Humanitext Reader

琉善 · 叙利亚女神 §36-44

自行动作的阿波罗神谕、外侧神像与祭仪

第 10 段,共 12 段 · 希腊语

内容简介

阿波罗神像自行动作并降下神谕的过程,神殿外设立的各种神像(包括塞米拉米斯像及其由来),神殿的侍奉者(祭司与圣职人员),以及对宙斯与赫拉进行祭祀的不同仪式。

§36ἔργων δὲ αὐτοῦ πέρι πολλὰ μὲν ἔχω εἰπεῖν, ἐρέω δὲ τὸ μάλιστα θωυμάζειν ἄξιον.
关于他的功业,虽然我有许多话要说,但我将讲述那最值得惊叹的事。
πρῶτα δὲ τοῦ μαντηίου ἐπιμνήσομαι.
首先,我将提及那神谕所。
μαντήια πολλὰ μὲν παρʼ Ἕλλησι, πολλὰ δὲ καὶ παρʼ Αἰγυπτίοισι, τὰ δὲ καὶ ἐν Λιβύῃ, καὶ ἐν τῇ δὲ Ἀσίῃ πολλά ἐστιν.
在希腊人中确实有许多神谕所,在埃及人中也有许多,在利比亚也有一些,在亚洲也有许多。
ἀλλὰ τὰ μὲν οὔτε ἱρέων ἄνευ οὔτε προφητέων φθέγγονται, ὅδε δὲ αὐτός τε κινέεται καὶ τὴν μαντηίην ἐς τέλος αὐτουργέει.
然而,那些神谕所若无祭司或预言者便无法发出声音,而这尊神像不仅能自行动作,还能自始至终亲自完成神谕的传达。
τρόπος δὲ αὐτῆς τοιόσδε. εὖτʼ ἂν ἐθέλῃ χρησμηγορέειν, ἐν τῇ ἕδρῃ πρῶτα κινέεται, οἱ δέ μιν ἱρέες αὐτίκα ἀείρουσιν· ἢν δὲ μὴ ἀείρωσιν, ὁ δὲ ἱδρώει καὶ ἐς μέζον ἔτι κινέεται.
其方式如下:每当它想要传达神谕时,首先会在宝座上动起来,祭司们便会立即将它抬起;如果他们不抬起它,它就会出汗,并且动得更加剧烈。
εὖτʼ ἂν δὲ ὑποδύντες φέρωσιν, ἄγει σφέας πάντῃ περιδινέων καὶ ἐς ἄλλον ἐξ ἑτέρου μεταπηδέων.
当他们伏在它下面抬着它时,它就会带着他们四处旋转,并从一处跳到另一处。
τέλος ὁ ἀρχιερεὺς ἀντιάσας ἐπερέεταί μιν περὶ ἁπάντων πρηγμάτων· ὁ δὲ ἤν τι μὴ ἐθέλῃ ποιέεσθαι, ὀπίσω ἀναχωρέει, ἢν δέ τι ἐπαινέῃ, ἄγει ἐς τὸ πρόσω τοὺς προφέροντας ὅκωσπερ ἡνιοχέων.
最后,大祭司迎上前去,就所有的事情向它发问;而如果它不想做某事,它就会向后退,但如果它赞同某事,它就会像御者一样,带领着抬它的人向前走。
οὕτως μὲν συναγείρουσι τὰ θέσφατα, καὶ οὔτε ἱρὸν πρῆγμα οὐδὲν οὔτε ἴδιον τούτου ἄνευ ποιέουσιν.
他们就是这样收集神谕的,无论是神圣的事物还是私人的事务,没有这个他们什么都不做。
λέγει δὲ καὶ τοῦ ἔτεος πέρι καὶ τῶν ὡρέων αὐτοῦ πασέων, καὶ ὁκότε οὐκ ἔρονται.
它还会讲述关于这一年及其所有季节的事,甚至在他们不发问的时候也是如此。
λέγει δὲ καὶ τοῦ σημηίου πέρι, κότε χρή μιν ἀποδημέειν τὴν εἶπον ἀποδημίην.
它还会讲述关于“信标”的事,即它何时应该去进行我所说的那次旅程。
§37ἐρέω δὲ καὶ ἄλλο, τὸ ἐμεῦ παρεόντος ἔπρηξεν.
我还将讲述另一件事,那是它在我现场见证下所做的事。
οἱ μέν μιν ἱρέες ἀείροντες ἔφερον, ὁ δὲ τοὺς μὲν ἐν γῇ κάτω ἔλιπεν, αὐτὸς δὲ ἐν τῷ ἠέρι μοῦνος ἐφορέετο.
祭司们把它抬起来运送,它却将他们留在下方的地面上,而它自己则独自在空中被运送。
§38μετὰ δὲ τὸν Ἀπόλλωνα ξόανόν ἐστιν Ἄτλαντος, μετὰ δὲ Ἑρμέω καὶ Εἰλειθυίης.
在阿波罗之后,是阿特拉斯的神像,再之后是赫尔墨斯和埃勒提亚的神像。
§39τὰ μὲν ὦν ἐντὸς τοῦ νηοῦ ὧδε κεκοσμέαται· ἔξω δὲ βωμός τε κέαται μέγας χάλκεος, ἐν δὲ καὶ ἄλλα ξόανα μυρία χάλκεα βασιλέων τε καὶ ἱρέων· καταλέξω δὲ τῶν μάλιστα ἄξιον μνήσασθαι.
神殿内部的事物就是这样装饰的;但在外面放着一个巨大的青铜祭坛,在其中还有无数其他国王和祭司的青铜神像;在这些神像中,我将列举那些最值得提及的。
ἐν ἀριστερῇ τοῦ νεὼ Σεμιράμιος ξόανον ἕστηκεν ἐν δεξιῇ τὸν νηὸν ἐπιδεικνύουσα.
在神殿的左侧立着塞米拉米斯的神像,用右手指向神殿。
ἀνέστη δὲ διʼ αἰτίην τοιήνδε. ἀνθρώποισιν ὁκόσοι Συρίην οἰκέουσιν νόμον ἐποιέετο ἑαυτὴν μὲν ὅκως θεὸν ἱλάσκεσθαι, θεῶν δὲ τῶν ἄλλων καὶ αὐτῆς Ἥρης ἀλογέειν.
它立在这里是由于以下原因:对于所有居住在叙利亚的人,她制定了一条法律,要求人们像供奉神明一样来平息她,却忽视其他诸神以及赫拉本人。
καὶ ὧδε ἐποίεον.
他们也确实这样做了。
μετὰ δὲ ὥς οἱ θεόθεν ἀπίκοντο νοῦσοί τε καὶ συμφοραὶ καὶ ἄλγεα, μανίης μὲν ἐκείνης ἀπεπαύσατο καὶ θνητὴν ἑωυτὴν ὁμολόγεεν καὶ τοῖσιν ὑπηκόοισιν αὖτις ἐκέλευεν ἐς Ἥρην τρέπεσθαι.
但后来,当来自神明的疾病、不幸和痛苦降临到她身上时,她便停止了那种疯狂,承认自己是凡人,并再次命令她的臣民转向赫拉。
τοὔνεκα δὴ ἔτι τοιήδε ἀνέστηκεν, τοῖσιν ἀπικνεομένοισι τὴν Ἥρην ἱλάσκεσθαι δεικνύουσα, καὶ θεὸν οὐκέτι ἑωυτὴν ἀλλʼ ἐκείνην ὁμολογέουσα.
因此,她至今仍以这种姿态立着,向到来的人们指示去平息赫拉,并承认自己不再是神,而她才是神。
§40εἶδον δὲ καὶ αὐτόθι Ἑλένης ἄγαλμα καὶ Ἑκάβης καὶ Ἀνδρομάχης καὶ Πάριδος καὶ Ἕκτορος καὶ Ἀχιλλέος.
我还在那里看到了海伦的神像,以及赫卡柏、安德洛玛刻、帕里斯、赫克托耳和阿喀琉斯的神像。
εἶδον δὲ καὶ Νειρέος εἶδος τοῦ Ἀγλαΐης, καὶ Φιλομήλην καὶ Πρόκνην ἔτι γυναῖκας, καὶ αὐτὸν Τηρέα ὄρνιθα, καὶ ἄλλο ἄγαλμα Σεμιράμιος, καὶ Κομβάβου τὸ κατέλεξα, καὶ Στρατονίκης κάρτα καλόν, καὶ Ἀλεξάνδρου αὐτῷ ἐκείνῳ εἴκελον, παρὰ δέ οἱ Σαρδανάπαλλος ἕστηκεν ἄλλῃ μορφῇ καὶ ἄλλῃ στολῇ.
我还看到了阿格莱亚之子尼柔斯的形象,以及仍为女人形象的菲洛美拉和普洛克涅,还有已经成为鸟类的忒柔斯本人,塞米拉米斯的另一尊神像,我曾提及的孔巴博斯的神像,极其美丽的斯特拉托妮可的神像,以及与亚历山大本人一模一样的神像,而在他的身旁立着沙尔丹那帕拉,其形象和服饰均不相同。
§41ἐν δὲ τῇ αὐλῇ ἄφετοι νέμονται βόες μεγάλοι καὶ ἵπποι καὶ ἀετοὶ καὶ ἄρκτοι καὶ λέοντες, καὶ ἀνθρώπους οὐδαμὰ σίνονται, ἀλλὰ πάντες ἱροί τέ εἰσι καὶ χειροήθεες.
在庭院里,放牧着巨大的牛、马、鹰、熊和狮子,它们绝不伤害人类,而是全部为圣物且温顺驯服。
§42ἱρέες δὲ αὐτοῖσι πολλοὶ ἀποδεδέχαται, τῶν οἱ μὲν τὰ ἱρήια σφάζουσιν, οἱ δὲ σπονδηφορέουσιν, ἄλλοι δὲ πυρφόροι καλέονται καὶ ἄλλοι παραβώμιοι.
为他们任命了许多祭司,其中有些人宰杀祭品,有些人奉献奠酒,另一些人被称为持火者,还有一些人被称为祭坛助手。
ἐπʼ ἐμεῦ δὲ πλείονες καὶ τριηκοσίων ἐς τὴν θυσίην ἀπικνέοντο.
在我的时代,有三百多人来参加祭祀。
ἐσθὴς δὲ αὐτέοισι πᾶσι λευκή, καὶ πῖλον ἐπὶ τῇ κεφαλῇ ἔχουσιν.
他们所有人的衣着都是白色的,头上戴着毡帽。
ἀρχιερεὺς δὲ ἄλλος ἑκάστου ἔτεος ἐπιγίγνεται, πορφυρέην τε μοῦνος οὗτος φορέει καὶ τιάρῃ χρυσέῃ ἀναδέεται.
大祭司每年轮换一人,唯独此人身穿紫色衣物,头上系着金色冠带。
§43ἔστι δὲ καὶ ἄλλο πλῆθος ἀνθρώπων ἱρῶν αὐλητέων τε καὶ συριστέων καὶ Γάλλων, καὶ γυναῖκες ἐπιμανέες τε καὶ φρενοβλαβέες.
此外,还有另一群圣职人员,包括笛手、排箫手、加洛斯,以及那些狂热且丧失理智的女人。
§44θυσίη δὲ δὶς ἑκάστης ἡμέρης ἐπιτελέεται, ἐς τὴν πάντες ἀπικνέονται.
祭祀每天举行两次,所有人都会参加。
Διὶ μὲν ὦν κατʼ ἡσυχίην θύουσιν οὔτε ἀείδοντες οὔτε αὐλέοντες· εὖτʼ ἂν δὲ τῇ Ἥρῃ κατάρχωνται, ἀείδουσίν τε καὶ αὐλέουσιν καὶ κρόταλα ἐπικροτέουσιν.
对宙斯,他们安安静静地祭祀,既不唱歌也不吹笛;但每当他们开始对赫拉进行祭祀时,他们就会唱歌、吹笛、击打响板。
καί μοι τούτου πέρι σαφὲς οὐδὲν εἰπεῖν ἐδύναντο.
对于这件事,他们无法对我做出任何清晰的解释。

词汇与语法注释

  1. ¦p.v.4.p.392¦ἀλλὰ τὰ μὲν οὔτε ἱρέων ἄνευ οὔτε προφητέων φθέγγονται — 使用连词 `ἀλλὰ` 的对比结构。为了明确其他神谕所(`τὰ μὲν`)与阿波罗神像自行动作(`ὅδε δὲ`)之间的对比,此处将 `τὰ μὲν` 理解为指代前文提到的其他神谕所。
  2. §39ἀνθρώποισιν ὁκόσοι Συρίην οἰκέουσιν νόμον ἐποιέετο — 包含关系从句的短语 `ἀνθρώποισιν ὁκόσοι...` 是支配主动词 `ἐποιέετο`(主语为塞米拉米斯)的与格。不定式 `ἱλάσκεσθαι` 与 `ἀλογέειν` 的逻辑主语是通过该与格所表示的叙利亚居民。`ἑαυτὴν` 作为 `ἱλάσκεσθαι` 的直接宾语。
  3. §40Φιλομήλην καὶ Πρόκνην ἔτι γυναῖκας, καὶ αὐτὸν Τηρέα ὄρνιθα — 利用同格名词/形容词(`γυναῖκας`, `ὄρνιθα`)对比神话中的变形。对于菲洛美拉和普洛克涅,使用 `ἔτι` 强调其“仍为女人(变形前)”的状态;而对于忒柔斯,则使用 `αὐτὸν` 强调其“自身已成鸟类(变形后)”的状态。
  4. §44εὖτʼ ἂν δὲ τῇ Ἥρῃ κατάρχωνται — 由连词 `εὖτʼ 添` 与虚拟语气 `κατάρχωνται` 构成的时间条件从句。中动/不及物动词 `κατάρχομαι` 意为仪式的“开始”,在此指对赫拉祭祀的开始。

引用这一段

琉善, 叙利亚女神 §36-44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:36-44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。