§1Ἔστιν ἐν Συρίῃ πόλις οὐ πολλὸν ἀπὸ τοῦ Εὐφρήτεω ποταμοῦ, καλέεται δὲ Ἱρή, καὶ ἔστιν ἱρὴ τῆς Ἥρης τῆς Ἀσσυρίης.
在叙利亚有一座城市,离幼发拉底河不远,被称为希埃拉,它是阿斯里亚的赫拉的圣地。
δοκέει δέ μοι, τόδε τὸ οὔνομα οὐκ ἅμα τῇ πόλει οἰκεομένῃ ἐγένετο, ἀλλὰ τὸ μὲν ἀρχαῖον ἄλλο ἦν, μετὰ δὲ σφίσι τῶν ἱρῶν μεγάλων γιγνομένων ἐς τόδε ἡ ἐπωνυμίη ἀπίκετο.
但在我看来,这个名字并不是在这座城市建立时就有的,而是古时候另有他名,后来随着他们的祭祀仪式变得盛大,才得到了这个称呼。
περὶ ταύτης ὦν τῆς πόλιος ἔρχομαι ἐρέων ὁκόσα ἐν αὐτῇ Ἔστιν· ἐρέω δὲ καὶ νόμους τοῖσιν ἐς τὰ ἱρὰ χρέωνται, καὶ πανηγύριας τὰς ἄγουσιν καὶ θυσίας τὰς ἐπιτελέουσιν.
因此,关于这座城市,我将讲述其中所拥有的万物;我还要讲述他们在神圣事务中使用的法律,他们举行的节日,以及他们献上的祭祀。
ἐρέω δὲ καὶ ὁκόσα καὶ περὶ τῶν τὸ ἱρὸν εἱσαμένων μυθολογέουσι, καὶ τὸν νηὸν ὅκως ἐγένετο.
我还要讲述他们关于建立神殿之人的传说,以及神殿是如何建成的。
γράφω δὲ Ἀσσύριος ἐών, καὶ τῶν ἀπηγέομαι τὰ μὲν αὐτοψίῃ μαθών, τὰ δὲ παρὰ τῶν ἱρέων ἐδάην, ὁκόσα ἐόντα ἐμεῦ πρεσβύτερα ἐγὼ ἱστορέω.
我作为亚述人撰写此书,在我的叙述中,有些是我亲眼所见而学到的,有些是我从神官那里听来的,这些都是在我之前就存在、由我调查探究的事情。
§2πρῶτοι μὲν ὦν ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν Αἰγύπτιοι λέγονται θεῶν τε ἐννοίην λαβεῖν καὶ ἱρὰ εἵσασθαι καὶ τεμένεα καὶ πανηγύριας ἀποδεῖξαι.
在我们所知的人类中,据说埃及人最早想到了神,并且建立了神殿、划定了圣域、创立了节日。
πρῶτοι δὲ καὶ οὐνόματα ἱρὰ ἔγνωσαν καὶ λόγους ἱροὺς ἔλεξαν.
他们也最早知道了神圣的名字,并讲述了神圣的故事。
μετὰ δὲ οὐ πολλοστῷ χρόνῳ παρʼ Αἰγυπτίων λόγον Ἀσσύριοι ἐς θεοὺς ἤκουσαν, καὶ ἱρὰ καὶ νηοὺς ἤγειραν, ἐν τοῖς καὶ ἀγάλματα ἔθεντο καὶ ξόανα ἐστήσαντο.
不久之后,亚述人从埃及人那里听到了关于神灵的说法,并建造了神殿和殿宇,在其中放置了神像,并竖立了木雕像。
§3τὸ δὲ παλαιὸν καὶ παρʼ Αἰγυπτίοισιν ἀξόανοι νηοὶ ἔσαν.
在古代,即使在埃及人中也有无雕像的神殿。
καὶ ἔστιν ἱρὰ καὶ ἐν Συρίῃ οὐ παρὰ πολὺ τοῖς Αἰγυπτίοισιν ἰσοχρονέοντα, τῶν ἐγὼ πλεῖστα ὄπωπα, τό γε τοῦ Ἡρακλέος τὸ ἐν Τύρῳ, οὐ τούτου τοῦ Ἡρακλέος τὸν Ἕλληνες ἀείδουσιν, ἀλλὰ τὸν ἐγὼ λέγω πολλὸν ἀρχαιότερος καὶ Τύριος ἥρως ἐστίν.
在叙利亚也有在时间上与埃及人不相上下的神殿,其中大多数我都见过,尤其是泰尔的赫拉克勒斯神殿,这并非希腊人所歌颂的那位赫拉克勒斯,而是我所说的、要古老得多的泰尔英雄。
§4ἔνι δὲ καὶ ἄλλο ἱρὸν ἐν Φοινίκῃ μέγα, τὸ Σιδόνιοι ἔχουσιν.
在腓尼基还有另一座宏伟的神殿,为西顿人所拥有。
ὡς μὲν αὐτοὶ λέγουσιν, Ἀστάρτης ἐστίν· Ἀστάρτην δʼ ἐγὼ δοκέω Σεληναίην ἔμμεναι.
正如他们自己所说,那是阿斯塔特的神殿;但我认为阿斯塔特就是塞勒涅。
ὡς δέ μοί τις τῶν ἱρέων ἀπηγέετο, Εὐρώπης ἐστὶν τῆς Κάδμου ἀδελφεῆς·
但正如一位神官向我讲述的那样,那是卡德摩斯的姐妹欧罗巴的神殿。
ταύτην δὲ ἐοῦσαν Ἀγήνορος τοῦ βασιλέως θυγατέρα, ἐπειδή τε ἀφανὴς ἐγεγόνεεν, οἱ Φοίνικες τῷ νηῷ ἐτιμήσαντο καὶ λόγον ἱρὸν ἐπʼ αὐτῇ ἔλεξαν, ὅτι ἐοῦσαν καλὴν Ζεὺς ἐπόθεεν καὶ τὸ εἶδος εἰς ταῦρον ἀμειψάμενος ἥρπασεν καί μιν ἐς Κρήτην φέρων ἀπίκετο.
她本是国王阿革诺尔的女儿,在她失踪后,腓尼基人建造了神殿来纪念她,并讲述了关于她的神圣故事,说因为她美丽,宙斯渴望她,改变形象化作公牛将她劫走,并载着她来到了克里特岛。
τάδε μὲν καὶ τῶν ἄλλων Φοινίκων ἤκουον, καὶ τὸ νόμισμα τῷ Σιδόνιοι χρέωνται τὴν Εὐρώπην ἐφεζομένην ἔχει τῷ ταύρῳ τῷ Διί· τὸν δὲ νηὸν οὐκ ὁμολογέουσιν Εὐρώπης ἔμμεναι.
我也从其他腓尼基人那里听到了这些事情,而且西顿人使用的货币上铸有坐在公牛背上的欧罗巴;然而,他们并不承认那座神殿是属于欧罗巴的。
§5ἔχουσι δὲ καὶ ἄλλο Φοίνικες ἱρόν, οὐκ Ἀσσύριον ἀλλʼ Αἰγύπτιον, τὸ ἐξ Ἡλίου πόλιος ἐς τὴν Φοινίκην ἀπίκετο.
腓尼基人还有另一座神殿,不是亚述的而是埃及的,它是从赫利奥波利斯传入腓尼基的。
ἐγὼ μέν μιν οὐκ ὄπωπα, μέγα δὲ καὶ τόδε καὶ ἀρχαῖόν ἐστιν.
我自己未曾见过它,但它也是宏伟而古老的。
§6εἶδον δὲ καὶ ἐν Βύβλῳ μέγα ἱρὸν Ἀφροδίτης Βυβλίης, ἐν τῷ καὶ τὰ ὄργια ἐς Ἄδωνιν ἐπιτελέουσιν· ἐδάην δὲ καὶ τὰ ὄργια.
我在比布鲁斯也见过一座属于比布鲁斯阿佛洛狄忒的宏伟神殿,在其中他们也为阿多尼斯举行秘仪;我也学习了这些秘仪。
λέγουσι γὰρ δὴ ὦν τὸ ἔργον τὸ ἐς Ἄδωνιν ὑπὸ τοῦ συὸς ἐν τῇ χώρῃ τῇ σφετέρῃ γενέσθαι, καὶ μνήμην τοῦ πάθεος τύπτονταί τε ἑκάστου ἔτεος καὶ θρηνέουσι καὶ τὰ ὄργια ἐπιτελέουσι καὶ σφίσι μεγάλα πένθεα ἀνὰ τὴν χώρην ἵσταται.
因为他们确实说,针对阿多尼斯的惨剧是由野猪在他们的土地上造成的,为了纪念他的受难,他们每年都捶胸、哀哭并举行秘仪,全国上下都处于巨大的哀悼之中。
ἐπεὰν δὲ ἀποτύψωνταί τε καὶ ἀποκλαύσωνται, πρῶτα μὲν καταγίζουσι τῷ Ἀδώνιδι ὅκως ἐόντι νέκυι, μετὰ δὲ τῇ ἑτέρῃ ἡμέρῃ ζώειν τέ μιν μυθολογέουσι καὶ ἐς τὸν ἠέρα πέμπουσι καὶ τὰς κεφαλὰς ξύρονται ὅκως Αἰγύπτιοι ἀποθανόντος Ἄπιος.
当他们捶胸并哭泣完毕后,首先,他们向阿多尼斯献祭,就好像他是个死者,随后在第二天,他们传说他复活了并送入空中,并且剃光他们的头,就像埃及人在阿匹斯死时那样。
γυναικῶν δὲ ὁκόσαι οὐκ ἐθέλουσι ξύρεσθαι, τοιήνδε ζημίην ἐκτελέουσιν· ἐν μιῇ ἡμέρῃ ἐπὶ πρήσει τῆς ὥρης ἵστανται· ἡ δὲ ἀγορὴ μούνοισι ξείνοισι παρακέαται, καὶ ὁ μισθὸς ἐς τὴν Ἀφροδίτην θυσίη γίγνεται.
在妇女中,凡是不愿意剃头的,都要接受如下惩罚:在一天内,她们站出来出售她们的美色;而这个市场只对异乡人开放,所得的报酬则作为献给阿佛洛狄忒的祭品。