Humanitext Reader

琉善 · 佩雷格里努斯之死 §16-20

漫游各地的奇行与奥林匹亚自焚宣告

第 4 段,共 9 段 · 希腊语

内容简介

在被基督徒抛弃后,佩雷格里努斯在埃及和意大利通过各种奇特行为寻求名声,但最终被驱逐。在希腊,他因指责赫罗德斯·阿提库斯的公共善行而遭到民众围攻,在侥幸逃脱后,为了重新博得人们的关注,他公然宣布将在下一届奥林匹亚赛会上自焚。

§16ἐξῄει οὖν τὸ δεύτερον πλανησόμενος, ἱκανὰ ἐφόδια τοὺς Χριστιανοὺς ἔχων, ὑφʼ ὧν δορυφορούμενος ἐν ἅπασιν ἀφθόνοις ἦν.
于是,他第二次出发去四处流浪,把基督徒们当作充足的旅费,在他们的护卫下,他过着万物无忧的生活。
καὶ χρόνον μέν τινα οὕτως ἐβόσκετο· εἶτα παρανομήσας τι καὶ ἐς ἐκείνους — ὤφθη γάρ τι, ὡς οἶμαι, ἐσθίων τῶν ἀπορρήτων αὐτοῖς — οὐκέτι προσιεμένων αὐτὸν ἀπορούμενος ἐκ παλινῳδίας ἀπαιτεῖν ᾤετο δεῖν παρὰ τῆς πόλεως τὰ κτήματα, καὶ γραμματεῖον ἐπιδοὺς ἠξίου ταῦτα κομίσασθαι κελεύσαντος βασιλέως.
有一段时间他就是这样被养活的;随后,他对他们也犯下了某种过失——因为我想,他被发现吃了某种对他们而言禁忌的食物——当他们不再接纳他时,陷入困境的他认为必须通过翻案,向城市要回自己的财产,并提交了一份呈文,要求在皇帝的命令下收回这些财产。
εἶτα τῆς πόλεως ἀντιπρεσβευσαμένης οὐδὲν ἐπράχθη, ἀλλʼ ἐμμένειν ἐκελεύσθη οἷς ἅπαξ διέγνω μηδενὸς καταναγκάσαντος.
随后,由于该城市也派出了反驳的使节,此事未能办成,相反,他被命令坚持自己当初在无人强迫之下所做出的决定。
§17τρίτη ἐπὶ τούτοις ἀποδημία εἰς Αἴγυπτον παρὰ τὸν Ἀγαθόβουλον, ἵναπερ τὴν θαυμαστὴν ἄσκησιν διησκεῖτο, ξυρόμενος μὲν τῆς κεφαλῆς τὸ ἥμισυ, χριόμενος δὲ πηλῷ τὸ πρόσωπον, ἐν πολλῷ δὲ τῶν περιεστώτων δήμῳ ἀναφλῶν τὸ αἰδοῖον καὶ τὸ ἀδιάφορον δὴ τοῦτο καλούμενον ἐπιδεικνύμενος, εἶτα παίων καὶ παιόμενος νάρθηκι εἰς τὰς πυγὰς καὶ ἄλλα πολλὰ νεανικώτερα θαυματοποιῶν.
在此基础上的第三次外游是去埃及拜访阿加托布鲁斯,在那里他实践着那奇妙的修行,剃去半边头发,脸上涂满泥土,并在围观的大群民众中手淫他的阴部,展现这所谓的“无差别(阿底亚福隆)”,接着用茴香茎抽打并让人抽打自己的臀部,还做出了许多其他更加大胆的离奇举动。
§18ἐκεῖθεν δὲ οὕτω παρεσκευασμένος ἐπὶ Ἰταλίας ἔπλευσεν καὶ ἀποβὰς τῆς νεὼς εὐθὺς ἐλοιδορεῖτο πᾶσι, καὶ μάλιστα τῷ βασιλεῖ, πρᾳότατον αὐτὸν καὶ ἡμερώτατον εἰδώς, ὥστε ἀσφαλῶς ἐτόλμα· ἐκείνῳ γάρ, ὡς εἰκός, ὀλίγον ἔμελεν τῶν βλασφημιῶν καὶ οὐκ ἠξίου τὴν φιλοσοφίαν ὑποδυόμενόν τινα κολάζειν ἐπὶ ῥήμασι καὶ μάλιστα τέχνην τινὰ τὸ λοιδορεῖσθαι πεποιημένον.
他以此番装束从那里乘船前往意大利,一登岸便立刻辱骂所有人,尤其是皇帝,因为他深知皇帝极度温和驯良,因而能够安全地放肆;因为那位皇帝理所当然地不把这些诽谤放在心上,认为不应该惩罚一个披着哲学外衣之人所说的话,尤其是对一个已经把辱骂当作某种行当的人。
τούτῳ δὲ καὶ ἀπὸ τούτων τὰ τῆς δόξης ηὐξάνετο, παρὰ γοῦν τοῖς ἰδιώταις, καὶ περίβλεπτος ἦν ἐπὶ τῇ ἀπονοίᾳ, μέχρι δὴ ὁ τὴν πόλιν ἐπιτετραμμένος ἀνὴρ σοφὸς ἀπέπεμψεν αὐτὸν ἀμέτρως ἐντρυφῶντα τῷ πράγματι, εἰπὼν μὴ δεῖσθαι τὴν πόλιν τοιούτου φιλοσόφου.
他的名声也因此进一步提高,至少在平民中间是如此,他因其疯狂而备受瞩目,直到负责管理该城市的明智之人,将这桩放肆得毫无节制的家伙逐出,并说这座城市不需要这样的哲学家。
πλὴν ἀλλὰ καὶ τοῦτο κλεινὸν αὐτοῦ καὶ διὰ στόματος ἦν ἅπασιν, ὁ φιλόσοφος διὰ τὴν παρρησίαν καὶ τὴν ἄγαν ἐλευθερίαν ἐξελαθείς, καὶ προσήλαυνε κατὰ τοῦτο τῷ Μουσωνίῳ καὶ Δίωνι καὶ Ἐπικτήτῳ καὶ εἴ τις ἄλλος ἐν περιστάσει τοιαύτῃ ἐγένετο.
尽管如此,这件事也成了他的美名而广为流传,人人都说:“这位哲学家是因为直言不讳和过度的自由而被驱逐的,”在这方面,他便与米索尼乌斯、狄翁、爱比克泰德以及其他任何处于类似境地的人并驾齐驱。
§19οὕτω δὴ ἐπὶ τὴν Ἑλλάδα ἐλθὼν ἄρτι μὲν Ἠλείοις ἐλοιδορεῖτο, ἄρτι δὲ τοὺς Ἕλληνας ἔπειθεν ἀντάρασθαι ὅπλα Ῥωμαίοις, ἄρτι δὲ ἄνδρα παιδείᾳ καὶ ἀξιώματι προὔχοντα, διότι καὶ ἐν τοῖς ἄλλοις εὖ ἐποίησεν τὴν Ἑλλάδα καὶ ὕδωρ ἐπήγαγεν τῇ Ὀλυμπίᾳ καὶ ἔπαυσε δίψει ἀπολλυμένους τοὺς πανηγυριστάς, κακῶς ἠγόρευεν ὡς καταθηλύναντα τοὺς Ἕλληνας, δέον τοὺς θεατὰς τῶν Ὀλυμπίων διακαρτερεῖν διψῶντας καὶ νὴ Δία γε καὶ ἀποθνήσκειν πολλοὺς αὐτῶν ὑπὸ σφοδρῶν τῶν νόσων, αἳ τέως διὰ τὸ ξηρὸν τοῦ χωρίου ἐν πολλῷ τῷ πλήθει ἐπεπόλαζον.
如此他便来到了希腊,一会儿辱骂伊利斯人,一会儿又劝说希腊人拿起武器反抗罗马人,还有一会儿,他去毁谤一位在教养和地位上杰出的人——因为此人在其他方面对希腊有恩,还把水引入了奥林匹亚,使得来参加盛会的人们免于渴死——他毁谤那人使希腊人变得骄奢淫逸,而奥林匹亚的观众本应当忍受饥渴,甚至指天发誓,其中许多人因当地干燥在大群观众中蔓延的严重疫病而死也是应当的。
καὶ ταῦτα ἔλεγε πίνων τοῦ αὐτοῦ ὕδατος.
而且他是在饮用那同一个水源的水时说出这些话的。
ὡς δὲ μικροῦ κατέλευσαν αὐτὸν ἐπιδραμόντες ἅπαντες, τότε μὲν ἐπὶ τὸν Δία καταφυγὼν ὁ γενναῖος εὕρετο μὴ ἀποθανεῖν,
当所有人一拥而上,几乎要用石头砸死他时,这位高尚的家伙逃到宙斯神庙寻求庇护,这才免于一死。
§20ἐς δὲ τὴν ἑξῆς Ὀλυμπιάδα λόγον τινὰ διὰ τεττάρων ἐτῶν συνθεὶς τῶν διὰ μέσου ἐξήνεγκε πρὸς τοὺς Ἕλληνας, ἔπαινον ὑπὲρ τοῦ τὸ ὕδωρ ἐπαγαγόντος καὶ ἀπολογίαν ὑπὲρ τῆς τότε φυγῆς.
在下一届奥林匹亚赛会时,他发表了在中间四年里写成的一篇演讲,向希腊人宣读,其中包含了对引水之人的赞美,以及对他当时逃跑一事的辩明。
ἤδη δὲ ἀμελούμενος ὑφʼ ἁπάντων καὶ μηκέθʼ ὁμοίως περίβλεπτος ὤν — ἕωλα γὰρ ἦν ἅπαντα καὶ οὐδὲν ἔτι καινουργεῖν ἐδύνατο ἐφʼ ὅτῳ ἐκπλήξει τοὺς ἐντυγχάνοντας καὶ θαυμάζειν καὶ πρὸς αὐτὸν ἀποβλέπειν ποιήσει, οὗπερ ἐξ ἀρχῆς δριμύν τινα ἔρωτα ἐρῶν ἐτύγχανεν — τὸ τελευταῖον τοῦτο τόλμημα ἐβουλεύσατο περὶ τῆς πυρᾶς, καὶ διέδωκε λόγον ἐς τοὺς Ἕλληνας εὐθὺς ἀπʼ Ὀλυμπίων τῶν ἔμπροσθεν ὡς ἐς τοὐπιὸν καύσων ἑαυτόν.
此时,他已被所有人冷落,不再像以前那样受人瞩目——因为他所有的花招都已陈旧,他再也无法创造出任何新花样来震惊相遇的人,并使他们崇拜他、仰望他,而他从一开始就对此抱有极度炽热的渴望——他策划了关于火刑堆的最后一次冒险企图,并自上一届奥林匹亚会后,立刻在希腊人中散布传言,说他将在下一届赛会时自焚。

词汇与语法注释

  1. §16ἱκανὰ ἐφόδια τοὺς Χριστιανοὺς ἔχων — 名词 `ἐφόδια`(旅费)作为直接宾语 `τοὺς Χριστιανούς`(基督徒们)的宾语补足语(双宾格结构),意为“把基督徒们当作充足的旅费”。
  2. §16ὤφθη γάρ τι ... ἐσθίων — 主格分词 `ἐσθίων`(正在吃)与被动感官动词 `ὤφθη`(被看见,`ὁράω` 的无定过去被动式)连用,构成补充性分词结构,意为“他被发现正在吃”。`τι` 是该分词的宾语,并修饰部分属格 `των ἀπορρήτων`(禁忌之物)。
  3. §16οἷς — 关系代词格吸引(Attraction)的例子。该关系代词本应作为 `διέγνω` 的直接宾语而使用宾格 `ἅ`,但由于先行词被省略,它被主句动词 `ἐμμένειν`(坚持、留任)所要求的与格所吸引,因而变成了与格 `οἷς`。
  4. §19δέον — 无人称动词 `δεῖ` 的中性现在分词单数对格用于“对格绝对(accusative absolute)”结构(`δέον`),引导带对格的主宾语不定式结构(`τοὺς θεατὰς ... διακαρτερεῖν`),用以表示让步或理所当然(“本应当……”或“既然应当……”)。

引用这一段

琉善, 佩雷格里努斯之死 §16-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg042.humanitext-grc2:16-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。