§21καὶ νῦν αὐτὰ ταῦτα θαυματοποιεῖ, ὥς φασι, βόθρον ὀρύττων καὶ ξύλα συγκομίζων καὶ δεινήν τινα τὴν καρτερίαν ὑπισχνούμενος.
而现在,据人们说,他正在用这同一套把戏故弄玄虚,挖着坑收集着木柴,并允诺展示某种惊人的坚忍。
ἐχρῆν δέ, οἶμαι, μάλιστα μὲν περιμένειν τὸν θάνατον καὶ μὴ δραπετεύειν ἐκ τοῦ βίου· εἰ δὲ καὶ πάντως διέγνωστό οἱ ἀπαλλάττεσθαι, μὴ πυρὶ μηδὲ τοῖς ἀπὸ τῆς τραγῳδίας τούτοις χρῆσθαι, ἀλλʼ ἕτερόν τινα θανάτου τρόπον, μυρίων ὄντων, ἑλόμενον ἀπελθεῖν.
但是,我认为,他最应该做的是等待死亡,而不是从生命中逃跑;即使他无论如何都已决定离世,也不该使用火或这些悲剧式的噱头,而应该在成千上万种死法中选择另一种,然后离去。
εἰ δὲ καὶ τὸ πῦρ ὡς Ἡράκλειόν τι ἀσπάζεται, τί δή ποτε οὐχὶ κατὰ σιγὴν ἑλόμενος ὄρος εὔδενδρον ἐν ἐκείνῳ ἑαυτὸν ἐνέπρησεν μόνος, ἕνα τινὰ οἷον Θεαγένη τοῦτον Φιλοκτήτην παραλαβών;
又如果他把火当作某种赫拉克勒斯式的神圣之物而加以欢迎,那他为什么不静静地选择一座树木茂密的山,在其中独自自焚,只带上像这个塞阿格奈斯这样的人来充当菲罗克忒忒斯呢?
ὁ δὲ ἐν Ὀλυμπίᾳ τῆς πανηγύρεως πληθούσης μόνον οὐκ ἐπὶ σκηνῆς ὀπτήσει ἑαυτόν, οὐκ ἀνάξιος ὤν, μὰ τὸν Ἡρακλέα, εἴ γε χρὴ καὶ τοὺς πατραλοίας καὶ τοὺς ἀθέους δίκας διδόναι τῶν τολμημάτων.
然而,他却要在奥林匹亚盛会人山人海之际,几乎是在舞台上把自己烤熟——凭赫拉克勒斯起誓,这罪有应得,如果弑父者和无神论者确实必须为他们的肆意妄为付出代价的话。
καὶ κατὰ τοῦτο πάνυ ὀψὲ δρᾶν αὐτὸ ἔοικεν, ὃν ἐχρῆν πάλαι ἐς τὸν τοῦ Φαλάριδος ταῦρον ἐμπεσόντα τὴν ἀξίαν ἀποτετικέναι, ἀλλὰ μὴ ἅπαξ χανόντα πρὸς τὴν φλόγα ἐν ἀκαρεῖ τεθνάναι.
在这方面,他似乎行动得太迟了。 他本该在很久以前就被投入法拉里斯的铜牛中,付出应得的代价,而不是在火中张一次口,便在瞬息之间死去。
καὶ γὰρ αὖ καὶ τόδε οἱ πολλοί μοι λέγουσινnote n="v. 5. p. 26. n. 1" place="margin" anchored="true" /, ὡς οὐδεὶς ὀξύτερος ἄλλος θανάτου τρόπος τοῦ διὰ πυρός· ἀνοῖξαι γὰρ δεῖ μόνον τὸ στόμα καὶ αὐτίκα τεθνάναι.
因为许多人也对我这样说:没有比火刑更快死的方法了;因为只需张开嘴,就立刻死去了。
§22τὸ μέντοι θέαμα ἐπινοεῖται, οἶμαι, ὡς σεμνόν, ἐν ἱερῷ χωρίῳ καιόμενος ἄνθρωπος, ἔνθα μηδὲ θάπτειν ὅσιον τοὺς ἄλλους ἀποθνήσκοντας.
然而,我认为这一景观是被设计得很神圣的:一个人在神圣的地方被焚烧,而那地方,即便是埋葬其他死去的人也是不合神圣律法的。
ἀκούετε δέ, οἶμαι, ὡς καὶ πάλαι θέλων τις ἔνδοξος γενέσθαι, ἐπεὶ κατʼ ἄλλον τρόπον οὐκ εἶχεν ἐπιτυχεῖν τούτου, ἐνέπρησε τῆς Ἐφεσίας Ἀρτέμιδος τὸν νεών.
我想你们也听说过,从前有人想要成名,既然用其他办法无法达到目的,便放火烧毁了艾菲索斯的阿耳忒弥斯神庙。
τοιοῦτόν τι καὶ αὐτὸς ἐπινοεῖ, τοσοῦτος ἔρως τῆς δόξης ἐντέτηκεν αὐτῷ.
他自己也在策划这样的一幕,对名声的渴望已经如此深地烙印在他心中。
§23καίτοι φησὶν ὅτι ὑπὲρ τῶν ἀνθρώπων αὐτὸ δρᾷ, ὡς διδάξειεν αὐτοὺς θανάτου καταφρονεῖν καὶ ἐγκαρτερεῖν τοῖς δεινοῖς.
然而他却声称,他是为了人类才这么做的,好教会他们蔑视死亡、在困境中坚忍。
ἐγὼ δὲ ἡδέως ἂν ἐροίμην οὐκ ἐκεῖνον ἀλλʼ ὑμᾶς, εἰ καὶ τοὺς κακούργους βούλοισθε ἂν μαθητὰς αὐτοῦ γενέσθαι τῆς καρτερίας ταύτης καὶ καταφρονεῖν θανάτου καὶ καύσεως καὶ τῶν τοιούτων δειμάτων.
但我很想问,不是问他,而是问你们:如果连恶棍也成为他在这种坚忍上的弟子,去蔑视死亡、火刑和此类恐惧,你们会愿意吗?
ἀλλʼ οὐκ ἂν εὖ οἶδʼ ὅτι βουληθείητε.
我深知你们是不会愿意的。
πῶς οὖν ὁ Πρωτεὺς τοῦτο διακρινεῖ καὶ τοὺς μὲν χρηστοὺς ὠφελήσει, τοὺς δὲ πονηροὺς οὐ φιλοκινδυνοτέρους καὶ τολμηροτέρους ἀποφανεῖ;
那么普罗透斯将如何区分这一点,并在造福善人的同时,不让恶人变得更加喜欢冒险、更加胆大妄为呢?
§24καίτοι δυνατὸν ἔστω ἐς τοῦτο μόνους ἀπαντήσεσθαι τοὺς πρὸς τὸ ὠφέλιμον ὀψομένους τὸ πρᾶγμα.
尽管如此,姑且假设只有那些带着有益视角来看待此事的人才会为此聚集。
ὑμᾶς δʼ οὖν αὖθις ἐρήσομαι, δέξαισθʼ ἂν ὑμῶν τοὺς παῖδας ζηλωτὰς τοῦ τοιούτου γενέσθαι;
但无论如何,我还是要再问你们:你们会允许自己的孩子成为这种行径的效仿者吗?
οὐκ ἂν εἴποιτε.
你们决不会说愿意。
καὶ τί τοῦτο ἠρόμην, ὅπου μηδʼ αὐτῶν τις τῶν μαθητῶν αὐτοῦ ζηλώσειεν ἄν;
我又何必问这个呢,因为甚至连他自己的弟子中也不会有人去效仿。
τὸν γοῦν Θεαγένη τοῦτο μάλιστα αἰτιάσαιτο ἄν τις, ὅτι τἄλλα ζηλῶν τἀνδρὸς οὐχ ἕπεται τῷ διδασκάλῳ καὶ συνοδεύει παρὰ τὸν Ἡρακλέα, ὥς φησιν, ἀπιόντι, δυνάμενος ἐν βραχεῖ πανευδαίμων γενέσθαι συνεμπεσὼν ἐπὶ κεφαλὴν ἐς τὸ πῦρ.
至少,人们可以特别指责塞阿格奈斯这一点:他虽然效仿那人的其他做派,却不跟随他的老师,不在老师宣称的前往赫拉克勒斯那里的旅途中伴其同行,尽管他本可以在极短的时间内,通过一起一头栽进火里而变得无比幸福。
οὐ γὰρ ἐν πήρᾳ καὶ βάκτρῳ καὶ τρίβωνι ὁ ζῆλος, ἀλλὰ ταῦτα μὲν ἀσφαλῆ καὶ ῥᾴδια καὶ παντὸς ἂν εἴη, τὸ τέλος δὲ καὶ τὸ κεφάλαιον χρὴ ζηλοῦν καὶ πυρὰν συνθέντα κορμῶν συκίνων ὡς ἔνι μάλιστα χλωρῶν ἐναποπνιγῆναι τῷ καπνῷ·
因为真正的效仿并不在于行囊、手杖和粗布斗篷,这些东西既安全又容易,人人皆可拥有;相反,应该效仿的是结局和精髓,是用尽可能湿透的无花果木堆起火刑堆,在浓烟中窒息而死。
τὸ πῦρ γὰρ αὐτὸ οὐ μόνον Ἡρακλέους καὶ Ἀσκληπιοῦ, ἀλλὰ καὶ τῶν ἱεροσύλων καὶ ἀνδροφόνων, οὓς ὁρᾶν ἔστιν ἐκ καταδίκης αὐτὸ πάσχοντας.
因为火本身不仅属于赫拉克勒斯和阿斯克勒庇俄斯,也属于神殿大盗和杀人犯,我们可以看到他们因判决而遭受火刑。
ὥστε ἄμεινον τὸ διὰ τοῦ καπνοῦ· ἴδιον γὰρ καὶ ὑμῶν ἂν μόνων γένοιτο.
所以,用浓烟窒息更好,因为这会成为唯独你们所特有的。