§31ταῦτʼ εἰπόντος ἀνεβόησαν οἱ περιεστῶτες ἅπαντες,
ἤδη καιέσθωσαν ἄξιοι τοῦ πυρός.
他一说完这话,周围站着的人都大声喊道: “现在就把他们烧死,这些配得上火刑的人!
καὶ ὁ μὲν κατέβη γελῶν,
Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή,
τὸν Θεαγένη, ἀλλʼ ὡς ἤκουσεν τῆς βοῆς, ἧκεν εὐθὺς καὶ ἀναβὰς ἐκεκράγει καὶ μυρία κακὰ διεξῄει περὶ τοῦ καταβεβηκότος· οὐ γὰρ οἶδα ὅστις ἐκεῖνος ὁ βέλτιστος ἐκαλεῖτο.
” 于是他笑着走了下来。 但那叫喊声并没有瞒过“内斯托尔”——我是指塞阿格奈斯——他一听到这喊声,便立刻走上台去大声吼叫,对刚刚走下去的那个人历数万般罪恶;因为我不知道那位“极好的人”叫什么名字。
ἐγὼ δὲ ἀφεὶς αὐτὸν διαρρηγνύμενον ἀπῄειν ὀψόμενος τοὺς ἀθλητάς· ἤδη γὰρ οἱ Ἑλλανοδίκαι ἐλέγοντο εἶναι ἐν τῷ Πλεθρίῳ.
而我丢下气得快要爆炸的他,动身去看运动员了;因为据说赫拉诺迪凯此时已经到了普莱特里翁。
§32ταῦτα μέν σοι τὰ ἐν Ἤλιδι.
以上就是你在伊利斯的见闻。
ἐπεὶ δὲ ἐς τὴν Ὀλυμπίαν ἀφικόμεθα, μεστὸς ἦν ὁ ὀπισθόδομος τῶν κατηγορούντων Πρωτέως ἢ ἐπαινούντων τὴν προαίρεσιν αὐτοῦ, ὥστε καὶ εἰς χεῖρας αὐτῶν ἦλθον οἱ πολλοί, ἄχρι δὴ παρελθὼν αὐτὸς ὁ Πρωτεὺς μυρίῳ τῷ πλήθει παραπεμπόμενος κατόπιν τοῦ τῶν κηρύκων ἀγῶνος λόγους τινὰς διεξῆλθεν περὶ ἑαυτοῦ, τὸν βίον τε ὡς ἐβίω καὶ τοὺς κινδύνους οὓς ἐκινδύνευσεν διηγούμενος καὶ ὅσα πράγματα φιλοσοφίας ἕνεκα ὑπέμεινεν.
但当我们抵达奥林匹亚时,神殿后室里挤满了指责普罗透斯或赞美他决心的人,以至于他们中的许多人甚至大打出手,直到普罗透斯本人在传令官比赛结束后、在无数群众的簇拥下走上前来,发表了一些关于他自己的演讲,叙述他所度过的生活、他所遭遇的危险以及他为哲学所承受的一切磨难。
τὰ μὲν οὖν εἰρημένα πολλὰ ἦν, ἐγὼ δὲ ὀλίγων ἤκουσα ὑπὸ πλήθους τῶν περιεστώτων.
他说的话虽然很多,但由于周围人群拥挤,我只听到了一小部分。
εἶτα φοβηθεὶς μὴ συντριβείην ἐν τοσαύτῃ τύρβῃ, ἐπεὶ καὶ πολλοὺς τοῦτο πάσχοντας ἑώρων, ἀπῆλθον μακρὰ χαίρειν φράσας θανατιῶντι σοφιστῇ τὸν ἐπιτάφιον ἑαυτοῦ πρὸ τελευτῆς διεξιόντι.
接着,由于担心在这般混乱的拥挤中被踩扁,而且我看到许多人确实遭遇了这种惨状,于是我便彻底走开,告别了这位在死前宣读自己悼词、一心求死的诡辩家。
§33πλὴν τό γε τοσοῦτον ἐπήκουσα· ἔφη γὰρ βούλεσθαι χρυσῷ βίῳ χρυσῆν κορώνην ἐπιθεῖναι· χρῆναι γὰρ τὸν Ἡρακλείως βεβιωκότα Ἡρακλείως ἀποθανεῖν καὶ ἀναμιχθῆναι τῷ αἰθέρι.
不过,我至少听到了这么一句:他说他希望为黄金般的一生加上一个黄金的冠冕;因为像赫拉克勒斯那样生活过的人,也应当像赫拉克勒斯那样死去,并与以太融为一体。
καὶ ὠφελῆσαι,
ἔφη,
βούλομαι τοὺς ἀνθρώπους δείξας αὐτοῖς ὃν χρὴ τρόπον θανάτου καταφρονεῖν· πάντας οὖν δεῖ μοι τοὺς ἀνθρώπους Φιλοκτήτας γενέσθαι.
他说:“我希望能够造福人类,向他们展示应当以何种方式藐视死亡;因此,所有人都必须成为我的菲洛克特特斯。
οἱ μὲν οὖν ἀνοητότεροι τῶν ἀνθρώπων ἐδάκρυον καὶ ἐβόων
σώζου τοῖς Ἕλλησιν,
οἱ δὲ ἀνδρωδέστεροι ἐκεκράγεσαν
τέλει τὰ δεδογμένα,
ὑφʼ ὧν ὁ πρεσβύτης οὐ μετρίως ἐθορυβήθη ἐλπίζων πάντας ἕξεσθαι αὐτοῦ καὶ μὴ προήσεσθαι τῷ πυρί, ἀλλὰ ἄκοντα δὴ καθέξειν ἐν τῷ βίῳ.
” 于是,人群中较愚蠢的人便哭泣着喊道: “为了希腊人,请保全你自己吧! ” 而较刚毅的人则大喊: “履行你的决定! ” 这让老头子感到不小的慌乱,因为他原本指望所有人都会拉住他、不让他投身火海,甚至违背他的意愿将他留在人世。
τὸ δὲ
τέλει τὰ δεδογμένα
πάνυ ἀδόκητον αὐτῷ προσπεσὸν ὠχριᾶν ἔτι μᾶλλον ἐποίησεν, καίτοι ἤδη νεκρικῶς τὴν χροιὰν ἔχοντι, καὶ νὴ Δία καὶ ὑποτρέμειν, ὥστε κατέπαυσε τὸν λόγον.
但这句“履行你的决定”极其出乎他的意料地朝他砸来,使他本已如死尸般苍白的脸色变得更加惨白,凭宙斯起誓,他甚至微微颤抖起来,以至于中断了演讲。
§34ἐγὼ δέ, εἰκάζεις, οἶμαι, πῶς ἐγέλων· οὐδὲ γὰρ ἐλεεῖν ἄξιον ἦν οὕτω δυσέρωτα τῆς δόξης ἄνθρωπον ὑπὲρ ἅπαντας ὅσοι τῇ αὐτῇ Ποινῇ ἐλαύνονται.
至于我,我想你能猜出我是怎样大笑的;因为对于这样一个对名声的狂热追求超过所有被同一复仇女神驱使之人的家伙,根本不值得同情。
παρεπέμπετο δὲ ὅμως ὑπὸ πολλῶν καὶ ἐνεφορεῖτο τῆς δόξης ἀποβλέπων ἐς τὸ πλῆθος τῶν θαυμαζόντων, οὐκ εἰδὼς ὁ ἄθλιος ὅτι καὶ τοῖς ἐπὶ τὸν σταυρὸν ἀπαγομένοις ἢ ὑπὸ τοῦ δημίου ἐχομένοις πολλῷ πλείους ἕπονται.
然而,他仍然在许多人的护送下,看着那些崇拜他的群众,心中充满了虚荣,这个可怜的家伙却不知道,跟随那些被带上十字架或被刽子手押解的人的人,其实还要多得多。
§35καὶ δὴ τὰ μὲν Ὀλύμπια τέλος εἶχεν, κάλλιστα Ὀλυμπίων γενόμενα ὧν ἐγὼ εἶδον, τετράκις ἤδη ὁρῶν.
就这样,奥林匹亚运动会结束了,这是我见过的四次奥林匹亚运动会中最美丽的一次。
ἐγὼ δέ — οὐ γὰρ ἦν εὐπορῆσαι ὀχήματος ἅμα πολλῶν ἐξιόντων — ἄκων ὑπελειπόμην.
而我——因为在这么多人同时离开时很难找到车辆——极不情愿地被留了下来。
ὁ δὲ ἀεὶ ἀναβαλλόμενος νύκτα τὸ τελευταῖον προειρήκει ἐπιδείξασθαι τὴν καῦσιν· καί με τῶν ἑταίρων τινὸς παραλαβόντος περὶ μέσας νύκτας ἐξαναστὰς ἀπῄειν εὐθὺ τῆς Ἁρπίνης, ἔνθα ἦν ἡ πυρά.
而他,由于一直在推迟时间,最终宣布将在夜间展示他的自焚;在半夜时分,我的一个同伴来接我,我便起床径直前往哈尔皮纳,即火刑堆所在地。
στάδιοι πάντες οὗτοι εἴκοσιν ἀπὸ τῆς Ὀλυμπίας κατὰ τὸν ἱππόδρομον ἀπιόντων πρὸς ἕω.
从奥林匹亚沿着赛马场向东走,一共是二十斯塔迪翁的距离。
καὶ ἐπεὶ τάχιστα ἀφικόμεθα, καταλαμβάνομεν πυρὰν νενησμένην ἐν βόθρῳ ὅσον ἐς ὀργυιὰν τὸ βάθος.
我们一到达,就发现火刑堆建在一个深约一噚的坑里。
δᾷδες ἦσαν τὰ πολλὰ καὶ παρεβέβυστο τῶν φρυγάνων, ὡς ἀναφθείη τάχιστα.
火刑堆大部分由松明组成,缝隙中塞满了干柴,以便能以最快的速度燃起大火。