、航海者たちが『聖なる』と呼ぶ最後の錨を下ろすことに決め、最も都合の良い開き直りへと突き進み、さらに、彼らにとって最大の味方である大胆さ、無知、破廉恥をも呼び集め、また、いつでも口から出せるように新しい罵詈雑言を十分に練習し、これらだけを身分証として携えて ――哲学への旅支度としていかなるものかお分かりでしょう――彼らは自分自身を、私に似せていかにももっともらしく作り変え、化粧し直したのです。
— σχηματίζουσιν καὶ μετακοσμοῦσιν αὑτοὺς εὖ μάλα εἰκότως καὶ πρὸς ἐμέ, οἷόν τι ἀμέλει ὁ Αἴσωπός φησι ποιῆσαι τὸν ἐν τῇ Κύμῃ ὄνον, ὃς λεοντῆν περιβαλόμενος καὶ τραχὺ ὀγκώμενος ἠξίου λέων καὶ αὐτὸς εἶναι·
それはまさに、アイソポスがキュメのロバについて語っていることと同じです。 そのロバはライオンの皮を身にまとい、荒々しくいな鳴くことで、自分もライオンであると主張したのです。
καί πού τινες καὶ ἦσαν ἴσως οἱ πιστεύοντες αὐτῷ.
そして、おそらく実際に彼を信じた者たちも何人かいたのでしょう。
§14Φιλοσοφία
τὰ δʼ ἡμέτερα πάνυ ῥᾷστα, ὡς οἶσθα„ καὶ ἐς μίμησιν πρόχειρα — τὰ προφανῆ λέγω — καὶ οὐ πολλῆς τῆς πραγματείας δεῖ τριβώνιον περιβαλέσθαι καὶ πήραν ἐξαρτήσασθαι καὶ ξύλον ἐν τῇ χειρὶ ἔχειν καὶ βοᾶν, μᾶλλον δὲ ὀγκᾶσθαι ἢ ὑλακτεῖν, καὶ λοιδορεῖσθαι ἅπασιν·
フィロソフィア:「一方、私たちの事柄は、ご存知の通り極めて容易で、真似をするのも簡単です――外から見えるもののことですが。 大した労力もなしに、ボロ外套を身にまなり、ズタ袋を肩からぶら下げ、杖を手に持って大声を出し、いやむしろ、いな鳴くか吠えるかして、すべての人々を罵倒すればよいのです。
τὴν ἀσφάλειαν γὰρ αὐτοῖς τοῦ μηδὲν ἐπὶ τούτῳ παθεῖν ἡ πρὸς τὸ σχῆμα αἰδὼς παρέξειν ἔμελλεν.
というのも、そのようなことをしても何の被害も受けないという安全性は、彼らのその格好に対する畏敬の念が提供してくれるはずだったからです。
ἡ ἐλευθερία δὲ πρόχειρος ἄκοντος τοῦ δεσπότου, κἂν εἰ βούλοιτο ἀπάγειν, παταχθησομένου τῷ ξύλῳ.
また、主人が嫌がろうとも、自由は手近にあります。 たとえ主人が連れ戻そうとしても、杖で殴られることになるからです。
καὶ τὰ ἄλφιτα οὐκέτʼ ὀλίγα οὐδὲ ὡς πρὸ τοῦ μᾶζα ψιλή, τὸ δὲ ὄψον οὐ τάριχος ἢ θύμον, ἀλλὰ κρέα παντοδαπὰ καὶ οἶνος οἷος ἥδιστος, καὶ χρυσίον παρʼ ὅτου ἂν ἐθέλωσι·
そして大麦粉はもはや少量ではなく、以前のような単なる麦飯でもありません。 おかずも、塩魚やタイムではなく、あらゆる種類の肉と最高に甘美なワインであり、金銭も望む相手から手に入ります。
δασμολογοῦσι γὰρ ἐπιφοιτῶντες ἤ, ὡς αὐτοί φασιν, ἀποκείρουσιν τὰ πρόβατα, δώσειν τε πολλοὺς οἴονται ἢ αἰδοῖ τοῦ σχήματος ἢ δέει τοῦ μὴ ἀκοῦσαι κακῶς.
というのも、彼らは家々を訪ね歩いては税を取り立て、あるいは彼ら自身の言葉を借りれば『羊の毛を刈る』のであり、多くの人々が、その格好に対する畏敬からか、あるいは悪口を言われるのを恐れて、(金を)与えてくれるだろうと、彼らは思っているからです。
§15Φιλοσοφία
καὶ γὰρ αὖ κἀκεῖνο ἑώρων, οἶμαι, ὡς ἐξ ἴσου καταστήσονται τοῖς ὀρθῶς φιλοσοφοῦσιν, οὐδέ τις ὁ δικάσων καὶ διακρινῶν τὰ τοιαῦτα ἔσται, ἢν μόνον τὰ ἔξω ᾖ ὅμοια.
フィロソフィア:「さらに、彼らは次のことにも気づいていたのだと思います。 すなわち、外見さえ同じであれば、自分たちが真の哲学者たちと対等な立場に立つことができるだろうということです。 そのような事柄を裁き区別する者など誰もいないだろうということです。
ἀρχὴν γὰρ οὐδὲ τὸν ἔλεγχον δέχονται, ἢν ἔρηταί τις οὑτωσὶ κοσμίως καὶ κατὰ βραχύ, ἀλλʼ εὐθὺς βοῶσιν καὶ ἐπὶ τὴν ἀκρόπολιν τὴν ἑαυτῶν ἀναφεύγουσι, τὴν λοιδορίαν, καὶ πρόχειρον τὸ ξύλον.
そもそも彼らは、誰かが穏やかに、かつ手短に問いかけたとしても、議論による吟味を全く受け入れようとせず、すぐに大声を出し、彼ら自身の砦である罵倒へと逃げ込み、杖を構えます。
καὶ ἢν μὲν τὰ ἔργα ζητῇς, οἱ λόγοι πολλοί, ἢν δὲ ἀπὸ τῶν λόγων κρίνειν ἐθέλῃς, τὸν βίον ἀξιοῦσι σκοπεῖν.
そして、もしあなたが(彼らの)行いを糾明しようとすれば、彼らは多くの言葉を並べ立て、もし言葉によって判断しようとすれば、今度は生き方を見るように要求するのです。
§16Φιλοσοφία
τοιγαροῦν ἐμπέπλησται πᾶσα πόλις τῆς τοιαύτης ῥᾳδιουργίας, καὶ μάλιστα τῶν Διογένη καὶ Ἀντισθένη καὶ Κράτητα ἐπιγραφομένων καὶ ὑπὸ τῷ κυνὶ ταττομένων, οἳ τὸ μὲν χρήσιμον ὁπόσον ἔνεστι τῇ φύσει τῶν κυνῶν, οἷον τὸ φυλακτικὸν ἢ οἰκουρικὸν ἢ φιλοδέσποτον ἢ μνημονικόν, οὐδαμῶς ἐζηλώκασιν, ὑλακὴν δὲ καὶ λιχνείαν καὶ ἁρπαγὴν καὶ ἀφροδίσια συχνὰ καὶ κολακείαν καὶ τὸ σαίνειν τὸν διδόντα καὶ περὶ τραπέζας ἔχειν, ταῦτα ἀκριβῶς ἐκπεπονήκασιν.
フィロソフィア:「それゆえ、どの都市もこのような不徳を行う者たちで満ちており、とりわけディオゲネスやアンティステネスやクラテスの名を騙り、犬(キュニコス派)の下に整列する者たちで溢れています。 彼らは、犬の性質にある有益な面、例えば警戒の強さ、家を守ること、主人への愛着、あるいは記憶力の良さなどは、全く見習おうとせず、吠えること、食い意地、強奪、頻繁な情事、へつらい、与える者に対して尾を振ること、そして食卓の周りに群がることを、極めて正確に習得しているのです。 」