§6δύο γὰρ ταῦτα,
ἔφη,
ὁ βίος ἄριστα δημιουργήματα ἐθεάσατο, τὸν Δία τὸν Ὀλύμπιον καὶ Πρωτέα·
“因为这二者,”他说,“是生命所见过的最伟大的杰作:奥林匹亚的宙斯与普罗透斯。
πλάσται δὲ καὶ τεχνῖται, τοῦ μὲν Φειδίας, τοῦ δὲ ἡ φύσις.
而它们的创作者和工匠,前者是菲迪亚斯,后者是自然。
ἀλλὰ νῦν ἐξ ἀνθρώπων εἰς θεοὺς τὸ ἄγαλμα τοῦτο οἰχήσεται, ὀχούμενον ἐπὶ τοῦ πυρός, ὀρφανοὺς ἡμᾶς καταλιπόν.
但现在,这座雕像将乘着火,离开人间前往神明那里,留下我们成为孤儿。
ταῦτα ξὺν πολλῷ ἱδρῶτι διεξελθὼν ἐδάκρυε μάλα γελοίως καὶ τὰς τρίχας ἐτίλλετο, ὑποφειδόμενος μὴ πάνυ ἕλκειν·
” 他大汗淋漓地讲完这些话,十分滑稽地哭泣起来,并揪扯着自己的头发,却又小心翼翼地不真用力去拔。
καὶ τέλος ἀπῆγον αὐτὸν λύζοντα μεταξὺ τῶν Κυνικῶν τινες παραμυθούμενοι.
最后,几个犬儒派的人一边安慰着他,一边把抽泣着的他带走了。
§7μετὰ δὲ τοῦτον ἄλλος εὐθὺς ἀναβαίνει, οὐ περιμείνας διαλυθῆναι τὸ πλῆθος ἀλλὰ ἐπʼ αἰθομένοις τοῖς προτέροις ἱερείοις ἐπέχει τῶν σπονδῶν.
在他之后,另一个人立刻登上了讲坛,他没有等待人群散去,而是仿佛在前人正燃烧着的祭品上浇下奠酒一般。
καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺ ἐγέλα καὶ δῆλος ἦν νειόθεν αὐτὸ δρῶν·
起初他大笑了很久,显然他是从心底里发出笑声的。
εἶτα ἤρξατο ὧδέ πως· ἐπεὶ ὁ κατάρατος Θεαγένης τέλος τῶν μιαρωτάτων αὐτοῦ λόγων τὰ Ἡρακλείτου δάκρυα ἐποιήσατο, ἐγὼ κατὰ τὸ ἐναντίον ἀπὸ τοῦ Δημοκρίτου γέλωτος ἄρξομαι.
接着他大约这样开始说道: “既然那个该诅咒的狄阿革涅斯用赫拉克利特的眼泪结束了他那最肮脏的演讲,那么相反,我将从德谟克利特的笑声开始。
καὶ αὖθις ἐγέλα ἐπὶ πολύ, ὥστε καὶ ἡμῶν τοὺς πολλοὺς ἐπὶ τὸ ὅμοιον ἐπεσπάσατο.
” 说完他又大笑了很久,以至于把我们中的大多数人也拉入到了同样的状态中。
§8εἶτα ἐπιστρέψας ἑαυτόν,
ἢ τί γὰρ ἄλλο,
ἔφη, ὦ ἄνδρες, χρὴ ποιεῖν ἀκούοντας μὲν οὕτω γελοίων ῥήσεων, ὁρῶντας δὲ ἄνδρας γέροντας δοξαρίου καταπτύστου ἕνεκα μονονουχὶ κυβιστῶντας ἐν τῷ μέσῳ;
接着,他转过身说道:“诸位,听到如此荒谬的演说,看到年迈的人为了那点令人鄙视的虚名,几乎要在众人中间翻跟头,我们除了笑,还能做什么呢?
ὡς δὲ εἰδείητε οἷόν τι τὸ ἄγαλμά ἐστι τὸ καυθησόμενον, ἀκούσατέ μου ἐξ ἀρχῆς παραφυλάξαντος τὴν γνώμην αὐτοῦ καὶ τὸν βίον ἐπιτηρήσαντος·
为了让你们知道那即将被烧毁的‘雕像’究竟是个什么东西,请听我这个从一开始就监视他的品性并观察他生活的人道来。
ἔνια δὲ παρὰ τῶν πολιτῶν αὐτοῦ ἐπυνθανόμην καὶ οἷς ἀνάγκη ἦν ἀκριβῶς εἰδέναι αὐτόν.
有些事情我是向他的同胞以及那些必然准确了解他的人打听到的。
§9τὸ γὰρ τῆς φύσεως τοῦτο πλάσμα καὶ δημιούργημα, ὁ τοῦ Πολυκλείτου κανών, ἐπεὶ εἰς ἄνδρας τελεῖν ἤρξατο, ἐν Ἀρμενίᾳ μοιχεύων ἁλοὺς μάλα πολλὰς πληγὰς ἔλαβεν καὶ τέλος κατὰ τοῦ τέγους ἁλόμενος διέφυγε, ῥαφανῖδι τὴν πυγὴν βεβυσμένος.
因为这个大自然的造物和杰作,这个波留克列特斯的‘规范’,在开始成年时,在亚美尼亚因通奸被捕,挨了极多的鞭打,最后从屋顶跳下逃走,屁股里还被塞了根大萝卜。
εἶτα μειράκιόν τι ὡραῖον διαφθείρας τρισχιλίων ἐξωνήσατο παρὰ τῶν γονέων τοῦ παιδός, πενήτων ὄντων, μὴ ἐπὶ τὸν ἁρμοστὴν ἀπαχθῆναι τῆς Ἀσίας.
后来,他勾引并堕落了一个俊美的少年,因为少年的父母贫穷,他便花了三千德拉克马向他们买通,以免被押送到亚洲总督那里。
§10ταῦτα καὶ τὰ τοιαῦτα ἐάσειν μοι δοκῶ·
这些事以及类似的事我想我就略过不提了。
πηλὸς γὰρ ἔτι ἄπλαστος ἦν καὶ οὐδέπω ἐντελὲς ἄγαλμα ἡμῖν δεδημιούργητο.
因为那时他还是未成形的泥土,我们那完美的雕像尚未被雕琢出来。
ἃ δὲ τὸν πατέρα ἔδρασεν καὶ πάνυ ἀκοῦσαι ἄξιον·
但他对父亲所做的事,确实非常值得一听。
καίτοι πάντες ἴστε, καὶ ἀκηκόατε ὡς ἀπέπνιξε τὸν γέροντα, οὐκ ἀνασχόμενος αὐτὸν ὑπὲρ ἑξήκοντα ἔτη ἤδη γηρῶντα.
不过,你们所有人都知道,也听说过他是如何勒死那个老人的,因为他无法容忍父亲活过六十岁且日渐衰老。
εἶτα ἐπειδὴ τὸ πρᾶγμα διεβεβόητο, φυγὴν ἑαυτοῦ καταδικάσας ἐπλανᾶτο ἄλλοτε ἄλλην ἀμείβων.
后来,当这件事情传开后,他判处自己流放,开始在各地流浪,四处迁徙。
§11ὅτεπερ καὶ τὴν θαυμαστὴν σοφίαν τῶν Χριστιανῶν ἐξέμαθεν, περὶ τὴν Παλαιστίνην τοῖς ἱερεῦσιν καὶ γραμματεῦσιν αὐτῶν ξυγγενόμενος.
正是在那时,他还在巴勒斯坦通过与基督徒的祭司和文士交往,学会了他们那奇妙的智慧。
καὶ τί γάρ;
你猜怎么着?
ἐν βραχεῖ παῖδας αὐτοὺς ἀπέφηνε, προφήτης καὶ θιασάρχης καὶ ξυναγωγεὺς καὶ πάντα μόνος αὐτὸς ὤν, καὶ τῶν βίβλων τὰς μὲν ἐξηγεῖτο καὶ διεσάφει, πολλὰς δὲ αὐτὸς καὶ συνέγραφεν, καὶ ὡς θεὸν αὐτὸν ἐκεῖνοι ᾐδοῦντο καὶ νομοθέτῃ ἐχρῶντο καὶ προστάτην ἐπεγράφοντο, μετὰ γοῦν ἐκεῖνον ὃν ἔτι σέβουσι, τὸν ἄνθρωπον τὸν ἐν τῇ Παλαιστίνῃ ἀνασκολοπισθέντα, ὅτι καινὴν ταύτην τελετὴν εἰσῆγεν ἐς τὸν βίον.
在极短的时间内,他就让他们显得像小孩子一样。 他自己一个人既是先知、又是教团首领、会堂主持人,包揽了一切。 他们的经书,有些由他来解释阐明,有些甚至是他自己撰写的。 他们把他当作神来敬畏,视他为立法者,并尊他为保护人——无论如何,这仅次于他们至今仍在崇拜的那个人,即在巴勒斯坦被钉上十字架的那个人,因为那个人将这种新的仪式引入了生活。
§12τότε δὴ καὶ συλληφθεὶς ἐπὶ τούτῳ ὁ Πρωτεὺς ἐνέπεσεν εἰς τὸ δεσμωτήριον, ὅπερ καὶ αὐτὸ οὐ μικρὸν αὐτῷ ἀξίωμα περιεποίησεν πρὸς τὸν ἑξῆς βίον καὶ τὴν τερατείαν καὶ δοξοκοπίαν ὧν ἐρῶν ἐτύγχανεν.
就在那时,普罗透斯也因此被捕并投入监狱,而这件事本身也为他此后的生活,以及他所热衷的江湖骗术和虚荣心带来了不小的名望。
ἐπεὶ δʼ οὖν ἐδέδετο, οἱ Χριστιανοὶ συμφορὰν ποιούμενοι τὸ πρᾶγμα πάντα ἐκίνουν ἐξαρπάσαι πειρώμενοι αὐτόν.
然而,当他被监禁后,基督徒们视此事为天大的灾难,竭尽全力试图营救他。
εἶτʼ, ἐπεὶ τοῦτο ἦν ἀδύνατον, ἥ γε ἄλλη θεραπεία πᾶσα οὐ παρέργως ἀλλὰ σὺν σπουδῇ ἐγίγνετο·
接着,在发现这不可能办到后,他们便毫无保留地、极其热心地给予了其他一切照顾。
καὶ ἕωθεν μὲν εὐθὺς ἦν ὁρᾶν παρὰ τῷ δεσμωτηρίῳ περιμένοντα γρᾴδια χήρας τινὰς καὶ παιδία ὀρφανά, οἱ δὲ ἐν τέλει αὐτῶν καὶ συνεκάθευδον ἔνδον μετʼ αὐτοῦ διαφθείραντες τοὺς δεσμοφύλακας.
清晨一早,就可以看到牢房旁等候着的老寡妇和孤儿,而他们的头目甚至通过贿赂看守,在里面与他一同过夜。
εἶτα δεῖπνα ποικίλα εἰσεκομίζετο καὶ λόγοι ἱεροὶ αὐτῶν ἐλέγοντο, καὶ ὁ βέλτιστος Περεγρῖνος — ἔτι γὰρ τοῦτο ἐκαλεῖτο — καινὸς Σωκράτης ὑπʼ αὐτῶν ὠνομάζετο.
接着,各种丰盛的饭菜被送了进去,他们也宣讲了圣洁的教义,而那位“优秀的”佩雷格里努斯——因为那时他还叫这个名字——被他们称为“新苏格拉底”。 "