§12οἱ μὲν ὦν πολλοὶ Δευκαλίωνα τὸν Σκύθεα τὸ ἱρὸν εἵσασθαι λέγουσιν, τοῦτον Δευκαλίωνα ἐπὶ τοῦ τὸ πολλὸν ὕδωρ ἐγένετο.
大多数人说,斯基泰人丢卡利翁建立了这座神殿,这就是在他在世时发生大洪水的那位丢卡利翁。
Δευκαλίωνος δὲ πέρι λόγον ἐν Ἕλλησιν ἤκουσα, τὸν Ἕλληνες ἐπʼ αὐτῷ λέγουσιν.
关于丢卡利翁,我在希腊人中听过一个传说,是希腊人关于他所说的。
ὁ δὲ μῦθος ὧδε ἔχει.
这个神话是这样的。
ἥδε ἡ γενεή, οἱ νῦν ἄνθρωποι, οὐ πρῶτοι ἐγένοντο, ἀλλʼ ἐκείνη μὲν ἡ γενεὴ πάντες ὤλοντο, οὗτοι δὲ γένεος τοῦ δευτέρου εἰσί, τὸ αὖτις ἐκ Δευκαλίωνος ἐς πληθὺν ἀπίκετο.
这一代人,即现在的人类,并非最先产生的,而是那前一代人全都毁灭了,而这些人属于第二代,是再次由丢卡利翁繁衍而多起来的。
ἐκείνων δὲ πέρι τῶν ἀνθρώπων τάδε μυθέονται· ὑβρισταὶ κάρτα ἐόντες ἀθέμιστα ἔργα ἔπρησσον, οὔτε γὰρ ὅρκια ἐφύλασσον οὔτε ξείνους ἐδέκοντο οὔτε ἱκετέων ἠνείχοντο, ἀνθʼ ὧν σφίσιν ἡ μεγάλη συμφορὴ ἀπίκετο.
关于那些人,传说如下:他们极其傲慢,行不义之事,因为他们既不遵守誓言,也不接纳外邦人,更不宽容恳求者,为此大难临头。
αὐτίκα ἡ γῆ πολλὸν ὕδωρ ἐκδιδοῖ καὶ ὄμβροι μεγάλοι ἐγένοντο καὶ οἱ ποταμοὶ κατέβησαν μέζονες καὶ ἡ θάλασσα ἐπὶ πολλὸν ἀνέβη, ἐς ὃ πάντα ὕδωρ ἐγένοντο καὶ πάντες ὤλοντο, Δευκαλίων δὲ μοῦνος ἀνθρώπων ἐλίπετο ἐς γενεὴν δευτέρην εὐβουλίης τε καὶ τοῦ εὐσεβέος εἵνεκα.
顿时大地喷涌出大量的积水,大雨倾盆,河水暴涨流下,海水大大上升,直到一切都变成了水,所有人全都毁灭了,唯独丢卡利翁因其智慧与虔敬,为了第二代人类而被留存下来。
ἡ δέ οἱ σωτηρίη ἥδε ἐγένετο· λάρνακα μεγάλην, τὴν αὐτὸς εἶχεν, ἐς ταύτην ἐσβιβάσας παῖδάς τε καὶ γυναῖκας ἑωυτοῦ ἐσέβη·
他的得救是这样发生的:他把自己的孩子和妻子放进自己拥有的一只大箱子里,自己也进去了。
ἐσβαίνοντι δέ οἱ ἀπίκοντο σύες καὶ ἵπποι καὶ λεόντων γένεα καὶ ὄφιες καὶ ἄλλα ὁκόσα ἐν γῇ νέμονται, πάντα ἐς ζεύγεα.
当他进去时,猪、马、成群的狮子、蛇,以及其他所有在地上栖息的生物,全都成双成对地来到他身边。
ὁ δὲ πάντα ἐδέκετο, καί μιν οὐκ ἐσίνοντο, ἀλλά σφι μεγάλη διόθεν φιλίη ἐγένετο.
他把它们全部接纳进来,它们不仅没有伤害他,反而因宙斯之意,它们之间产生了伟大的友谊。
καὶ ἐν μιῇ λάρνακι πάντες ἔπλευσαν ἔστε τὸ ὕδωρ ἐπεκράτεεν.
于是在一只箱子里,他们全部共同航行,直到洪水退去。
τὰ μὲν Δευκαλίωνος πέρι Ἕλληνες ἱστορέουσι.
这就是希腊人所叙述的关于丢卡利翁的事迹。
§13τὸ δὲ ἀπὸ τούτου λέγεται λόγος ὑπὸ τῶν ἐν τῇ ἱρῆ πόλει μεγάλως ἄξιος θωυμάσαι, ὅτι ἐν τῇ σφετέρῃ χώρῃ χάσμα μέγα ἐγένετο καὶ τὸ σύμπαν ὕδωρ κατεδέξατο· Δευκαλίων δέ, ἐπεὶ τάδε ἐγένετο, βωμούς τε ἔθετο καὶ νηὸν ἐπὶ τῷ χάσματι Ἥρης ἅγιον ἐστήσατο.
而在这之后,圣城的人们讲述了一个非常值得惊叹的传说:在他们的土地上出现了一个巨大的裂口,接纳了所有的水;丢卡利翁在这些事情发生后,设立了祭坛,并在裂口之上为赫拉建立了一座神圣的神殿。
ἐγὼ δὲ καὶ τὸ χάσμα εἶδον, καὶ ἔστιν ὑπὸ τῷ νηῷ κάρτα μικρόν.
我也亲眼看到了那个裂口,它在神殿下方,确实非常小。
εἰ μὲν ὦν πάλαι καὶ μέγα ἐὸν νῦν τοιόνδε ἐγένετο, οὐκ οἶδα· τὸ δὲ ἐγὼ εἶδον, μικρόν ἐστιν.
以前它是否很大而现在变成了这样,我不得而知;但我所看到的那个确实很小。
σῆμα δὲ τῆς ἱστορίης τόδε πρήσσουσιν. δὶς ἑκάστου ἔτεος ἐκ θαλάσσης ὕδωρ ἐς τὸν νηὸν ἀπικνέεται.
作为这个故事的见证,他们举行以下仪式:每年两次,水从大海运到神殿。
φέρουσι δὲ οὐκ ἱρέες μοῦνον, ἀλλὰ πᾶσα Συρίη καὶ Ἀραβίη, καὶ πέρηθεν τοῦ Εὐφρήτεω πολλοὶ ἄνθρωποι ἐς θάλασσαν ἔρχονται καὶ πάντες ὕδωρ φέρουσιν, τὸ πρῶτα μὲν ἐν τῷ νηῷ ἐκχέουσι, μετὰ δὲ ἐς τὸ χάσμα κατέρχεται, καὶ δέκεται τὸ χάσμα μικρὸν ἐὸν ὕδατος χρῆμα πολλόν.
运水的不仅是祭司,整个叙利亚和阿拉伯,以及幼发拉底河彼岸的许多人都会去大海,大家都运水来,他们首先在神殿里倾倒,然后水便流入裂口,而那个小小的裂口竟然能接纳大量的积水。
τὰ δὲ ποιέοντες Δευκαλίωνα ἐν τῷ ἱρῷ τόνδε νόμον θέσθαι λέγουσι συμφορῆς τε καὶ εὐεργεσίης μνῆμα ἔμμεναι.
他们说,举行这些仪式是丢卡利翁在神殿里确立的规矩,作为灾难与恩惠的纪念。
Ὁ μὲν ὦν ἀρχαῖος αὐτοῖσι λόγος ἀμφὶ τοῦ ἱροῦ τοιόσδε ἐστίν.
那么,关于他们神殿的古老传说就是这样的。
§14ἄλλοι δὲ Σεμίραμιν τὴν Βαβυλωνίην, τῆς δὴ πολλὰ ἔργα ἐν τῇ Ἀσίῃ ἐστίν, ταύτην καὶ τόδε τὸ ἕδος εἵσασθαι νομίζουσιν, οὐκ Ἥρῃ δὲ εἵσασθαι ἀλλὰ μητρὶ ἑωυτῆς, τῆς Δερκετὼ οὔνομα.
另一些人则认为,在亚洲留下诸多业绩的巴比伦人塞米拉米斯也建立了这一圣所,但她建这座神殿不是为了赫拉,而是为了她自己的母亲,名字叫德耳克托。
Δερκετοῦς δὲ εἶδος ἐν Φοινίκῃ ἐθεησάμην, θέημα ξένον· ἡμισέη μὲν γυνή, τὸ δὲ ὁκόσον ἐκ μηρῶν ἐς ἄκρους πόδας ἰχθύος οὐρὴ ἀποτείνεται.
我在腓尼基见过德耳克托的形象,那是一个奇特的奇观:一半是女人,而从大腿延伸到脚尖的另一半则是鱼尾。
ἡ δὲ ἐν τῇ ἱρῇ πόλει πᾶσα γυνή ἐστιν, πίστιες δὲ τοῦ λόγου αὐτοῖσιν οὐ κάρτα ἐμφανέες.
但圣城里的造像全都是女人,他们对这一传说的论据并不是很明朗。
ἰχθύας χρῆμα ἱρὸν νομίζουσιν καὶ οὔκοτε ἰχθύων ψαύουσι· καὶ ὄρνιθας τοὺς μὲν ἄλλους σιτέονται, περιστερὴν δὲ μούνην οὐ σιτέονται, ἀλλὰ σφίσιν ἥδε ἱρή.
他们视鱼为神圣之物,从不触摸鱼;至于鸟类,他们确实食用其他的鸟,但唯独不吃鸽子,因为鸽子对他们来说是神圣的。
τὰ δὲ γιγνόμενα δοκέει αὐτοῖς ποιέεσθαι Δερκετοῦς καὶ Σεμιράμιος εἵνεκα, τὸ μὲν ὅτι Δερκετὼ μορφὴν ἰχθύος ἔχει, τὸ δὲ ὅτι τὸ Σεμιράμιος τέλος ἐς περιστερὴν ἀπίκετο.
这些习俗在他们看来是为了德耳克托和塞米拉米斯的缘故而实行的,一方面是因为德耳克托具有鱼的形态,另一方面是因为塞米拉米斯的结局变成了鸽子。
ἀλλʼ ἐγὼ τὸν μὲν νηὸν ὅτι Σεμιράμιος ἔργον ἐστὶν τάχα κου δέξομαι· Δερκετοῦς δὲ τὸ ἱρὸν ἔμμεναι οὐδαμὰ πείθομαι, ἐπεὶ καὶ παρʼ Αἰγυπτίων ἐνίοισιν ἰχθύας οὐ σιτέονται, καὶ τάδε οὐ Δερκετοῖ χαρίζονται.
但我,虽然或许可以接受神殿是塞米拉米斯的功绩,但绝不相信这是德耳克托的神殿,因为在某些埃及人中也有人不吃鱼,而他们这样做并不是为了讨好德耳克托。