Humanitext Reader

琉善 · 叙利亚女神 §7-11

阿多尼斯河的奇观与圣城神殿的起源

第 2 段,共 12 段 · 希腊语

内容简介

作者讨论了毕布鲁斯关于奥西里斯安葬的传言、阿多尼斯河变红的合理自然解释以及黎巴嫩山上的神殿,随后指出圣城的神殿最为神圣且富有,并开始介绍关于其起源的各种说法。

§7εἰσὶ δὲ ἔνιοι Βυβλίων οἳ λέγουσι παρὰ σφίσι τεθάφθαι τὸν Ὄσιριν τὸν Αἰγύπτιον, καὶ τὰ πένθεα καὶ τὰ ὄργια οὐκ ἐς τὸν Ἄδωνιν ἀλλʼ ἐς τὸν Ὄσιριν πάντα πρήσσεσθαι.
毕布鲁斯人中,有些人说埃及的奥西里斯就埋在他们那里,所有的哀悼和秘仪都不是为了阿多尼斯,而是为了奥西里斯而举行的。
ἐρέω δὲ καὶ ὁκόθεν καὶ τάδε πιστὰ δοκέουσι.
我也将讲述他们为什么认为这些是可信的。
κεφαλὴ ἑκάστου ἔτεος ἐξ Αἰγύπτου ἐς τὴν Βύβλον ἀπικνέεται πλώουσα τὸν μεταξὺ πλόον ἑπτὰ ἡμερέων, καί μιν οἱ ἄνεμοι φέρουσι θείῃ ναυτιλίῃ· τρέπεται δὲ οὐδαμά, ἀλλʼ ἐς μούνην τὴν Βύβλον ἀπικνέεται.
每年都有一个头部从埃及漂流到毕布鲁斯,在两地之间航行七天,风以神圣的航行运送着它;它绝不偏离方向,而是只到达毕布鲁斯。
καὶ ἔστι τὸ σύμπαν θωῦμα.
这完全是一个奇迹。
καὶ τοῦτο ἑκάστου ἔτεος γίγνεται, τὸ καὶ ἐμεῦ παρεόντος ἐν Βύβλῳ ἐγένετο· καὶ τὴν κεφαλὴν ἐθεησάμην Βυβλίνην.
这件事每年都会发生,我在毕布鲁斯时也发生了;我亲眼看到了那个毕布鲁斯的头部。
§8ἔνι δὲ καὶ ἄλλο θωῦμα ἐν τῇ χώρῃ τῇ Βυβλίῃ.
在毕布鲁斯的土地上还有另一个奇迹。
ποταμὸς ἐκ τοῦ Λιβάνου τοῦ οὔρεος ἐς τὴν ἅλα ἐκδιδοῖ· οὔνομα τῷ ποταμῷ Ἄδωνις ἐπικέαται.
有一条河从黎巴嫩山流入大海;这条河被冠以阿多尼斯的名字。
ὁ δὲ ποταμὸς ἑκάστου ἔτεος αἱμάσσεται καὶ τὴν χροιὴν ὀλέσας ἐσπίπτει ἐς τὴν θάλασσαν καὶ φοινίσσει τὸ πολλὸν τοῦ πελάγεος καὶ σημαίνει τοῖς Βυβλίοις τὰ πένθεα.
这条河每年都会被染红,失去原有的颜色后汇入大海,将大片海面染成红色,并向毕布鲁斯人宣告哀悼的开始。
μυθέονται δὲ ὅτι ταύτῃσι τῇσι ἡμέρῃσιν ὁ Ἄδωνις ἀνὰ τὸν Λίβανον τιτρώσκεται, καὶ τὸ αἷμα ἐς τὸ ὕδωρ ἐρχόμενον ἀλλάσσει τὸν ποταμὸν καὶ τῷ ῥόῳ τὴν ἐπωνυμίην διδοῖ.
他们传说在这几天里,阿多尼斯在黎巴嫩山上受伤,他的血流入水中改变了河流,并给这股溪流赋予了名字。
ταῦτα μὲν οἱ πολλοὶ λέγουσιν.
这是大多数人的说法。
ἐμοὶ δέ τις ἀνὴρ Βύβλιος ἀληθέα δοκέων λέγειν ἑτέρην ἀπηγέετο τοῦ πάθεος αἰτίην.
但一个在我看来是在说真话的毕布鲁斯人向我讲述了这一现象的另一个原因。
ἔλεγεν δὲ ὧδε· ὁ Ἄδωνις ὁ ποταμός, ὦ ξεῖνε, διὰ τοῦ Λιβάνου ἔρχεται·
他是这样说的: “外乡人啊,阿多尼斯河穿过黎巴嫩;而黎巴嫩拥有非常多的黄土。
ὁ δὲ Λίβανος κάρτα ξανθόγεώς ἐστιν. ἄνεμοι ὦν τρηχέες ἐκείνῃσι τῇσι ἡμέρῃσι ἱστάμενοι τὴν γῆν τῷ ποταμῷ ἐπιφέρουσιν ἐοῦσαν ἐς τὰ μάλιστα μιλτώδεα, ἡ δὲ γῆ μιν αἱμώδεα τίθησιν· καὶ τοῦδε τοῦ πάθεος οὐ τὸ αἷμα, τὸ λέγουσιν, ἀλλʼ ἡ χώρη αἰτίη.
因此,在那些日子里,刮起的猛烈大风将极其呈朱红色的泥土带入河中,泥土使它看起来像血一样;所以这一现象的原因不是他们所说的血,而是土地。
ὁ μέν μοι Βύβλιος τοσάδε ἀπηγέετο· εἰ δὲ ἀτρεκέως ταῦτα ἔλεγεν, ἐμοὶ μὲν δοκέει κάρτα θείη καὶ τοῦ ἀνέμου ἡ συντυχίη.
” 那个毕布鲁斯人对我说了这么多;但即使他说的是实情,在我看来,这风的巧合本身也是极其神圣的。
§9ἀνέβην δὲ καὶ ἐς τὸν Λίβανον ἐκ Βύβλου, ὁδὸν ἡμέρης, πυθόμενος αὐτόθι ἀρχαῖον ἱρὸν Ἀφροδίτης ἔμμεναι, τὸ Κινύρης εἵσατο, καὶ εἶδον τὸ ἱρόν, καὶ ἀρχαῖον ἦν.
我还从毕布鲁斯登上了黎巴嫩山,走了一天的路程,因为听说那里有一座古老的阿佛洛狄忒神殿,是基尼拉斯建立的。 我看到了那座神殿,它确实非常古老。
τάδε μέν ἐστι τὰ ἐν τῇ Συρίῃ ἀρχαῖα καὶ μεγάλα ἱρά.
这些确实是叙利亚古老而宏伟的神殿。
§10τοσούτων δὲ ἐόντων ἐμοὶ δοκέει οὐδὲν τῶν ἐν τῇ ἱρῇ πόλει μέζον ἔμμεναι οὐδὲ νηὸς ἄλλος ἁγιώτερος οὐδὲ χώρη ἄλλη ἱροτέρη.
虽然有这么多神殿,但在我看来,没有一个比圣城里的神殿更宏伟,也没有其他任何神殿更神圣,没有其他任何土地更圣洁。
ἔνι δὲ ἐν αὐτῷ καὶ ἔργα πολυτελέα καὶ ἀρχαῖα ἀναθήματα καὶ πολλὰ θωύματα καὶ ξόανα θεοπρεπέα.
在它里面有昂贵的艺术品、古老的献纳物、许多奇迹以及配得上神灵的木雕像。
καὶ θεοὶ δὲ κάρτα αὐτοῖσιν ἐμφανέες· ἱδρώει γὰρ δὴ ὦν παρὰ σφίσι τὰ ξόανα καὶ κινέεται καὶ χρησμηγορέει, καὶ βοὴ δὲ πολλάκις ἐγένετο ἐν τῷ νηῷ κλεισθέντος τοῦ ἱροῦ, καὶ πολλοὶ ἤκουσαν.
神灵们在他们面前也极其显赫;因为在他们那里,木雕像会流汗、移动、传达神谕,而且当神殿关闭时,殿内经常会传出叫喊声,许多人都听到了。
ναὶ μὴν καὶ ὄλβου πέρι ἐν τοῖσιν ἐγὼ οἶδα πρῶτόν ἐστιν· πολλὰ γὰρ αὐτοῖσιν ἀπικνέεται χρήματα ἔκ τε Ἀραβίης καὶ Φοινίκων καὶ Βαβυλωνίων καὶ ἄλλα ἐκ Καππαδοκίης, τὰ δὲ καὶ Κίλικες φέρουσι, τὰ δὲ καὶ Ἀσσύριοι.
此外,就财富而言,在我所知道的地方中它是第一位的;因为有许多财物从阿拉伯、腓尼基、巴比伦运到他们那里,还有其他财物来自卡帕多奇亚,有些是基里基亚人运来的,有些是亚述人运来的。
εἶδον δὲ ἐγὼ καὶ τὰ ἐν τῷ νηῷ λάθρῃ ἀποκέαται, ἐσθῆτα πολλὴν καὶ ἄλλα ὁκόσα ἐς ἄργυρον ἢ ἐς χρυσὸν ἀποκέκριται.
我也看到了在神殿中秘密存放的东西,大量的衣物以及其他凡属于金银类的物品。
ὁρταὶ μὲν γὰρ καὶ πανηγύριες οὐδαμοῖσιν ἄλλοισιν ἀνθρώπων τοσαίδε ἀποδεδέχαται.
因为在其他任何人类中,都没有规定过如此之多的节日和全祭典。
§11ἱστορέοντι δέ μοι ἐτέων πέρι, ὁκόσα τῷ ἱρῷ ἐστιν, καὶ τὴν θεὸν αὐτοὶ ἥντινα δοκέουσιν, πολλοὶ λόγοι ἐλέγοντο, τῶν οἱ μὲν ἱροί, οἱ δὲ ἐμφανέες, οἱ δὲ κάρτα μυθώδεες, καὶ ἄλλοι βάρβαροι, οἱ μὲν τοῖσιν Ἕλλησιν ὁμολογέοντες· τοὺς ἐγὼ πάντας μὲν ἐρέω, δέκομαι δὲ οὐδαμά.
当我探询神殿存在了多少年,以及他们自己认为这位女神是谁时,听到了许多说法,其中有些是神圣的,有些是显而易见的,有些是极具神话色彩的,还有一些是异族的,其中一些与希腊人的说法一致;我将把它们全部讲述出来,但我绝不全盘接受。

词汇与语法注释

  1. §7ὁκόθεν καὶ τάδε πιστὰ δοκέουσι — 间接疑问从句,意为“他们何以(从何处)认为这些也是可信的”。`ὁκόθεν` 是与雅典方言 `πόθεν` 对应的爱奥尼亚方言间接疑问副词。
  2. §8ἐμοὶ δέ τις ἀνὴρ Βύβλιος ἀληθέα δοκέων λέγειν ἑτέρην ἀπηγέετο — 分词 `δοκέων` 与主句的主语 `τις ἀνὴρ Βύβλιος` 一致。与格 `ἐμοὶ` 宾于 `δοκέων`(意为“在我看来”)。
  3. §10κλεισθέντος τοῦ ἱροῦ — 属格独立结构,表示时间状况:“当神殿被关闭时”。
  4. §11ἱστορέοντι δέ μοι — 与格分词结构。对于主句的被动动词 `ἐλέγοντο`(第三人称复数),通过与格 `μοι` 及与其一致的现在分词 `ἱστορέοντι` 来表示探究的主体(意为“对于正在探询的我而言,许多说法被讲述了”)。

引用这一段

琉善, 叙利亚女神 §7-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:7-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。