Humanitext Reader

琉善 · 佩雷格里努斯之死 §40-45

对死后神化的讽刺与普罗透斯生前的懦弱

第 9 段,共 9 段 · 希腊语

内容简介

作者通过揭露编造目击谎言的白发老人和各种神化谣言,讽刺了世人的盲信,并披露了普罗透斯生前在海上风暴中的懦弱以及临终前因病挣扎的丑态,以此无情嘲弄其虚荣心。

§40ἀπελθὼν δὲ ἐς τὴν πανήγυριν ἐπέστην τινὶ πολιῷ ἀνδρὶ καὶ νὴ τὸν Δίʼ ἀξιοπίστῳ τὸ πρόσωπον ἐπὶ τῷ πώγωνι καὶ τῇ λοιπῇ σεμνότητι, τά τε ἄλλα διηγουμένῳ περὶ τοῦ Πρωτέως καὶ ὡς μετὰ τὸ καυθῆναι θεάσαιτο αὐτὸν ἐν λευκῇ ἐσθῆτι μικρὸν ἔμπροσθεν, καὶ νῦν ἀπολίποι περιπατοῦντα φαιδρὸν ἐν τῇ ἑπταφώνῳ στοᾷ κοτίνῳ τε ἐστεμμένον.
当我走向节日集会时,我遇到了一位白发苍苍的老人,凭宙斯起誓,他的胡须和周身散发的威严使他的面容显得十分可信。 他正在讲述关于普罗透斯的各种奇闻,说在普罗透斯被烧死后不久,他曾亲眼看见他身穿白衣,而现在刚刚留下他正神采奕奕地在“七声柱廊”漫步,头上戴着野生橄榄枝的花冠。
εἶτʼ ἐπὶ πᾶσι προσέθηκε τὸν γῦπα, διομνύμενος ἦ μὴν αὐτὸς ἑωρακέναι ἀναπτάμενον ἐκ τῆς πυρᾶς, ὃν ἐγὼ μικρὸν ἔμπροσθεν ἀφῆκα πέτεσθαι καταγελῶντα τῶν ἀνοήτων καὶ βλακικῶν τὸν τρόπον.
接着,他在这一切之上又加上了那只秃鹰,赌咒发誓说他亲眼看见它从火堆中飞起——而这正是拉开序幕前不久,我为了嘲弄那些愚蠢和呆笨之辈而放飞的那一只。
§41ἐννόει τὸ λοιπὸν οἷα εἰκὸς ἐπʼ αὐτῷ γενήσεσθαι, ποίας μὲν οὐ μελίττας ἐπιστήσεσθαι ἐπὶ τὸν τόπον, τίνας δὲ τέττιγας οὐκ ἐπᾴσεσθαι, τίνας δὲ κορώνας οὐκ ἐπιπτήσεσθαι καθάπερ ἐπὶ τὸν Ἡσιόδου τάφον, καὶ τὰ τοιαῦτα.
想想看,今后为了他还会发生什么样的事情:会有什么样的蜜蜂不飞落到那个地方,会有什么样的蝉不在那里歌唱,会有什么样的乌鸦不飞到那里,就像飞往赫西俄德的坟墓一样,诸如此类。
εἰκόνας μὲν γὰρ παρά τε Ἠλείων αὐτῶν παρά τε τῶν ἄλλων Ἑλλήνων, οἷς καὶ ἐπεσταλκέναι ἔλεγεν, αὐτίκα μάλα οἶδα πολλὰς ἀναστησομένας.
至于雕像,我很清楚,无论是伊利斯人自己还是其他的希腊人——普罗透斯曾说向他们寄了信——很快就会为他竖立起许多尊来。
φασὶ δὲ πάσαις σχεδὸν ταῖς ἐνδόξοις πόλεσιν ἐπιστολὰς διαπέμψαι αὐτόν, διαθήκας τινὰς καὶ παραινέσεις καὶ νόμους· καί τινας ἐπὶ τούτῳ πρεσβευτὰς τῶν ἑταίρων ἐχειροτόνησεν, νεκραγγέλους καὶ νερτεροδρόμους προσαγορεύσας.
据说他向几乎所有著名的城市都发了信件,其中包含一些遗嘱、劝诫和法律;为此,他还从同伴中选出了几位使者,称他们为“亡灵使者”和“冥界邮差”。
§42τοῦτο τέλος τοῦ κακοδαίμονος Πρωτέως ἐγένετο, ἀνδρός, ὡς βραχεῖ λόγῳ περιλαβεῖν, πρὸς ἀλήθειαν μὲν οὐδεπώποτε ἀποβλέψαντος, ἐπὶ δόξῃ δὲ καὶ τῷ παρὰ τῶν πολλῶν ἐπαίνῳ ἅπαντα εἰπόντος ἀεὶ καὶ πράξαντος, ὡς καὶ εἰς πῦρ ἁλέσθαι, ὅτε μηδὲ ἀπολαύειν τῶν ἐπαίνων ἔμελλεν ἀναίσθητος αὐτῶν γενόμενος.
这就是不幸的普罗透斯的结局。 简而言之,他是一个从未关注过真理,而总是为了名声和大众的赞美而说话和行事的人,以至于最终跳入了火中,而那时他甚至无法享受这些赞美,因为他已经失去了知觉。
§43ἓν ἔτι σοι προσδιηγησάμενος παύσομαι, ὡς ἔχῃς ἐπὶ πολὺ γελᾶν.
在结束之前,我还想再给你讲一件事,好让你长久地大笑一场。
ἐκεῖνα μὲν γὰρ πάλαι οἶσθα, εὐθὺς ἀκούσας μου ὅτε ἥκων ἀπὸ Συρίας διηγούμην ὡς ἀπὸ Τρῳάδος συμπλεύσαιμι αὐτῷ καὶ τήν τε ἄλλην τὴν ἐν τῷ πλῷ τρυφὴν καὶ τὸ μειράκιον τὸ ὡραῖον ὃ ἔπεισε κυνίζειν ὡς ἔχοι τινὰ καὶ αὐτὸς Ἀλκιβιάδην, καὶ ὡς ἐπεὶ ταραχθείημεν τῆς νυκτὸς ἐν μέσῳ τῷ Αἰγαίῳ γνόφου καταβάντος καὶ κῦμα παμμέγεθες ἐγείραντος ἐκώκυε μετὰ τῶν γυναικῶν ὁ θαυμαστὸς καὶ θανάτου κρείττων εἶναι δοκῶν.
因为那些事情你早就知道了,那是我刚从叙利亚回来时,你立刻听我讲述的:我是如何与他一起从特罗亚乘船航行,以及他在航行中的其他奢侈作风,还有那个被他劝说加入犬儒派的俊美青年——好让他自己也能拥有一个阿尔西比亚德斯;以及当我们在夜间航行于爱琴海中部、风暴降临卷起滔天巨浪时,这位被认为超越了死亡的奇人是如何与妇人们一起嚎啕大哭的。
§44ἀλλὰ μικρὸν πρὸ τῆς τελευτῆς, πρὸ ἐννέα σχεδόν που ἡμερῶν, πλεῖον, οἶμαι, τοῦ ἱκανοῦ ἐμφαγὼν ἤμεσέν τε τῆς νυκτὸς καὶ ἑάλω πυρετῷ μάλα σφοδρῷ.
但在他死前不久,大约九天前,我想是因为吃得过饱,他在夜里呕吐,并染上了极严重的烧热。
ταῦτα δέ μοι Ἀλέξανδρος ὁ ἰατρὸς διηγήσατο μετακληθεὶς ὡς ἐπισκοπήσειεν αὐτόν.
这些是医生亚历山大被请去诊治他时告诉我的。
ἔφη οὖν καταλαβεῖν αὐτὸν χαμαὶ κυλιόμενον καὶ τὸν φλογμὸν οὐ φέροντα καὶ ψυχρὸν αἰτοῦντα πάνυ ἐρωτικῶς, ἑαυτὸν δὲ μὴ δοῦναι.
他说,他发现普罗透斯在地上打滚,无法忍受炽热,极其渴望地讨要冷水,但他没有给。
καίτοι εἰπεῖν ἔφη πρὸς αὐτὸν ὡς εἰ πάντως θανάτου δέοιτο, ἥκειν αὐτὸν ἐπὶ τὰς θύρας αὐτόματον, ὥστε καλῶς ἔχειν ἕπεσθαι μηδὲν τοῦ πυρὸς δεόμενον· τὸν δʼ αὖ φάναι, ἀλλʼ οὐχ ὁμοίως ἔνδοξος ὁ τρόπος γένοιτʼ ἂν, πᾶσιν κοινὸς ὤν.
甚至,他说他曾对普罗透斯说,如果他无论如何都想死,死神已经自动找上门来,因此顺从死神就好了,根本不需要用火;但对方却回答说: “但这方式不够荣耀,因为这是人人都会经历的普通死法。
§45ταῦτα μὲν ὁ Ἀλέξανδρος.
” 这些是亚历山大说的话。
ἐγὼ δὲ οὐδʼ αὐτὸς πρὸ πολλῶν ἡμερῶν εἶδον αὐτὸν ἐγκεχρισμένον, ὡς ἀποδακρύσειε τῷ δριμεῖ φαρμάκῳ.
而我自己,在几天前也亲眼看见他在眼睛上涂抹药膏,为的是用那辛辣的药物流下眼泪。
ὁρᾷς;
你看到了吗?
οὐ πάνυ τοὺς ἀμβλυωποῦντας ὁ Αἰακὸς παραδέχεται.
艾阿科斯可不会轻易接纳眼花目眩的人。
ὅμοιον ὡς εἴ τις ἐπὶ σταυρὸν ἀναβήσεσθαι μέλλων τὸ ἐν τῷ δακτύλῳ πρόσπταισμα θεραπεύοι.
这就像一个即将被钉上十字架的人,却在医治脚趾的碰伤一样。
τί σοι δοκεῖ ὁ Δημόκριτος, εἰ ταῦτα εἶδε;
如果德谟克利特看到这些,你觉得他会怎么样?
κατʼ ἀξίαν γελάσαι ἂν ἐπὶ τῷ ἀνδρί;
他会给予这个男人应得的嘲笑吗?
καίτοι πόθεν εἶχεν ἐκεῖνος τοσοῦτον γέλωτα;
然而,他又从哪里能获得这么多的笑料呢?
σὺ δʼ οὖν, ὦ φιλότης, γέλα καὶ αὐτός, καὶ μάλιστα ὁπόταν τῶν ἄλλων ἀκούῃς θαυμαζόντων αὐτόν.
总之,亲爱的朋友,你自己也笑吧,尤其是当你听到别人赞美他的时候。

词汇与语法注释

  1. §40ἀπολίποι — 间接引语中的希求法。由于主句中引导间接引语的动词属于过去时(此处为暗示过去时间的分词 διηγουμένῳ),从句中的直陈法(ἀπολείπει)转变为希求法。
  2. §41ποίας μὲν οὐ μελίττας ἐπιστήσεσθαι — 作为主句动词 ἐννόει(“想象”)宾语的间接疑问从句中的不定式。由 οἵας..., ποίας..., τίνας... 引导的一连串修辞性反问,带有强烈的感叹与反讽语气(“什么样的蜜蜂才不会飞来呢?”,意即“所有蜜蜂都会飞来”)。
  3. §42ὅτε μηδὲ ἀπολαύειν τῶν ἐπαίνων ἔμελλεν — 关系副词 ὅτε(“当……时”)在此用于引出过去的确定事实,同时带有让步或对比的语气(“尽管当时实际上……”),以突出其行为的荒谬。ἔμελλεν 搭配不定式 ἀπολαύειν 表示过去的必然结果或预期(“当时他甚至注定无法享受”)。
  4. §43ὡς ἔχῃς ἐπὶ πολὺ γελᾶν — 由 ὡς 引导并搭配虚拟式 ἔχῃς 的目的从句。动词 ἔχω 搭配不定式(γελᾶν)表示“能够……”或“有……的机会”,整句意为“好让你能长久地大笑”。
  5. §44ὡς εἰ πάντως θανάτου δέοιτο — 嵌套在间接引语从句中的条件句假设部分(εἰ 搭配希求式 δέοιτο,)。此处使用希求式是为了转述医生亚历山大过去对普罗透斯所说的话(“如果你无论如何都想死”)。

引用这一段

琉善, 佩雷格里努斯之死 §40-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg042.humanitext-grc2:40-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。