Humanitext Reader

琉善 · 叙利亚女神 §25-27

康巴博的清白与加洛斯习俗的起源

第 7 段,共 12 段 · 希腊语

内容简介

康巴博通过展示寄存物和自己的身体证明了自己的清白,赢得了国王深切的悔恨与宠爱,并得以完成神殿的建造。同时,他的朋友们随之阉割以及他改穿女装的缘由,被解释为如今加洛斯阉割和着女装习俗的起源。

§25ὁ δὲ τέως μὲν ἑστήκεεν λέγων οὐδέν· ἐπεὶ δὲ ἤδη ἐς τὸν φόνον ἤγετο, φθέγξατό τε καὶ τὸ κειμήλιον αἴτεε, λέγων ὡς ἀναιρέει μιν οὐχ ὕβριος οὐδὲ γάμων εἵνεκα, ἀλλὰ ἐκείνων ἐπιθυμέων τά οἱ ἀπιὼν παρεθήκατο.
他站了一会儿,什么也没说;但当他已被带去执行死刑时,他开口并请求拿回那件寄存物,说他被处死并非因为侮辱或通奸,而是因为国王渴望得到他出发时寄托在国王那里的那些东西。
πρὸς τάδε ὁ βασιλεὺς καλέσας τὸν ταμίην ἐκέλευεν ἐνεῖκαι τά οἱ φρουρέειν ἔδωκεν·
对此,国王召来保管人,命令他带走曾交给他看守的东西。
ὡς δὲ ἤνεικεν, λύσας τὴν σφρηγῖδα ὁ Κομβάβος τά τε ἐνεόντα ἐπέδειξεν καὶ ἑωυτὸν ὁκοῖα ἐπεπόνθεεν, ἔλεξέ τε, ὦ βασιλεῦ, τάδε τοι ἐγὼ ὀρρωδέων, εὖτέ με ταύτην ὁδὸν ἔπεμπες, ἀέκων ᾖον·
当他带来后,康巴博解开印章,展示了里面的东西以及自己所遭受的痛苦,并说: “大王,正是因为害怕这些事情,当你派我踏上这段旅程时,我是不情愿地去的。
καὶ ἐπεί με ἀναγκαίη μεγάλη ἐκ σέο κατέλαβεν, τοιάδε ἐπετέλεσα, ἐσθλὰ μὲν ἐς δεσπότεα, ἐμοὶ δὲ οὐκ εὐτυχέα.
既然你强加给我极大的必要性,我便做出了这样的事,这虽对主人有利,对我而言却是不幸的。
τοιόσδε μέντοι ἐὼν ἀνδρὸς ἐπʼ ἀδικίην ἐγκαλέομαι.
然而,身处如此状态的我,竟被指控犯有男人的不义之罪。
§26ὁ δὲ πρὸς τάδε ἀμβώσας περιέβαλέν τέ μιν καὶ δακρύων ἅμα ἔλεγεν, ὦ Κομβάβε, τί μέγα κακὸν εἰργάσαο;
” 国王对此大喊一声,拥抱了他,同时流着泪说: “康巴博啊,你做出了多么巨大的惨剧!
τί δὲ σεωυτὸν οὕτως ἀεικέλιον ἔργον μοῦνος ἀνδρῶν ἔπρηξας;
为什么你独自在男人中对自己做出这样不体面的事?
τὰ οὐ πάμπαν ἐπαινέω.
我对此一点也不赞赏。
ὦ σχέτλιε, ὃς τοιάδε ἔτλης, οἷα μήτε σὲ παθέειν μήτ’ ἐμὲ ἰδέσθαι ὤφελεν·
噢,不幸的人啊,你竟然承受了如此的事情,这既是你不该遭受的,也是我不该目睹的。
οὐ γάρ μοι ταύτης ἀπολογίης ἔδεεν.
因为我本不需要这样的辩护证据。
ἀλλʼ ἐπεὶ δαίμων τοιάδε ἤθελεν, πρῶτα μέν σοι τίσις ἐξ ἡμέων ἔσσεται, αὐτέων συκοφαντέων ὁ θάνατος, μετὰ δὲ μεγάλη δωρεὴ ἀπίξεται χρυσός τε πολλὸς καὶ ἄργυρος ἄπλετος καὶ ἐσθῆτες Ἀσσύριαι καὶ ἵπποι βασιλήιοι.
但既然神灵愿意如此,首先我们必会为你报仇,让控告者们立即受死。 此后,极大的赏赐将会降临于你,许多黄金、无尽的白银、亚述的衣服和皇家马匹。
ἀπίξεαι δὲ παρʼ ἡμέας ἄνευ ἐσαγγελέος οὐδέ τις ἀπέρξει σε ἡμετέρης ὄψιος, οὐδʼ ἢν γυναικὶ ἅμα εὐνάζωμαι.
你无需通报便可来到我们身边,没有任何人能阻挡你与我相见,即使我正与妻子同床共枕。
τάδε εἶπέν τε ἅμα καὶ ἐποίεεν·
” 他一边说着,一边也这样做了。
καὶ οἱ μὲν αὐτίκα ἐς φόνον ἤγοντο, τῷ δὲ τὰ δῶρα ἐδέδοτο καὶ ἡ φιλίη μέζων ἐγεγόνεεν.
那些控告者立刻被带去处死,而给他的礼物也被送达,他的友谊变得更加深厚。
ἐδόκεεν δὲ οὐδεὶς ἔτι Ἀσσυρίων Κομβάβῳ σοφίην καὶ εὐδαιμονίην εἴκελος.
亚述人中再也没有人被认为在智慧和幸运上能与康巴博媲美。
μετὰ δὲ αἰτησάμενος ἐκτελέσαι τὰ λείποντα τῷ νηῷ — ἀτελέα γάρ μιν ἀπολελοίπεεν — αὖτις ἐπέμπετο, καὶ τόν τε νηὸν ἐξετέλεσε καὶ τὸ λοιπὸν αὐτοῦ ἔμενεν.
此后,他请求完成神殿中空缺的部分(因为他离开时神殿尚未完工),便再次被派遣去,他完成了神殿并在此度过了余生。
ἔδωκεν δέ οἱ βασιλεὺς ἀρετῆς τε καὶ εὐεργεσίης εἵνεκα ἐν τῷ ἱρῷ ἑστάναι χάλκεον· καὶ ἔτι ἐς τιμὴν ἐν τῷ ἱρῷ Κομβάβος χάλκεος, Ἑρμοκλέος τοῦ Ῥοδίου ποίημα, μορφὴν μὲν ὁκοίη γυνή, ἐσθῆτα δὲ ἀνδρηίην ἔχει.
国王因他的美德和恩惠,允许他在神殿中立一座青铜像;至今在神殿中仍立有青铜的康巴博像以示敬意,这是罗德岛人赫尔莫克莱斯的作品,其形体虽如女子,却身着男子的衣服。
λέγεται δὲ τῶν φίλων τοὺς μάλιστά οἱ εὐνοέοντας ἐς παραμυθίην τοῦ πάθεος κοινωνίην ἑλέσθαι τῆς συμφορῆς· ἔτεμον γὰρ ἑωυτοὺς καὶ δίαιταν τὴν αὐτὴν ἐκείνῳ διαιτέοντο.
据说,在他那些最关照他的朋友中,为了安慰他的痛苦,选择共同分担这一不幸;因为他们阉割了自己,并过着与他相同的生活方式。
ἄλλοι δὲ ἱρολογέουσιν ἐπὶ τῷ πρήγματι, λέγοντες ὡς ἡ Ἥρη φιλέουσα Κομβάβον πολλοῖσι τὴν τομὴν ἐπὶ νόον ἔβαλλεν, ὅκως μὴ μοῦνος ἐπὶ τῇ ἀνδρηίῃ λυπέοιτο.
但另一些人对此事讲述神圣的传说,说赫拉因为喜爱康巴博,将阉割的想法放入了许多人的心中,免得他独自为失去男子气概而悲伤。
§27τὸ δὲ ἔθος τοῦτο ἐπειδὴ ἅπαξ ἐγένετο, ἔτι νῦν μένει·
这一习俗一旦开始,至今依然留存。
καὶ πολλοὶ ἑκάστου ἔτεος ἐν τῷ ἱρῷ τάμνονται καὶ θηλύνονται, εἴτε Κομβάβον παραμυθεόμενοι εἴτε καὶ Ἥρῃ χαρίζονται· τάμνονται δʼ ὦν.
每年都有许多人在神殿中阉割自己并变得女性化,无论是为了安慰康巴博,还是为了取悦赫拉;总之,他们阉割了自己。
ἐσθῆτα δὲ οἵδε οὐκέτι ἀνδρηίην ἔχουσιν, ἀλλὰ εἵματά τε γυναικήια φορέουσιν καὶ ἔργα γυναικῶν ἐπιτελέουσιν.
这些人不再穿着男子的衣服,而是穿着女子的服饰,并从事女子的工作。
ὡς δὲ ἐγὼ ἤκουον, ἀνακέαται καὶ τουτέων ἐς Κομβάβον ἡ αἰτίη·
据我所听到的,这些事情的原因也归因于康巴博。
συνενείχθη γάρ οἱ καὶ τάδε. ξείνη γυνὴ ἐς πανήγυριν ἀπικομένη, ἰδοῦσα καλόν τε ἐόντα καὶ ἐσθῆτα ἔτι ἀνδρηίην ἔχοντα, ἔρωτι μεγάλῳ ἔσχετο, μετὰ δὲ μαθοῦσα ἀτελέα ἐόντα ἑωυτὴν διειργάσατο.
因为他也遭遇了这样的事:一位异国女子来参加节日,看到他容貌俊美且仍穿着男子的衣服,便陷入了极大的爱恋之中。 但后来得知他不完整后,她便自寻短见。
ἐπὶ τοῖσι Κομβάβος, ἀθυμέων ὅτι οἱ ἀτυχέως τὰ ἐς Ἀφροδίτην ἔχει, ἐσθῆτα γυναικηίην ἐνεδύσατο, ὅκως μηκέτι ἑτέρη γυνὴ ἴσα ἐξαπατέοιτο.
对此,康巴博因自己关于阿佛洛狄忒的事情不幸而感到沮丧,便穿上了女子的衣服,以免再有其他女子受到同样的蒙蔽。
ἥδε αἰτίη Γάλλοισι στολῆς θηλέης.
这就是加洛斯们穿着女装的原因。
Κομβάβου μέν μοι τοσάδε εἰρήσθω, Γάλλων δὲ αὖτις ἐγὼ λόγῳ ὑστέρῳ μεμνήσομαι, τομῆς τε αὐτέων, ὅκως τάμνονται, καὶ ταφῆς ὁκοίην θάπτονται, καὶ ὅτευ εἵνεκα ἐς τὸ ἱρὸν οὐκ ἐσέρχονται·
关于康巴博我就说这么多,关于加洛斯们,我会在后面的叙述中再次提及:关于他们的阉割、他们如何阉割、他们以何种葬礼安葬,以及由于什么原因他们不能进入神殿。
πρότερον δέ μοι θυμὸς εἰπεῖν θέσιός τε πέρι τοῦ νηοῦ καὶ μεγάθεος, καὶ δῆτα ἐρέω.
但在此之前,我想先谈谈神殿的位置和规模,我一定会说的。

词汇与语法注释

  1. §25ἀνδρὸς ἐπʼ ἀδικίην — 属格 ἀνδρός 既可作为同位语或副词性理解为“作为男人的不义”(他已失去了这种肉体能力,体现了 τοιόσδε μέντοι ἐών 的讽刺意味),也可作为宾格性属格理解为“对(另一个)男人的伤害”(侵害其婚姻)。两种解读都突出了在已知其身体状况下该指控的荒谬性。
  2. §26οἷα μήτε σὲ παθέειν μήτ’ ἐμὲ ἰδέσθαι ὤφελεν — 动词 ὤφελεν(ὀφείλω 的直说过去式)与不定式(παθέειν 和 ἰδέσθαι)连用,表示过去未实现的愿望(意为“本不该……”)。通过 μήτε... μήτε... 的并列,传达了国王强烈的自责与悲痛:“这既是你不该遭受的,也是我不该目睹的”。
  3. §26ἑστάναι χάλκεον — 作为主句动词 ἔδωκεν(“允许、赏赐”)宾语的不定式结构。形容词 χάλκεον(“青铜的”)在此作不定式逻辑主语(康巴博自身)的述语补足语,意为“允许他(在神殿中)作为一尊青铜像站立”。
  4. §27ἀνακέαται καὶ τουτέων ἐς Κομβάβον ἡ αἰτίη — 爱奥尼亚方言动词形式 ἀνακέαται 相当于雅典方言的第三人称复数现在时 ἀνάκεινται(源自 ἀνάκειμαι,“归因于”)。尽管句法主语 ἡ αἰτίη(“原因”)是单数,但动词采用了复数,这反映了方言中数的不一致,或者是在逻辑上将复数指示代词 τουτέων(“这些事情”)视为主语。

引用这一段

琉善, 叙利亚女神 §25-27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:25-27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。