- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg042.humanitext-grc2:6-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
テアゲネスに続き、別の弁者が登壇してプロテウスの滑稽さを嘲笑し、彼の正体を暴くために過去の悪行や、パレスチナでのキリスト教徒たちとの関わりを暴露する。
δύο γὰρ ταῦτα, ἔφη, ὁ βίος ἄριστα δημιουργήματα ἐθεάσατο, τὸν Δία τὸν Ὀλύμπιον καὶ Πρωτέα· πλάσται δὲ καὶ τεχνῖται, τοῦ μὲν Φειδίας, τοῦ δὲ ἡ φύσις.1 ἀλλὰ νῦν ἐξ ἀνθρώπων εἰς θεοὺς τὸ ἄγαλμα τοῦτο οἰχήσεται, ὀχούμενον ἐπὶ τοῦ πυρός, ὀρφανοὺς ἡμᾶς καταλιπόν. ταῦτα ξὺν πολλῷ ἱδρῶτι διεξελθὼν ἐδάκρυε μάλα γελοίως καὶ τὰς τρίχας ἐτίλλετο, ὑποφειδόμενος μὴ πάνυ ἕλκειν· καὶ τέλος ἀπῆγον αὐτὸν λύζοντα μεταξὺ τῶν Κυνικῶν τινες παραμυθούμενοι.
「人生はこれら二つの最も優れた傑作を目にしてきた」と彼は言った。「オリンピアのゼウスとプロテウスだ。その作者にして職人といえば、前者はフェイディアス、後者は自然である。しかし今、この彫像は火に乗って、私たちを孤児として残し、人間界から神々のもとへと去ろうとしている。」 これらを多大な汗を流しながら語り終えると、彼は実におかしくも涙を流し、髪の毛をむしり取ったが、本当に強く引っ張ることは手加減していた。そして最後には、すすり泣いている彼を、何人かのキニコス派の仲間たちが慰めながら連れ去った。
μετὰ δὲ τοῦτον ἄλλος εὐθὺς ἀναβαίνει, οὐ περιμείνας διαλυθῆναι τὸ πλῆθος ἀλλὰ ἐπʼ αἰθομένοις τοῖς προτέροις ἱερείοις ἐπέχει τῶν σπονδῶν.2 καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺ ἐγέλα καὶ δῆλος ἦν νειόθεν αὐτὸ δρῶν· εἶτα ἤρξατο ὧδέ πως· ἐπεὶ ὁ κατάρατος Θεαγένης τέλος τῶν μιαρωτάτων αὐτοῦ λόγων τὰ Ἡρακλείτου δάκρυα ἐποιήσατο, ἐγὼ κατὰ τὸ ἐναντίον ἀπὸ τοῦ Δημοκρίτου γέλωτος ἄρξομαι. καὶ αὖθις ἐγέλα ἐπὶ πολύ, ὥστε καὶ ἡμῶν τοὺς πολλοὺς ἐπὶ τὸ ὅμοιον ἐπεσπάσατο.
彼の後、別の者がすぐに登った。群衆が解散するのを待つことなく、むしろ前の生け贄が燃えているところに、さらに献酒を注ぎかけるかのように。そして最初は、彼は長い間笑っており、それが心の底から出たものであることは明らかだった。やがて、彼は次のようにおおよそ語り始めた。 「あの忌まわしいテアゲネスが、その最も汚らわしい演説の結びとしてヘラクレイトスの涙を演出したのだから、私はそれとは逆に、デモクリトスの笑いから始めよう。」 そして彼は再び長い間笑ったので、私たちの大半をも同じように引き込んだ。
εἶτα ἐπιστρέψας ἑαυτόν, ἢ τί γὰρ ἄλλο, ἔφη, ὦ ἄνδρες, χρὴ ποιεῖν ἀκούοντας μὲν οὕτω γελοίων ῥήσεων, ὁρῶντας δὲ ἄνδρας γέροντας δοξαρίου καταπτύστου ἕνεκα μονονουχὶ κυβιστῶντας ἐν τῷ μέσῳ; ὡς δὲ εἰδείητε οἷόν τι τὸ ἄγαλμά ἐστι τὸ καυθησόμενον, ἀκούσατέ μου ἐξ ἀρχῆς παραφυλάξαντος τὴν γνώμην αὐτοῦ καὶ τὸν βίον ἐπιτηρήσαντος· ἔνια δὲ παρὰ τῶν πολιτῶν αὐτοῦ ἐπυνθανόμην καὶ οἷς ἀνάγκη ἦν ἀκριβῶς εἰδέναι αὐτόν.
それから向き直って、彼は言った。「諸君、これほど滑稽な演説を聞き、年老いた男たちが、唾棄すべき名声のために、人々の真ん中でほとんどとんぼ返りでもせんばかりに狂奔しているのを見るとき、いったい他にどうすることができようか。燃やされようとしている『彫像』がどのようなものであるかを皆さんが知るために、彼の本性を最初から監視し、その生涯を観察してきた私の話を聞いてほしい。一部のことは、彼の同郷人たちや、彼のことを正確に知らざるを得ない人々から尋ね知ったのである。
τὸ γὰρ τῆς φύσεως τοῦτο πλάσμα καὶ δημιούργημα, ὁ τοῦ Πολυκλείτου κανών, ἐπεὶ εἰς ἄνδρας τελεῖν3 ἤρξατο, ἐν Ἀρμενίᾳ μοιχεύων ἁλοὺς μάλα πολλὰς πληγὰς ἔλαβεν καὶ τέλος κατὰ τοῦ τέγους ἁλόμενος διέφυγε, ῥαφανῖδι τὴν πυγὴν βεβυσμένος. εἶτα μειράκιόν τι ὡραῖον διαφθείρας τρισχιλίων ἐξωνήσατο παρὰ τῶν γονέων τοῦ παιδός, πενήτων ὄντων, μὴ ἐπὶ τὸν ἁρμοστὴν ἀπαχθῆναι τῆς Ἀσίας.
というのも、自然のこの被造物にして傑作、すなわちポリュクレイトスの『カノン』たるこの男は、大人の仲間入りをし始めた頃、アルメニアで姦通の現場を押さえられておびただしい鞭打ちを受け、最後には屋根から飛び降りて逃げたのだが、その尻には大根をねじ込まれていたのだ。それから、ある美しい少年を誘惑して堕落させたが、少年の両親が貧しかったため、彼らに三千ドラクマを支払って買収し、アジアの総督のもとに引き渡されないようにした。
ταῦτα καὶ τὰ τοιαῦτα ἐάσειν μοι δοκῶ· πηλὸς γὰρ ἔτι ἄπλαστος ἦν καὶ οὐδέπω ἐντελὲς ἄγαλμα ἡμῖν δεδημιούργητο. ἃ δὲ τὸν πατέρα ἔδρασεν καὶ πάνυ ἀκοῦσαι ἄξιον· καίτοι πάντες ἴστε, καὶ ἀκηκόατε ὡς ἀπέπνιξε τὸν γέροντα, οὐκ ἀνασχόμενος αὐτὸν ὑπὲρ ἑξήκοντα ἔτη ἤδη γηρῶντα. εἶτα ἐπειδὴ τὸ πρᾶγμα διεβεβόητο, φυγὴν ἑαυτοῦ καταδικάσας ἐπλανᾶτο ἄλλοτε ἄλλην ἀμείβων.
これらやこれに類することは、差し控えることにしよう。なぜなら、その頃の彼はまだ形を成さぬ泥であり、私たちにとって完璧な彫像はまだ作り上げられていなかったからだ。しかし、彼が父親に対して行ったことは、実に聞くに値する。もっとも、皆さんも知っているし、彼がその老人をどのように窒息死させたかを聞いたことがあるだろう。六十歳を超えてなお老いさらばえていく父親を我慢できなかったのだ。その後、この件が噂に上るようになると、自ら追放刑を科して、ある地から別の地へと放浪を始めた。
ὅτεπερ καὶ τὴν θαυμαστὴν σοφίαν τῶν Χριστιανῶν ἐξέμαθεν, περὶ τὴν Παλαιστίνην τοῖς ἱερεῦσιν καὶ γραμματεῦσιν αὐτῶν ξυγγενόμενος. καὶ τί γάρ; ἐν βραχεῖ παῖδας αὐτοὺς ἀπέφηνε, προφήτης καὶ θιασάρχης καὶ ξυναγωγεὺς καὶ πάντα μόνος αὐτὸς ὤν, καὶ τῶν βίβλων τὰς μὲν ἐξηγεῖτο καὶ διεσάφει, πολλὰς δὲ αὐτὸς καὶ συνέγραφεν, καὶ ὡς θεὸν αὐτὸν ἐκεῖνοι ᾐδοῦντο καὶ νομοθέτῃ ἐχρῶντο καὶ προστάτην ἐπεγράφοντο, μετὰ γοῦν ἐκεῖνον ὃν ἔτι σέβουσι, τὸν ἄνθρωπον τὸν ἐν τῇ Παλαιστίνῃ ἀνασκολοπισθέντα, ὅτι καινὴν ταύτην τελετὴν εἰσῆγεν ἐς τὸν βίον.4
その放浪の時期にこそ、彼はキリスト教徒たちの驚くべき知恵をも学び取ったのだ。パレスチナ近辺で彼らの祭司や学者たちと交わることによって。そしてどうなったか。彼はまたたく間に彼らを子供同然にし、預言者、結社の長、会堂の主宰者となり、あらゆる役割を自分一人でこなした。彼らの書物を解説し、説明するだけでなく、多くの書物を自ら執筆すらした。そして彼らは彼を神として崇め、立法者として用い、保護者と仰いだ。少なくとも、彼らが今なお崇拝しているあの男、すなわち新たな秘儀をこの世に導入したためにパレスチナで磔刑に処されたあの男に次ぐものとして。
τότε δὴ καὶ συλληφθεὶς ἐπὶ τούτῳ ὁ Πρωτεὺς ἐνέπεσεν εἰς τὸ δεσμωτήριον, ὅπερ καὶ αὐτὸ οὐ μικρὸν αὐτῷ ἀξίωμα περιεποίησεν πρὸς τὸν ἑξῆς βίον καὶ τὴν τερατείαν καὶ δοξοκοπίαν ὧν ἐρῶν ἐτύγχανεν. ἐπεὶ δʼ οὖν ἐδέδετο, οἱ Χριστιανοὶ συμφορὰν ποιούμενοι τὸ πρᾶγμα πάντα ἐκίνουν ἐξαρπάσαι πειρώμενοι αὐτόν. εἶτʼ, ἐπεὶ τοῦτο ἦν ἀδύνατον, ἥ γε ἄλλη θεραπεία πᾶσα οὐ παρέργως ἀλλὰ σὺν σπουδῇ ἐγίγνετο· καὶ ἕωθεν μὲν εὐθὺς ἦν ὁρᾶν παρὰ τῷ δεσμωτηρίῳ περιμένοντα γρᾴδια χήρας τινὰς καὶ παιδία ὀρφανά, οἱ δὲ ἐν τέλει αὐτῶν καὶ συνεκάθευδον ἔνδον μετʼ αὐτοῦ διαφθείραντες τοὺς δεσμοφύλακας. εἶτα δεῖπνα ποικίλα εἰσεκομίζετο καὶ λόγοι ἱεροὶ αὐτῶν ἐλέγοντο, καὶ ὁ βέλτιστος Περεγρῖνος — ἔτι γὰρ τοῦτο ἐκαλεῖτο — καινὸς Σωκράτης ὑπʼ αὐτῶν ὠνομάζετο.
その時にこそ、この件によってプロテウスは捕らえられて投獄された。そして、そのこと自体が、彼のその後の人生、および彼が愛してやまなかったペテンや売名行為において、少なからぬ威信を彼にもたらすことになった。さて、彼が囚われの身となると、キリスト教徒たちはこの出来事を悲劇と受け止め、彼を救い出そうとあらゆる手を尽くした。そして、それが不可能と分かると、他のあらゆる支援が、片手間ではなく真剣に行われた。夜明けとともにすぐに、牢獄の傍らで年老いた未亡人たちや孤児たちが待っているのが見られたし、彼らの指導者たちは看守たちを買収して、中に入って彼とともに夜を過ごすことさえした。やがて、様々な食事が運び込まれ、彼らの聖なる言葉が語られ、この『最善の』ペレグリノス――当時はまだこう呼ばれていたのだが――は、彼らによって『新たなソクラテス』と呼ばれたのだった。」
- 6τοῦ μὲν Φειδίας, τοῦ δὲ ἡ φύσις
τοῦ μὲν と τοῦ δὲ は直前の名詞(τὸν Δία と Πρωτέα)を指す指示代名詞の属格であり、先行する πλάσται δὲ καὶ τεχνῖται(作者にして職人)に係る所有属格。述語となるコピュラ動詞(ἐστίν)が省略されている。
- 7ἐπʼ αἰθομένοις τοῖς προτέροις ἱερείοις ἐπέχει τῶν σπονδῶν
犠牲式(生け贄の儀式)になぞらえた比喩表現。ἐπέχω は属格 τῶν σπονδῶν を伴って「献酒を注ぐ」という意味になり、前置詞句 ἐπʼ αἰθομένοις...(燃え盛る先の生け贄の上に)と合わさって、テアゲネスの熱狂的な演説の直後に自らの演説を重ねる様子を鮮やかに描写している。
- 9εἰς ἄνδρας τελεῖν
「おとな(男)の列に登録される、半人前から一人前になる」を意味する慣用句。τελέω はここでは自動詞的に「(ある階級に)属する、数えられる」という意味で機能しており、前置詞 εἰς(〜の中に)を伴って成年の仲間入りをすることを表す。
- 11ὅτι καινὴν ταύτην τελετὴν εἰσῆγεν ἐς τὸν βίον
この ὅτι 節は、先行する名詞(特に ἀνασκολοπισθέντα「磔刑に処された(者)」)の理由を示す副詞節、あるいはキリストの処刑の罪状・原因を説明する関係代名詞の代用として機能しており、「新たな秘儀を世に導入したという理由で」と解釈される。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
